1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

2

τῶν ἱερῶν σου. Μνημόνευσον οὖν, ∆έσποτα, καὶ νῦν, πάντων τῶν ἐντειλαμένων ἡμῖν ἀναξίοις, τοῦ μνημονεύειν αὐ τῶν εἰς τὰς δεήσεις ἡμετέρας, καὶ τὰς αἰτήσεις, ἃς ἀναβιβάζομέν σοι, Κύριε ὁ Θεὸς ἡμῶν. Τοὺς προτετελευτηκότας, ἀνάπαυσον αὐτούς· κάμνοντας, ἔῤῥω σον αὐτούς· σὺ γὰρ εἶ ζωὴ ἡμῶν πάντων, καὶ σω τηρία ἡμῶν πάντων· καὶ ἐλπὶς ἡμῶν πάντων, καὶ ἴασις ἡμῶν πάντων, καὶ ἀνάστασις οἰκεία πάντων ἡμῶν· καὶ σοὶ τὴν δόξαν, τιμὴν, καὶ προσκύνησιν ἀναπέμπομεν, σὺν τῷ παντοκράτορί σου, καὶ παν τεπόπτῃ τεκόντι καὶ τῷ παναγίῳ καὶ ζωαρχικῷ καὶ ὁμοουσίῳ σου Πνεύματι, νῦν καὶ ἀεί. Εὐχὴ τοῦ καταπετάσματος. Οὐδεὶς ἄξιος τῶν συνδεδεμένων ταῖς σαρκικαῖς ἐπιθυμίαις καὶ ἡδοναῖς προσέρχεσθαι, ἢ προσεγγίζειν, ἢ λειτουργεῖν σοι, Βασιλεῦ τῆς δόξης. Τὸ γὰρ διακονεῖν σοι, μέγα καὶ φοβερὸν, καὶ αὐταῖς ταῖς ἐπουρανίαις δυνάμεσιν ἀπρόσιτον. Ἀλλ' ὅμως διὰ τὴν ἄφατον καὶ ἄμετρόν σου φιλανθρωπίαν, ἀτρέ πτως, καὶ ἀναλλοίως γέγονας ἄνθρωπος, καὶ ἀρχιε 36.704 ρεὺς ἡμῖν ἐχρημάτισας, καὶ τῆς λειτουργικῆς ταύ της καὶ ἀναιμάκτου θυσίας τὴν ἱερουργίαν παρ έδωκας ἡμῖν, ὡς ∆εσπότης τῶν ἁπάντων.

Σὺ γὰρ (εἶ*) δεσπόζεις τῶν ἐπουρανίων, καὶ ἐπιγείων καὶ τῶν καταχθονίων· ὁ ἐπὶ θρόνου χερουβικοῦ ἐποχού μενος· ὁ τῶν σεραφὶμ Κύριος, καὶ Βασιλεὺς τοῦ Ἰσραήλ· ὁ μόνος ἅγιος, καὶ ἐν ἁγίοις ἀναπαυόμε νος. Σὲ τοίνυν δυσωπῶ τὸν μόνον ἀγαθὸν, καὶ εὐ ήκοον Θεὸν, ἐπίβλεψον ἐπ' ἐμὲ τὸν ἁμαρτωλὸν, καὶ ἀχρεῖον δοῦλόν σου· καὶ ἱκάνωσόν με τῇ δυνάμει τοῦ ἁγίου Πνεύματος, ἐνδεδυμένον τὴν τῆς ἱερατείας χάριν, παραστῆναι τῇ ἁγίᾳ σου ταύτῃ τραπέζῃ, καὶ ἱερουργῆσαι τὸ ἄχραντόν σου σῶμα, καὶ τὸ τιμιόν σου αἷμα.

Σοὶ γὰρ προσέρχομαι κλίνας τὸν ἐμαυτοῦ αὐχένα· καὶ δέομαί σου, μὴ ἀποστρέψῃς τὸ πρόσ ωπόν σου ἀπ' ἐμοῦ· μηδὲ ἀποδοκιμάσῃς με ἐκ παί δων σου· ἀλλ' ἀξίωσόν με προσενεχθῆναί σοι τὰ δῶρα ταῦτα, ὑπ' ἐμοῦ τοῦ ἁμαρτωλοῦ καὶ ἀναξίου δούλου σου· Σὺ γὰρ εἶ ἁγιάζων καὶ ἁγιαζόμενος· προσφέρων τε καὶ προσφερόμενος· ὁ δεχόμενος καὶ δεκτός· ὁ διδοὺς καὶ διαδιδόμενος· καὶ σοὶ δόξαν ἀναπέμπομεν, μετὰ τοῦ Πατρὸς καὶ τοῦ ἁγίου Πνεύματος.

Εὐχὴ ἄλλη καταπετάσματος παρ' Αἰγυπτίοις. Κύριε ὁ Θεὸς ἡμῶν ὁ παντοκράτωρ, ὁ ἐπιστά μενος τὸν νοῦν τῶν ἀνθρώπων,

ὁ ἐτάζων καρδίας, καὶ νεφρούς· ὁ ἐμὲ τὸν ἀνάξιον καλέσας πρὸς τὴν σὴν λειτουργίαν ταύτην· μὴ βδελύξῃς με, μηδὲ τὸ πρόσωπόν σου ἀποστρέψῃς ἀπ' ἐμοῦ· ἀλλ' ἐξάλειψόν μου πάντα τὰ παραπτώματα, καὶ ἀπόπλυνόν μου τὸν ῥύπον τοῦ σώματος, καὶ τὸν σπῖλον τῆς ψυχῆς, καὶ ὅλον με ἁγίασον, ἵνα μὴ ἱκετεύων σε δοῦναι ἄφεσιν ἄλλοις ἁμαρτιῶν, αὐτὸς ἀδόκιμος γένωμαι. Ναὶ, Κύριε, μὴ ἀποστραφείης με τεταπεινωμένον καὶ κατησχυμμένον, ἀλλ' ἐξαπόστειλόν μοι τὴν χά ριν τοῦ ἁγίου σου Πνεύματος, καὶ ἀξίωσόν με πα ραστῆναι ἐπὶ τὸ ἅγιόν σου θυσιαστήριον ἀκατακρί τως, καὶ προσφέρειν σοι λογικὴν καὶ ἀναίμακτον προσφορὰν ταύτην, μετὰ συνειδήσεως καθαρᾶς, εἰς συγχώρησιν τῶν ἡμῶν ἁμαρτημάτων, καὶ τῶν πα ραπτωμάτων· καὶ εἰς ἄφεσιν τῶν τοῦ λαοῦ σου ἀγνοημάτων· εἰς ἀνάπαυσιν καὶ ἀναψυχὴν τῶν προ κεκοιμημένων πατέρων ἡμῶν καὶ ἀδελφῶν, καὶ εἰς στηριγμὸν παντὸς τοῦ λαοῦ σου, εἰς δόξαν σὴν τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος νῦν.

Εὐχὴ τοῦ ἀσπασμοῦ Εἰρήνη πᾶσιν. Ὁ ὢν, καὶ προὼν, καὶ διαμένων εἰς τοὺς αἰῶνας· ὁ τῷ Πατρὶ

συναΐδιος καὶ ὁμοούσιος, καὶ σύνθρονος καὶ συνδημιουργός. Ὁ διὰ μόνην ἀγαθότητα