ἐστι τὸ ἀπὸ πειρασμοῦ ῥυσθῆναι. 5.18 "Ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ." Εἰ ἦν τὸ "Μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμὸν" τοῦ μηδόλως πειρασθῆ ναι παραστατικόν, οὐκ ἂν ἔλεγεν· "Ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ." Πονηρὸς δὲ ὁ ἀντικείμενος δαίμων, ἀφ' οὗ ῥυσθῆναι εὐχόμεθα. Εἶτα μετὰ τὴν πλήρωσιν τῆς εὐχῆς λέγεις "Ἀμήν", ἐπισφραγίζων διὰ τοῦ Ἀμήν, ὃ σημαίνει "γένοιτο", τὰ ἐν τῇ θεοδιδάκτῳ εὐχῇ. 5.19 Μετὰ ταῦτα λέγει ὁ ἱερεύς· "Τὰ ἅγια τοῖς ἁγίοις". Ἅγια τὰ προκείμενα, ἐπιφοίτησιν δεξάμενα ἁγίου Πνεύματος· ἅγιοι καὶ ὑμεῖς, Πνεύματος ἁγίου καταξιωθέντες. Τὰ ἅγια οὖν τοῖς ἁγίοις κατάλληλα. Εἶτα ὑμεῖς λέγετε· "Εἷς ἅγιος, εἷς Κύριος, Ἰησοῦς Χριστός". Ἀληθῶς γὰρ εἷς ἅγιος, φύσει ἅγιος· ἡμεῖς γάρ, εἰ καὶ ἅγιοι, ἀλλ' οὐ φύσει, ἀλλὰ μετοχῇ καὶ ἀσκήσει καὶ εὐχῇ. 5.20 Μετὰ ταῦτα ἀκούετε τοῦ ψάλλοντος μετὰ μέλους θείου προτρεπρομένου ὑμᾶς εἰς τὴν κοινωνίαν τῶν ἁγίων μυστηρίων καὶ λέγοντος· "Γεύσασθε καὶ ἴδετε, ὅτι χρηστὸς ὁ Κύριος." Μὴ τῷ λάρυγγι τῷ σωματικῷ ἐπιτρέπητε τὸ κριτικόν, ἀλλὰ τῇ ἀνενδοιάστῳ πίστει· γευόμενοι γὰρ οὐκ ἄρτου καὶ οἴνου γεύεσθε, ἀλλὰ ἀντιτύπου σώματος καὶ αἵματος Χριστοῦ. 5.21 Προσιὼν οὖν μὴ τεταμένοις τοῖς τῶν χειρῶν καρποῖς προσέρχου, μηδὲ διῃρημένοις τοῖς δακτύλοις· ἀλλὰ τὴν ἀριστερὰν θρόνον ποιήσας τῇ δεξιᾷ, ὡς μελλούσῃ Βασιλέα ὑποδέχεσθαι, καὶ κοιλάνας τὴν παλάμην δέχου τὸ σῶμα τοῦ Χριστοῦ, ἐπιλέγων "Ἀμήν". Μετ' ἀσφαλείας οὖν ἁγιάσας τοὺς ὀφθαλμοὺς τῇ ἐπαφῇ τοῦ ἁγίου σώματος μεταλάμβανε, προσέχων μὴ παραπολέσῃς τι ἐκ τούτου· ὅπερ γὰρ ἐὰν ἀπολέσῃς, τοῦτο ὡς ἀπὸ οἰκείου ἐζημιώθης μέλους. Εἰπὲ γάρ μοι, εἴ τίς σοι ἔδωκε ψήγματα χρυσίου, οὐκ ἂν μετὰ πάσης ἀσφαλείας ἐκράτεις, φυλαττόμενος μή τι αὐτῶν παραπολέσῃς καὶ ζημίαν ὑποστῇς; Οὐ πολλῷ οὖν μᾶλλον ἀσφαλέστερον τοῦ χρυσίου καὶ λίθων τιμίων τιμιωτέρον διασκοπήσεις ὑπὲρ τοῦ μὴ ψῖχα ἐκπεσεῖν; 5.22 Εἶτα μετὰ τὸ κοινωνῆσαί σε τοῦ σώματος τοῦ Χριστοῦ, προσέρχου καὶ τῷ ποτηρίῳ τοῦ αἵματος, μὴ ἀνατείνων τᾶς χεῖρας, ἀλλὰ κύπτων, καὶ τρόπῳ προσκυνήσεως καὶ σεβάσματος λέγων τὸ "Ἀμὴν", ἁγιάζου καὶ ἐκ τοῦ αἵματος μεταλαμβάνων Χριστοῦ. Ἔτι δὲ τῆς νοτίδος ἐνούσης τοῖς χείλεσι χερσὶν ἐπαφώμενος καὶ ὀφθαλμοὺς καὶ μέτωπον καὶ τὰ λοιπὰ ἁγίαζε αἰσθητήρια. Εἶτα ἀναμείνας τὴν εὐχήν, εὐχαρίστει τῷ Θεῷ τῷ καταξιώσαντί σε τῶν τηλικούτων μυστηρίων. 5.23 Ταύτας κατέχετε τὰς παραδόσεις ἀσπίλους, καὶ ἀπροσκόπους ἑαυτοὺς διαφυλάξατε· τῆς κοινωνίας ἑαυτοὺς μὴ ἀπορρήξητε, μὴ διὰ μολυσμὸν ἁμαρτίας τῶν ἱερῶν τούτων καὶ πνευματικῶν ἑαυτοὺς ἀποστερήσητε μυστηρίων. Ὁ δὲ Θεὸς τῆς εἰρήνης ἁγιάσαι ὑμᾶς ὁλοτελεῖς, καὶ ὁλόκληρον ὑμῶν τὸ σῶμα καὶ ἡ ψυχὴ καὶ τὸ πνεῦμα ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τηρηθείη," ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.