Mystagogiae

 πᾶσά ἐστιν ἁμαρτία, ᾗ καὶ ἀποτάσσεσθαι ἀναγκαῖον, ὡσεὶ καὶ τύραννόν τις ἀποφυγὼν πάντως που καὶ τὰ τούτου ὅπλα ἀπέφυγε. Πᾶσα οὖν κατ' εἶδος ἁμαρτία ἐγ

 ἐπὶ δὲ τοῦ ἁγίου τῆς παλιγγενεσίας λουτροῦ, ἀφεῖλεν ὁ Θεὸς πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου· οὐκ ἔτι γὰρ πενθεῖς, ἐκδεδυμένος τὸν παλαιὸν ἄνθρωπον· ἀλλ

 ἀμφοτέρων τούτων ποιητικός, καὶ σύνδρομος ἐγίνετο τῷ θανάτῳ ἡ γέννησις ἡ ὑμετέρα. 2.5 Ὢ ξένου καὶ παραδόξου πράγματος· οὐκ ἀληθῶς ἀπεθάνομεν, οὐδ' ἀλη

 ἐχρίσθη, ἀλλ' ὁ Πατὴρ αὐτὸν Σωτῆρα προχειρισάμενος τοῦ παντὸς κόσμου Πνεύματι ἔχρισεν ἁγίῳ, ὡς Πέτρος φησίν· Ἰησοῦν τὸν Ναζωραῖον, ὃν ἔχρισεν ὁ Θεὸς

 μύρου τούτου, ὡς μυστικοῦ, φησί· Παράδος ταῦτα πάντα τοῖς ἔθνεσιν· ἡ γὰρ βουλὴ Κυρίου ἐπὶ πάντα τὰ ἔθνη. Τούτῳ οὖν χρισθέντες τῷ ἁγίῳ μύρῳ, τηρήσατε

 ἄφεσιν ἁμαρτιῶν. 4.8 ∆ιὰ τοῦτο καὶ ὁ Σολομὼν ταύτην αἰνιττόμενος τὴν χάριν ἐν τῷ Ἐκκλησιαστῇ λέγει· ∆εῦρο, φάγε ἐν εὐφροσύνῃ ἄρτον σου, τὸν πνευματ

 ἱερεὺς κατ' ἐκείνην τὴν ὥραν πάντας ἀφιέναι φροντίδας βιωτικάς, μερίμνας κατ' οἶκον, καὶ ἔχειν ἐν οὐρανῷ τὴν καρδίαν πρὸς τὸν φιλάνθρωπον Θεόν. Εἶτα ἀ

 ἀμνηστίαν καὶ χάριτος μετουσίαν, ὡς καὶ Πατέρα ἐπικαλεῖσθαι. Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς. Οὐρανοὶ δὲ εἶεν ἂν καὶ οἱ τὴν τοῦ ἐπουρανίου φοροῦντες εἰ

 ἐστι τὸ ἀπὸ πειρασμοῦ ῥυσθῆναι. 5.18 Ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. Εἰ ἦν τὸ Μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμὸν τοῦ μηδόλως πειρασθῆ ναι παραστατι

