Mystagogiae

 πᾶσά ἐστιν ἁμαρτία, ᾗ καὶ ἀποτάσσεσθαι ἀναγκαῖον, ὡσεὶ καὶ τύραννόν τις ἀποφυγὼν πάντως που καὶ τὰ τούτου ὅπλα ἀπέφυγε. Πᾶσα οὖν κατ' εἶδος ἁμαρτία ἐγ

 ἐπὶ δὲ τοῦ ἁγίου τῆς παλιγγενεσίας λουτροῦ, ἀφεῖλεν ὁ Θεὸς πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου· οὐκ ἔτι γὰρ πενθεῖς, ἐκδεδυμένος τὸν παλαιὸν ἄνθρωπον· ἀλλ

 ἀμφοτέρων τούτων ποιητικός, καὶ σύνδρομος ἐγίνετο τῷ θανάτῳ ἡ γέννησις ἡ ὑμετέρα. 2.5 Ὢ ξένου καὶ παραδόξου πράγματος· οὐκ ἀληθῶς ἀπεθάνομεν, οὐδ' ἀλη

 ἐχρίσθη, ἀλλ' ὁ Πατὴρ αὐτὸν Σωτῆρα προχειρισάμενος τοῦ παντὸς κόσμου Πνεύματι ἔχρισεν ἁγίῳ, ὡς Πέτρος φησίν· Ἰησοῦν τὸν Ναζωραῖον, ὃν ἔχρισεν ὁ Θεὸς

 μύρου τούτου, ὡς μυστικοῦ, φησί· Παράδος ταῦτα πάντα τοῖς ἔθνεσιν· ἡ γὰρ βουλὴ Κυρίου ἐπὶ πάντα τὰ ἔθνη. Τούτῳ οὖν χρισθέντες τῷ ἁγίῳ μύρῳ, τηρήσατε

 ἄφεσιν ἁμαρτιῶν. 4.8 ∆ιὰ τοῦτο καὶ ὁ Σολομὼν ταύτην αἰνιττόμενος τὴν χάριν ἐν τῷ Ἐκκλησιαστῇ λέγει· ∆εῦρο, φάγε ἐν εὐφροσύνῃ ἄρτον σου, τὸν πνευματ

 ἱερεὺς κατ' ἐκείνην τὴν ὥραν πάντας ἀφιέναι φροντίδας βιωτικάς, μερίμνας κατ' οἶκον, καὶ ἔχειν ἐν οὐρανῷ τὴν καρδίαν πρὸς τὸν φιλάνθρωπον Θεόν. Εἶτα ἀ

 ἀμνηστίαν καὶ χάριτος μετουσίαν, ὡς καὶ Πατέρα ἐπικαλεῖσθαι. Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς. Οὐρανοὶ δὲ εἶεν ἂν καὶ οἱ τὴν τοῦ ἐπουρανίου φοροῦντες εἰ

 ἐστι τὸ ἀπὸ πειρασμοῦ ῥυσθῆναι. 5.18 Ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. Εἰ ἦν τὸ Μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμὸν τοῦ μηδόλως πειρασθῆ ναι παραστατι

