187
διαγγέλλων σου τῇ ἀγάπῃ. Ἐμοί τε γὰρ κουφισμὸν φέρει τὸ ἀνακοινοῦσθαί σοι τὰ καθ' ἡμᾶς· σέ τε οἶδα οὐδὲν οὕτω μεριμνῶντα ὡς τὰ ἡμέτερα. Ἀλλὰ νῦν Ἐλπίδιος πρὸς τὸν ἑαυτοῦ δεσπότην ἐπειγόμενος, τοῦ ἀποδύσασθαι τὰς διαβολὰς τὰς ψευδῶς αὐτῷ παρά τινων ἐχθρῶν κατασκευασθείσας, ᾔτησεν ἡμᾶς τὴν ἐπιστολήν. ∆ι' ἧς καὶ προσφθεγγόμεθά σου τὴν εὐλά βειαν καὶ συνιστῶμέν σοι τὸν ἄνδρα διά τε τὸ δίκαιον ἄξιον ὄντα τῆς παρὰ σοῦ προστασίας καὶ δι' ἡμᾶς· οἳ εἰ καὶ μηδὲν ἄλλο ἔχομεν αὐτῷ μαρτυρεῖν, ἀλλ' ὅτι περὶ πολλοῦ ἐποιήσατο γραμμάτων ἡμετέρων γενέσθαι διάκονος, τοῦτόν τε ἔχε ἐν τοῖς οἰκείοις καὶ ἡμῶν μέμνησο, καὶ ὑπὲρ τῆς Ἐκκλησίας εὔχου. Γίνωσκε δὲ ὅτι ὁ μὲν θεοφιλέστατος ἀδελφὸς ἡμῶν ὑπερόριός ἐστι τὰς ὀχλήσεις μὴ φέρων τῶν ἀναισχύντων. ∆όαρα δὲ χειμάζεται, τοῦ κήτους τοῦ πολυ σάρκου τὰ ἐκεῖ συνταράσσοντος. Ἡμῖν δὲ οἱ ἐχθροὶ τὰς ἐπιβουλὰς ἐπὶ τοῦ Στρατοπέδου τυρεύουσιν, ὡς ὁ τῶν εἰδό των λόγος· ἡ δὲ χεὶρ τοῦ Κυρίου τέως ἐστὶ μεθ' ἡμῶν. Μόνον εὔχου μὴ ἐγκαταλειφθῆναι ἡμᾶς εἰς τέλος. Καὶ γὰρ καὶ ὁ ἀδελφὸς διάγει ἄνετος, καὶ ∆όαρα τὸν παλαιὸν ἀπέλαβε μου λίωνα, πλέον δὲ ἔχει οὐδέν· καὶ τὰς βουλὰς τῶν ἐχθρῶν ἡμῶν διασκεδάσει Κύριος. Πάντων μέντοι καὶ τῶν παρόντων καὶ τῶν προσδοκωμένων λυπηρῶν λύσις ἡμῖν τὸ σὲ θεάσασθαι. Ὥστε ἐὰν γένηταί σοί ποτε δυνατόν, ἕως ἔτι ἐσμὲν ὑπὲρ γῆς, καταξίωσον ἡμᾶς ἰδεῖν. Τὸ περὶ τοῦ Πνεύματος βιβλίον γέγραπται μὲν ἡμῖν καὶ ἐξείργασται, ὡς αὐτὸς οἶδας. Ἀποστεῖλαι δὲ ἐν χάρτῃ γεγραμμένον ἐκώλυσάν με οἱ μετ' ἐμοῦ ἀδελφοὶ εἰπόντες παρὰ τῆς εὐγενείας σου ἐντολὰς ἔχειν ἐν σωματίῳ γράψαι. Ἵν' οὖν μή τι δόξωμεν ὑπεναντίον ποιεῖν τῷ προστάγματί σου, ἐπέσχομεν νῦν, ἀποστελοῦμεν δὲ μικρὸν ὕστερον, μόνον ἐάν τινος ἐπιτη δείου τοῦ διακομίζοντος ἐπιτύχωμεν. Ἐρρωμένος καὶ εὔθυ μος ὑπερευχόμενος τῷ Κυρίῳ ὑπὲρ ἡμῶν χαρισθείης μοι καὶ τῇ τοῦ Θεοῦ Ἐκκλησίᾳ τῇ τοῦ Ἁγίου φιλανθρωπίᾳ.