ἐχρίσθη, ἀλλ' ὁ Πατὴρ αὐτὸν Σωτῆρα προχειρισάμενος τοῦ παντὸς κόσμου Πνεύματι ἔχρισεν ἁγίῳ, ὡς Πέτρος φησίν· "Ἰησοῦν τὸν Ναζωραῖον, ὃν ἔχρισεν ὁ Θεὸς Πνεύματι ἁγίῳ·" καὶ ∆αβὶδ ὁ προφήτης ἐβόα λέγων· "Ὁ θρόνος σου, ὁ θεός, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. Ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν· διὰ τοῦτο ἔχρισέ σε ὁ Θεός, ὁ Θεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου." Καὶ ὥσπερ Χριστὸς ἀληθῶς ἐσταυροῦτο καὶ ἐθάπτετο καὶ ἠγείρετο, ὑμεῖς δὲ κατὰ τὸ βάπτισμα ἐν ὁμοιώματι καὶ συσταυρωθῆναι καὶ συνταφῆναι καὶ συναναστῆναι αὐτῷ καταξιοῦσθε, οὕτω καὶ ἐπὶ τοῦ χρίσματος. Ἐκεῖνος ἐλαίῳ νοητῷ ἀγαλλιάσεως ἐχρίετο, τοῦτ' ἔστι Πνεύματι ἁγίῳ, ἀγαλλιάσεως καλουμένῳ ἐλαίῳ, διὰ τὸ αἴτιον αὐτὸ τῆς πνευματικῆς ἀγαλλιάσεως τυγχάνειν· ὑμεῖς δὲ μύρῳ ἐχρίσθητε, κοινωνοὶ καὶ μέτοχοι τοῦ Χριστοῦ γενόμενοι. 3.3 Ἀλλ' ὅρα μὴ ὑπονοήσῃς ἐκεῖνο τὸ μύρον ψιλὸν εἶναι. Ὥσπερ γὰρ ὁ ἄρτος τῆς εὐχαριστίας, μετὰ τὴν ἐπίκλησιν τοῦ ἁγίου Πνεύματος, οὐκ ἔτι ἄρτος λιτός, ἀλλὰ σῶμα Χριστοῦ, οὕτω καὶ τὸ ἅγιον τοῦτο μύρον οὐκ ἔτι ψιλόν, οὐδ' ὡς ἂν εἴποι τις κοινὸν μετ' ἐπικλήσεως, ἀλλὰ Χριστοῦ χάρισμα, καὶ Πνεύματος ἁγίου παρουσίας τῆς αὐτοῦ θεότητος ἐνεργητικὸν γινόμενον. Ὅπερ συμβολικῶς ἐπὶ μετώπου καὶ τῶν ἄλλων σου χρίεται αἰσθητηρίων. Καὶ τῷ μὲν φαινομένῳ μύρῳ τὸ σῶμα χρίεται, τῷ δὲ ἁγίῳ καὶ ζωοποιῷ Πνεύματι ἡ ψυχὴ ἁγιάζεται. 3.4 Καὶ πρῶτον χρίεσθε ἐπὶ τὸ μέτωπον, ἵνα ἀπαλλαγῆτε τῆς αἰσχύνης, ἣν ὁ πρῶτος παραβάτης ἄνθρωπος πανταχοῦ περιέφερε, καὶ ἵνα ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτρίζησθε. Εἶτα ἐπὶ τὰ ὦτα, ἵνα προσλάβητε ὦτα, περὶ ὧν Ἡσαΐας ἔλεγε· "Καὶ προσέθηκέ μοι Κύριος ὠτίον ἀκούειν", καὶ ὁ Κύριος ἐν Εὐαγγελίοις· "Ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω." Εἶτα ἐπὶ τὴν ὄσφρησιν, ὅπως τοῦ θείου ἀντιλαμβανόμενοι μύρου λέγητε· "Χριστοῦ εὐωδία ἐσμὲν τῷ Θεῷ ἐν τοῖς σωζομένοις." Μετὰ ταῦτα ἐπὶ τὰ στήθη, ἵνα "ἐνδυσάμενοι τὸν θώρακα τῆς