μύρου τούτου, ὡς μυστικοῦ, φησί· "Παράδος ταῦτα πάντα τοῖς ἔθνεσιν· ἡ γὰρ βουλὴ Κυρίου ἐπὶ πάντα τὰ ἔθνη". Τούτῳ οὖν χρισθέντες τῷ ἁγίῳ μύρῳ, τηρήσατε αὐτὸ ἄσπι λον, ἄμωμον ἐν ὑμῖν, δι' ἔργων ἀγαθῶν προκόπτοντες, καὶ εὐάρεστοι γινόμενοι τῷ ἀρχηγῷ τῆς σωτηρίας ἡμῶν Χριστῷ Ἰησοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 4.τ ΚΑΤΗΧΗΣΙΣ ΜΥΣΤΑΓΩΓΙΚΗ ∆ʹ ΠΕΡΙ ΣΩΜΑΤΟΣ ΚΑΙ ΑΙΜΑΤΟΣ ΧΡΙΣΤΟΥ Καὶ ἀνάγνωσις ἐκ τῆς πρὸς Κορινθίους [ἐπιστολῆς]· "Ἐγὼ γὰρ παρέλαβον ἀπὸ τοῦ Κυρίου [ὃ] καὶ παρέδωκα ὑμῖν", καὶ τὰ ἑξῆς. 4.1 Καὶ αὕτη τοῦ μακαρίου Παύλου ἡ διδασκαλία ἱκανὴ καθέστηκε πληροφορῆσαι ὑμᾶς περὶ τῶν θείων μυστηρίων ὧν κατηξιώθητε, σύσσωμοι καὶ σύναιμοι τοῦ Χριστοῦ γενόμενοι. Αὐτὸς γὰρ ἄρτι ἐβόα·" Ὅτι ἐν τῇ νυκτὶ ᾗ παρεδίδοτο ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός, λαβὼν ἄρτον καὶ εὐχαριστήσας ἔκλασε καὶ ἔδωκε τοῖς ἑαυτοῦ μαθηταῖς, λέγων· Λάβετε, φάγετε, τοῦτό μού ἐστι τὸ σῶμα. Καὶ λαβὼν ποτήριον καὶ εὐχαριστήσας εἶπε· Λάβετε, πίετε, τοῦτό μού ἐστι τὸ αἷμα." Αὐτοῦ οὖν ἀποφηναμένου καὶ εἰπόντος περὶ τοῦ ἄρτου· "Τοῦτό μού ἐστι τὸ σῶμα", τίς τολμήσει ἀμφιβάλλειν λοιπόν; Καὶ αὐτοῦ διαβεβαιωσαμένου καὶ εἰρηκότος· "Τοῦτό μού ἐστι τὸ αἷμα", τίς ἐνδοιάσει ποτὲ λέγων μὴ εἶναι αὐτοῦ αἷμα; 4.2 Τὸ ὕδωρ ποτὲ εἰς οἶνον οἰκείῳ νεύματι μεταβέβληκεν ἐν Κανᾶ τῆς Γαλιλαίας, καὶ οὐκ ἀξιόπιστός ἐστιν οἶνον εἰς αἷμα μεταβαλών; Εἰς γάμον σωματικὸν κληθεὶς ταύτην ἐθαυματούργησε τὴν παραδοξοποΐαν, καὶ τοῖς υἱοῖς τοῦ νυμφῶνος οὐ πολλῷ μᾶλλον τὴν ἀπόλαυσιν τοῦ σώματος αὐτοῦ καὶ τοῦ αἵματος δωρησάμενος ὁμολογηθήσεται; 4.3 Ὥστε μετὰ πάσης πληροφορίας ὡς σώματος καὶ αἵματος μεταλαμβάνομεν Χριστοῦ. Ἐν τύπῳ γὰρ ἄρτου δίδοταί σοι τὸ σῶμα, καὶ ἐν τύπῳ οἴνου δίδοταί σοι τὸ αἷμα, ἵνα γένῃ, μεταλαβὼν σώματος καὶ αἵματος Χριστοῦ, σύσσωμος καὶ σύναιμος Χριστοῦ. Οὕτω γὰρ καὶ χριστοφόροι γινόμεθα, τοῦ σώματος αὐτοῦ καὶ τοῦ αἵματος εἰς τὰ ἡμέτερα ἀναδιδομένου μέλη. Οὕτω κατὰ τὸν μακάριον Πέτρον θείας "κοινωνοὶ γινόμεθα φύσεως". 