232.τ ΑΜΦΙΛΟΧΙΩ ΕΠΙΣΚΟΠΩ ΙΚΟΝΙΟΥ
232.1 Πᾶσα ἡμέρα γράμματα ἔχουσα τῆς θεοσεβείας σου ἑορτὴ ἡμῖν ἐστι καὶ ἑορτῶν ἡ μεγίστη. Ὅταν δὲ καὶ σύμβολα ἐπι φέρηται ἑορτῆς, τί ἄλλο χρὴ ὀνομάζειν ἢ οὐχὶ ἑορτὴν ἑορ τῶν, ὥσπερ ὁ παλαιὸς νόμος σάββατα σαββάτων προσαγο ρεύειν εἰώθει; Εὐχαριστοῦμεν οὖν τῷ Κυρίῳ, μαθόντες ὅτι καὶ ἔρρωσαι τῷ σώματι καὶ εἰρηνευούσῃ τῇ Ἐκκλησίᾳ τῆς σωτηρίου οἰκονομίας τὴν ἀνάμνησιν ἐτέλεσας. Ἡμᾶς δὲ θόρυβοί τινες διετάραξαν· οὐ μὴν ἔξω κατηφείας διηγάγο μεν τῷ τὸν θεοφιλέστατον ἀδελφὸν ἡμῶν πεφυγαδευμένον εἶναι. Ἀλλ' ὑπὲρ μὲν ἐκείνου προσεύχου, ἵνα δώῃ αὐτῷ ὁ Θεός ποτε ἐπιδεῖν τὴν ἑαυτοῦ Ἐκκλησίαν τῶν αἱρετικῶν δειμάτων τὰ τραύματα ἰαθεῖσαν, ἡμᾶς δὲ καταξίωσον λίαν ἐπισκέψασθαι, ἕως ἔτι ἐσμὲν ἐπὶ γῆς. Ποίησον ἔργον σαυτῷ μὲν ἀκόλουθον, ἡμῖν δὲ εὐχῆς ἄξιον τῆς μεγίστης. Θαυμά σαι δέ ἐστι καὶ τὴν διάνοιαν τῶν εὐλογιῶν, ὅτι δι' αἰνιγμά των ηὔξω ἡμῖν γῆρας ἰσχυρόν. Ἔδειξας γὰρ ὅτι διὰ μὲν τῶν λαμπηνῶν πρὸς τοὺς νυκτερινοὺς διεγείρεις καμάτους, διὰ δὲ τῶν τραγημάτων τὸ πᾶσι τοῖς μέρεσι τετονῶσθαι κατεγγυᾷ. Οὐ γὰρ ἔμοιγε καθ' ἡλικίαν τὸ τρώγειν, πάλαι τῶν ὀδόντων ἔκ τε τοῦ χρόνου καὶ ἐκ τῆς ἀρρωστίας ἐκτε τριμμένων. Πρὸς μὲν οὖν τὰ ἐπερωτηθέντα γεγόνασί τινες ἐν τῷ ὑπομνηστικῷ ἀποκρίσεις οἵας ἐμοὶ δυνατὸν ἦν καὶ ὡς ὁ καιρὸς ἐδίδου.
233.τ ΑΜΦΙΛΟΧΙΩ ΕΠΙΣΚΟΠΩ ΕΡΩΤΗΣΑΝΤΙ
233.1 Οἶδα καὶ αὐτὸς ἀκούσας τούτου, καὶ γνωρίζω τῶν ἀνθρώπων τὴν
κατασκευήν. Τί οὖν ἐροῦμεν πρὸς ταῦτα; Ὅτι καλὸν μὲν ὁ νοῦς καὶ ἐν τούτῳ ἔχομεν