217
τοιοῦτον ὥρμησαν λόγον οὐκ ἀπᾴδοντα τοῦ ἐκκλησιαστικοῦ δόγματος· ὅτι ἀπὸ τοῦ Κάϊν ἕως τοῦ κατακλυσμοῦ ἑπτὰ παρεληλύθασι γενεαί, καὶ εὐθέως ἐπήχθη πάσῃ τῇ γῇ τιμωρία διὰ τὸ πολλὴν γενέσθαι χύσιν τῆς ἁμαρτίας. Τὸ δὲ ἁμάρτημα τοῦ Λάμεχ οὐ κατα κλυσμοῦ δεῖται πρὸς θεραπείαν, ἀλλ' αὐτοῦ τοῦ αἴροντος τὴν ἁμαρτίαν τοῦ κόσμου. Ἀρίθμησον τοίνυν ἀπὸ Ἀδὰμ μέχρι τῆς παρουσίας τοῦ Χριστοῦ τὰς γενεὰς καὶ εὑρήσεις, κατὰ τὴν τοῦ Λουκᾶ γενεαλογίαν, τῇ ἑβδομηκοστῇ καὶ ἑβδόμῃ διαδοχῇ γεγεννημένον τὸν Κύριον. Ταῦτα μὲν οὖν εἰς δύναμιν ἐξητάσθη πολλῶν τῶν ἐνόν των ἐξετασθῆναι παρεθέντων, ἵνα μὴ ἔξω τοῦ μέτρου τῆς ἐπιστολῆς τὸν λόγον προαγάγωμεν· ἀρκεῖ δὲ τῇ συνέσει σου καὶ τὰ βραχέα σπέρματα. «∆ίδου γάρ, φησί, τῷ σοφῷ ἀφορ μὴν καὶ σοφώτερος ἔσται», καὶ «Λόγον δεξάμενος σοφὸς αἰνέσει αὐτὸν καὶ ἐπ' αὐτὸν προσθήσει». 260.6 Τὰ δὲ τοῦ Συμεὼν ῥήματα πρὸς τὴν Μαρίαν οὐδὲν ἔχει ποικίλον οὐδὲ βαθύ. «Εὐλόγησε γὰρ αὐτοὺς Συμεὼν καὶ εἶπε πρὸς Μαρίαν τὴν μητέρα αὐτοῦ· Ἰδοὺ οὗτος κεῖ ται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραὴλ καὶ εἰς σημεῖον ἀντιλεγόμενον. Καὶ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διελεύ σεται ῥομφαία, ὅπως ἂν ἀποκαλυφθῶσιν ἐκ πολλῶν καρδιῶν διαλογισμοί.» Ἐν οἷς ἐκεῖνο ἐθαύμασα πῶς τὰ προάγοντα ὡς σαφῆ παρελθὼν ἓν τοῦτο ἐπεζήτησας τὸ «Καὶ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία». Καίτοι ἐμοὶ οὐχ ἧττον φαίνεται ἄπορον πῶς ὁ αὐτὸς εἰς πτῶσιν κεῖται καὶ ἀνάστασιν καὶ τί τὸ σημεῖον τὸ ἀντιλεγόμενον, καὶ τρίτον, πῶς τῆς Μαρίας τὴν ψυχὴν διελεύσεται ῥομφαία. 260.7 Ἡγοῦμαι τοίνυν εἰς πτῶσιν καὶ ἀνάστασιν εἶναι τὸν Κύριον οὐκ ἄλλων πιπτόντων καὶ ἄλλων ἀνισταμένων, ἀλλ' αὐτοῦ τοῦ ἐν ἡμῖν χείρονος καταπίπτοντος καὶ τοῦ βελτίο νος διανισταμένου. Καθαιρετικὴ μὲν γὰρ τῶν σωματικῶν παθῶν ἐστιν ἡ τοῦ Κυρίου ἐπιφάνεια, διεγερτικὴ δὲ τῶν τῆς ψυχῆς ἰδιωμάτων. Ὡς ὅταν λέγῃ ὁ Παῦλος· «Ὅταν ἀσθενῶ, τότε δυνατός εἰμι», ὁ αὐτὸς καὶ ἀσθενεῖ καὶ δύναται, ἀλλ' ἀσθενεῖ μὲν τῇ σαρκί, δυνατὸς δέ ἐστι τῷ πνεύματι. Οὕτω καὶ ὁ Κύριος οὐχὶ τοῖς μὲν τοῦ πίπτειν τὰς ἀφορμὰς παρέχει, τοῖς δὲ τοῦ ἀνίστασθαι. Οἱ γὰρ πίπτοντες ἀπὸ τῆς στάσεως ἐν ᾗ ποτε ἦσαν καταπίπτουσι δηλονότι. Οὐδέποτε δὲ εἱστήκει ὁ ἄπιστος ἀεὶ χαμαὶ συρό μενος μετὰ τοῦ ὄφεως. Οὐκ ἔχει οὖν ὅθεν πέσῃ διὰ τὸ καταβεβλῆσθαι τῇ ἀπιστίᾳ. Ὡς πρώτη εὐεργεσία· τὸν στή κοντα τῇ ἁμαρτίᾳ πεσεῖν καὶ ἀποθανεῖν, εἶτα ζῆσαι τῇ δικαιοσύνῃ καὶ ἀναστῆναι τῆς εἰς Χριστὸν πίστεως ἑκάτε ρον ἡμῖν χαριζομένης. Πιπτέτω τὰ χείρονα, ἵνα λάβῃ καιρὸν τὰ βελτίω εἰς τὴν ἀνάστασιν. Ἐὰν μὴ πέσῃ ἡ πορ νεία, ἡ σωφροσύνη οὐκ ἀνίσταται. Ἐὰν μὴ ἡ ἀλογία συν τριβῇ, τὸ λογικὸν τὸ ἐν ἡμῖν οὐκ ἀνθήσει. Οὕτως οὖν «Εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν». 260.8 «Εἰς δὲ σημεῖον ἀντιλεγόμενον». Κυρίως σημεῖον ἔγνωμεν παρὰ τῇ Γραφῇ τὸν σταυρὸν εἰρημένον. Ἔθηκε γὰρ Μωσῆς, φησί, τὸν ὄφιν ἐπὶ σημείου, τουτέστιν ἐπὶ σταυροῦ, ὃ σημεῖόν ἐστι παραδόξου τινὸς καὶ ἀφανοῦς πράγματος ἐνδεικτικόν, ὁρώμενον μὲν παρ' αὐτῶν, νοού μενον δὲ παρὰ τῶν ἐντρεχῶν τὴν διάνοιαν. Ἐπεὶ οὖν οὐ παύονται ζυγομαχοῦντες περὶ τῆς Ἐνανθρωπήσεως τοῦ Κυρίου, οἱ μὲν ἀνειληφέναι σῶμα, οἱ δὲ ἀσώματον αὐτοῦ τὴν ἐπιδημίαν γεγενῆσθαι διοριζόμενοι, καὶ οἱ μὲν παθητὸν ἐσχηκέναι τὸ σῶμα, οἱ δὲ φαντασίᾳ τινὶ τὴν διὰ σώματος οἰκονομίαν πληροῦν, καὶ ἄλλοι χοϊκόν, ἄλλοι δὲ ἐπουράνιον σῶμα, καὶ οἱ μὲν προαιώνιον τὴν ὕπαρξιν, οἱ δὲ ἀπὸ Μαρίας τὴν ἀρχὴν ἐσχηκέναι, διὰ τοῦτο «Εἰς σημεῖον ἀντιλεγόμενον». 260.9 Ῥομφαίαν δὲ λέγει τὸν λόγον τὸν πειραστικόν, τὸν κριτικὸν τῶν ἐνθυμήσεων, τὸν διικνούμενον ἄχρι μερισμοῦ ψυχῆς καὶ πνεύματος, ἁρμῶν τε καὶ μυελῶν. Ἐπειδὴ τοίνυν πᾶσα ψυχὴ παρὰ τὸν καιρὸν τοῦ Πάθους οἱονεὶ διακρίσει τινὶ ὑπεβάλλετο, κατὰ τὴν τοῦ Κυρίου φωνὴν εἰπόντος ὅτι· «Πάντες σκανδαλισθήσεσθε ἐν ἐμοί», προφητεύει ὁ Συμεὼν καὶ περὶ αὐτῆς τῆς Μαρίας ὅτι· «Παρεστῶσα τῷ σταυρῷ καὶ βλέπουσα τὰ γινόμενα καὶ ἀκούουσα τῶν φωνῶν, μετὰ τὴν τοῦ Γαβριὴλ μαρτυρίαν,