4.4 Ποτὲ Χριστὸς τοῖς Ἰουδαίοις διαλεγόμενος ἔλεγεν· "Ἐὰν μὴ φάγητέ μου τὴν σάρκα καὶ πίητέ μου τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς." Ἐκεῖνοι, μὴ ἀκηκοότες πνευματικῶς τῶν λεγομένων, σκανδαλισθέντες ἀπῆλθον εἰς τὰ ὀπίσω, νομίζοντες τὸν Σωτῆρα ἐπὶ σαρκοφαγίαν αὐτοὺς προτρέπεσθαι. 4.5 Ἦσαν καὶ ἐν παλαιᾷ διαθήκῃ ἄρτοι προθέσεως· ἀλλ' ἐκεῖνοι παλαιᾶς ὄντες διαθήκης τέλος εἰλήφασιν. Ἐν δὲ τῇ καινῇ διαθήκῃ ἄρτος οὐράνιος καὶ ποτήριον σωτηρίου, ψυχὴν καὶ σῶμα ἁγιάζοντα. Ὥσπερ γὰρ ὁ ἄρτος τῷ σώματι κατάλληλος, οὕτω καὶ ὁ Λόγος τῇ ψυχῇ ἁρμόδιος. 4.6 Μὴ πρόσεχε οὖν ὡς ψιλοῖς τῷ ἄρτῳ καὶ τῷ οἴνῳ· σῶμα γὰρ καὶ αἷμα κατὰ τὴν δεσποτικὴν τυγχάνει ἀπόφασιν. Εἰ γὰρ καὶ ἡ αἴσθησίς σοι τοῦτο ὑποβάλλει, ἀλλὰ ἡ πίστις σε βεβαιούτω. Μὴ ἀπὸ τῆς γεύσεως κρίνῃς τὸ πρᾶγμα, ἀλλ' ἀπὸ τῆς πίστεως πληροφοροῦ ἀνενδοιάστως, σώματος καὶ αἵματος Χριστοῦ καταξιωθείς. 4.7 Καὶ ὑπαγορεύει σοι ∆αβὶδ ὁ μακάριος τὴν δύναμιν, λέγων· "Ἡτοίμασας ἐνώπιόν μου τράπεζαν ἐξεναντίας τῶν θλιβόντων με." Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Πρὸ τῆς σῆς παρουσίας, τράπεζαν οἱ δαίμονες τοῖς ἀνθρώποις ἡτοίμαζον, ἠλισγημένην καὶ μεμιασμένην, καὶ διαβολικῆς πεπληρωμένην δυνάμεως· ἀλλὰ μετὰ τὴν σὴν παρουσίαν, ὦ ∆έσποτα, ἡτοίμασας ἐνώπιόν μου τράπεζαν. Ὅταν ἄνθρωπος λέγῃ Θεῷ· "Ἡτοίμασας ἐνώπιόν μου τράπεζαν", τί ἄλλο σημαίνει ἢ τὴν μυστικὴν καὶ νοητὴν τράπεζαν, ἣν ὁ Θεὸς ἡμῖν ἡτοίμασεν ἐξεναντίας, ἀντὶ τοῦ ἐκ τοῦ ἐναντίου, ἀντικειμένως τοῖς δαίμοσιν; Καὶ μάλα εἰκότως· ἐκείνη μὲν γὰρ κοινωνίαν εἶχε δαιμόνων, αὕτη δὲ κοινωνίαν Θεοῦ. "Ἐλίπανας ἐν ἐλαίῳ τὴν κεφαλήν μου." Ἐλαίῳ ἐλίπανέ σου τὴν κεφαλὴν ἐπὶ μετώπου διὰ τὴν σφραγῖδα, ἣν ἔχεις τοῦ Θεοῦ, ἵνα γενήσῃ ἐκτύπωμα σφραγῖδος, ἁγίασμα Θεοῦ. "Καὶ τὸ ποτήριόν σου μεθύσκον με ὡσεὶ κράτιστον." Ὁρᾷς ἐνταῦθα ποτήριον λεγόμενον, ὃ λαβὼν Ἰησοῦς μετὰ χεῖρας καὶ εὐχαριστήσας εἶπε· "Τοῦτό μού ἐστι τὸ αἷμα, τὸ ὑπὲρ πολλῶν ἐκχυνόμενον εἰς