δικαιοσύνης στῆτε πρὸς τὰς μεθοδείας τοῦ διαβόλου." Ὥσπερ γὰρ ὁ Σωτὴρ μετὰ τὸ βάπτισμα καὶ τὴν τοῦ ἁγίου Πνεύματος ἐπιφοίτησιν ἐξελθὼν κατηγωνίσατο τὸν ἀντικείμενον, οὕτω καὶ ὑμεῖς μετὰ τὸ ἱερὸν βάπτισμα καὶ τὸ μυστικὸν χρῖσμα ἐνδεδυμένοι τὴν πανοπλίαν τοῦ ἁγίου Πνεύματος, ἵστασθε πρὸς τὴν ἀντικειμένην ἐνέργειαν καὶ ταύτην καταγωνίζεσθε, λέγοντες· "Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ." 3.5 Τούτου τοῦ ἁγίου χρίσματος καταξιωθέντες καλεῖσθε χριστιανοί, ἐπαληθεύοντες τῇ ἀναγεννήσει καὶ τὸ ὄνομα. Πρὸ γὰρ τοῦ καταξιωθῆναι ὑμᾶς τοῦ βαπτίσματος καὶ τῆς τοῦ ἁγίου Πνεύματος χάριτος, οὐκ ἦτε κυρίως ἄξιοι, ἀλλ' ὁδεύοντες προεβαίνετε τὸ εἶναι χριστιανοί. 3.6 Εἰδέναι δὲ ὑμᾶς ἀναγκαῖον, ὅτι τοῦ χρίσματος τούτου ἐν τῇ παλαιᾷ γραφῇ τὸ σύμβολον κεῖται. Καὶ γὰρ ὁπηνίκα τὸ τοῦ Θεοῦ πρόσταγμα Μωϋσῆς τῷ ἀδελφῷ μετεδίδου, ἀρχιερέα καθιστῶν τοῦτον, μετὰ τὸ ἐν ὕδατι λούσασθαι, ἔχρισε, καὶ ἐκαλεῖτο χριστὸς ἐκ τοῦ χρίσματος δηλαδὴ τοῦ τυπικοῦ. Οὕτω καὶ τὸν Σολομῶντα προάγων εἰς βασιλέα, ἔχρισεν αὐτὸν μετὰ τὸ λούσασθαι ἐν τῷ Γειὼν ὁ ἀρχιερεύς. Ἀλλὰ ταῦτα μὲν ἐκείνοις συνέβαινε τυπικῶς, ὑμῖν δὲ οὐ τυπικῶς, ἀλλ' ἀληθῶς, ἐπειδὴ ἀπὸ τοῦ ἁγίῳ Πνεύματι χρισθέντος ἀληθῶς ἡ ἀρχὴ τῆς ὑμετέρας σωτηρίας· ἐκεῖνος γὰρ ἀληθῶς ἀπαρχή, καὶ ὑμεῖς τὸ φύραμα· εἰ δὲ ἡ ἀπαρχὴ ἁγία, δηλονότι μεταβήσεται ἐπὶ τὸ φύραμα ἡ ἁγιότης. 3.7 Τοῦτο φυλάξατε ἄσπιλον· πάντων γὰρ ἔσται τοῦτο διδακτικόν, εἰ ἐν ὑμῖν μένοι, καθὼς ἀρτίως ἠκούσατε τοῦ μακαρίου Ἰωάννου λέγοντος καὶ πολλὰ περὶ τοῦ χρίσματος φιλοσοφοῦντος. Ἔστι γὰρ τοῦτο τὸ ἅγιον πνευματικὸν σώματος φυλακτήριον καὶ ψυχῆς σωτήριον. Τοῦτο ἐκ παλαιῶν χρόνων ὁ μακάριος Ἡσαΐας προφητεύων ἔλεγε· "Καὶ ποιήσει Κύριος πᾶσι τοῖς ἔθνεσι ἐπὶ τὸ ὄρος τοῦτο", ὄρος δὲ καλεῖ τὴν Ἐκκλησίαν, καὶ ἀλλαχοῦ, ὡς ὅταν λέγῃ· "Καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμφανὲς τὸ ὄρος Κυρίου" - "πίονται οἶνον, πίονται εὐφροσύνην, χρίσονται μύρον." Καὶ ἵνα ἀσφαλίσηταί σε ἀκούειν περὶ τοῦ