οὗ τῷ Πα τρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα καὶ κρά τος εἰς τοὺς αἰῶνας. Ἀμήν.
ἐκβέβη κεν αὐτῷ κατὰ νοῦν τῶν πραγμάτων τὸ πέρας. Θεομαχεῖ γὰρ ἐξ ἀνοίας ὁ δείλαιος, καί μοι δοκεῖ τοῖς ἐν θαλάσσῃ πλωτῆρσι τὰ ἴσα παθεῖν, οἳ ταῖς τῶν ἀνέμων ἀντιπνοίαις ἀτέχνως προσερίζοντες, αὐτῇ νηῒ διολώλασιν. Ἀπέλαμψε γὰρ ἡμῖν ὁ μονο γενὴς τοῦ Θεοῦ Λόγος, καὶ τῶν ἐκείνου δεσμῶν ἐξείλετο· καὶ ἀντ' αἰχμαλώτων ἔδειξεν ἐλευθέρους. εʹ. Ταυτὶ δὲ πρὸς τὸ παρὸν ἀναγκαίως ἡμῖν εἰσεκομίσθη τὰ διηγήματα. Ὠήθην γὰρ δεῖν ἐπι 77.592 δεῖξαι χρησίμως ὡς ἀρχαῖον μέντοι χρῆμά ἐστι καὶ τῇ φύσει συναναδειχθὲν ἡ εἰς Θεὸν ἐπίγνωσις, τὸν ἕνα καὶ ἀληθῆ· ἐπείσακτον δὲ καὶ δυστροπίας εὕρημα τὸ πολύθεον νόσημα. Ἀλλ' εἰ καὶ τῆς ἐκεί νου τυραννίδος ἡττώμενοι καὶ τὴν ἀφόρητον οὐκ ἐνεγκόντες πλεονεξίαν, ἐπλανήθημέν ποτε, καὶ λελατρεύκαμεν τῇ κτίσει παρὰ τὸν κτίσαντα· οὐ ρανῷ, καὶ ἡλίῳ, καὶ σελήνῃ, καὶ ἄστροις, καὶ γῇ, καὶ ὕδατι τὸ τῆς θεότητος ὄνομα χαρισάμε νοι, καὶ ἀριθμοῦ κρείττονα τὴν πολυθεΐαν γραψά μενοι, παραιτώμεθα λοιπὸν τὴν ἐπ' ἐκείνοις αἰσχύ νην, καὶ τῆς οὕτω βδελυρᾶς ἀπάτης λελυτρωμένοι διὰ Χριστοῦ, πιστοὶ καὶ ἀληθεῖς προσκυνηταὶ τοῦ τιμήσαντος διαμένωμεν, καὶ μὴ ἐν ψιλῇ μὲν γλώττῃ τὴν πίστιν, τὴν δὲ ἀπιστίαν εἰς νοῦν ἔχοντες, ἁλισκώ μεθα, μηδὲ πλαττέσθω μέν τις τοῖς ἔξωθεν σχήμασι τὸν Χριστιανὸν, κρυπτέτω δὲ πρὸς τὰ εἴσω τὸν εἰδω λολάτρην. Εἰ μὲν ὅλων ἔτι βαρβαρίζειν τὴν γνώ μην, τί τὰ βασιλέως φρονεῖν ὑποκρίνεται; Ἄριστον οἶδε τοῦ κρατοῦντος ὑπασπιστὴν τῆς ἐλευθερίας ὁ νό μος, οὐ τὸν προδότην, ὦ τάν· οὐδὲ παρ' ᾧ τὰ τῶν ἐχθρῶν ἐναμείβουσιν, ἀλλὰ τὸν συναθλοῦντα γνη σίως, καὶ ὅτῳ τὸ νικᾷν τοὺς ἀντεξάγοντας ἀπευκτὸν, τὸν δὲ διπλοῦν ἐν ἤθει καὶ τρόπον βδελυρόν τε καὶ μιαρώτατον, καὶ παντὸς εἶναι φαῖεν ἂν ἐπέκεινα κα κοῦ. Καίτοι καὶ τοῖς παρ' Ἕλλησι ποιηταῖς ταυτί πως εἰρῆσθαι, καὶ λίαν ὀρθῶς ὁμολογήσειέ τις ἂν, ἀλλὰ πρὸς ἄλλους μὲν ὑπεροπευτὰς καὶ βωμολόχους, καὶ ἑτέροις τισὶν αὐτοὺς ἀποκαλοῦσιν ὀνόμασι, κάλ λιστά μοι δοκεῖ φρονοῦντες ἐν τούτῳ. Ἐπυθόμην δ' ἤδη τινὸς τῶν παρ' ἐκείνοις λέγοντος σαφῶς, ὡς ἐν ἴσῳ ταῖς ᾅδου ποιοῖτο πύλαις, τοὺς ἕτερα μὲν κατα χωννύντας εἰς νοῦν· ἑτεροῖα δὲ διὰ γλώττης ἀναπτύον τας. Χρῆμα γὰρ ὄντως ἀνοσιώτατον ἀπάτη καὶ δό λος, αὐτὰ δι' ἑαυτῶν ῥᾳδίως ἐξελεγχόμενα, καὶ τὴν ἁπασῶν ἀπωτέρω κατηγοροῦντες φαυλότητα. Τί γὰρ οἴει χρῆναι σιγᾷν; Τί δὲ καὶ κρύπτεις ἐν σκότῳ τὰ κατὰ νοῦν σοι τετιμημένα; Ἆρ' οὐχὶ δι' αὐτοῦ καὶ μόνου, τὸ λανθάνειν ἐπείγεσθαι, τὸ ἐπ' αὐτοῖς ἂν αἶ σχος ὁμολογήσειας; Κατακρύπτει γάρ τις, ὦ βέλτιστε, τὰ οἷσπερ ἄν τις ἐπιτιμήσαι δικαίως, καὶ τὸ ἐκ τῆς παῤῥησίας οὐκ ἔχοντα φαιδρὸν, οὐκ ἐκεῖνο δὴ πάντως, ὃ θαυμάζεσθαι πρέπει. Εἰ μὲν οὖν οἶσθα φρονῶν τὰ θαύματος ἄξια, τί μὴ πᾶσιν ὑπάρχῃς γνώριμος, οἷος εἶναι καὶ πέφυκας; Εἰ δὲ τοῖς εἴσω κεκρυμμένοις ἐπερυθριᾷς, καὶ προκάλυμμα τῶν ἀφανεστέρων, τὸν οὐκ αὐτοῖς ἐοικότα περιπλάττῃ λόγον, σεμνοτέραν τῶν ὀρθῶς ἔχειν πεπιστευμένων, δι' αὐτοῦ τὴν δόξαν θη ρώμενος, τί μὴ κἀκείνοις ἐῤῥῶσθαι φράσας, ὅλος εὑρίσκῃ λαμπρὸς, ἀδελφὰ μὲν τοῖς εἰς τὸ εἴσω λαλῶν, συγγενῆ δὲ τοῖς λόγοις φρονεῖν ἀναπεπεισμένος. 77.593 Ἁπλοῦς γὰρ ὁ τοιοῦτος, καὶ τοῦ πρὸς ἄκρον ἰόντος ἐπαίνου μεστός. Καὶ αὐτόθεν οἶμαι καταβαλεῖν τὸ φιλόνεικον, καὶ τοῖς περὶ τούτου λόγοις ἡμῶν ἀντεξ ανίστασθαι δεῖν ᾑρημένον. Τὸ γὰρ ὡς εἰς Χριστὸν πανταχόθεν ὁμολογούμενον, τίς ἂν ἐνδοιάσαι μὴ οὕ τως ἔχειν, καὶ τὴν ἐπὶ τῷ ληρεῖν οὐκ ἂν ὑπομείναι γραφήν; Ἐπειδὴ δὲ ὀρθῶς καὶ καλῶς ἔχειν ὑπολαμ βάνω, καὶ ἐξ αὐτῆς βεβαιοῦν τὰ τοιαῦτα τῆς θεοπνεύ στου Γραφῆς, φέρε σοι τὰ θεῖα παραθῶμεν λόγια, δεῖξιν ἔχοντα σαφῆ, τοῦ παντάπασιν ἀπᾴδειν· μᾶλ λον δὲ βδελυρὸν εἶναι παρὰ Θεῷ τὸν ὑποκριτὴν, καὶ τοῖς τῆς διψυχίας ἐγκλήμασιν