1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

8

Γρηγορίου. Καὶ ὧν ἐν τῇ σήμερον ἡμέρᾳ τὴν ὑπόμνησιν ποιούμεθα, καὶ παντὸς χοροῦ τῶν ἁγίων σου, ὧν ταῖς εὐχαῖς καὶ πρεσβείαις, καὶ ἡμᾶς ἐλέησον, καὶ σῶ σον διὰ τὸ ὄνομά σου τὸ ἅγιον, τὸ ἐπικληθὲν ἐφ' ἡμᾶς.

Ὁ διάκονος λέγει τὰ ∆ίπτυχα. Ὁ ἱερεὺς λέγει ἐν ἑαυτῷ. Μνήσθητι, Κύριε, τῶν προκεκοιμημένων ἐν τῇ

ὀρθοδόξῳ πίστει πατέρων ἡμῶν καὶ ἀδελφῶν, καὶ ἀνάπαυσον τὰς ψυχὰς αὐτῶν μετὰ ὁσίων, μετὰ δικαίων. Ἔκθρεψον, σύναψον εἰς τόπον χλόης, ἐπὶ ὕδατος ἀναπαύσεως, ἐν παραδείσῳ τρυφῆς, καὶ μετὰ τούτων ὧν εἴπομεν τὰ ὀνόματα αὐτῶν. Τότε μνημονεύει ζώντων καὶ νεκρῶν, καὶ μετὰ δίπτυχα ὁ ἱερεὺς λέγει. Μνήσθητι, Κύριε, ὧν ἐμνήσθημεν, καὶ ὧν οὐκ ἐμνήσθημεν, πιστῶν καὶ ὀρθοδόξων, μεθ' ὧν καὶ ἡμῖν σὺν αὐτοῖς ὡς ἀγαθὸς καὶ φιλάνθρωπος Θεός.

Ὁ λαὸς λέγει. Ἄνες, ἄφες, συγχώρησον. Ὁ ἱερεὺς λέγει. Σὺ γὰρ εἶ ὁ Θεὸς ἡμῶν, ἐλεή μων, ὁ μὴ βουλόμενος τὸν

θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τοῦ ἐπιστρέψαι καὶ ζῇν αὐτόν. Ὁ Θεὸς, ἐπίσκεψον ἡμᾶς ἐν τῷ σωτηρίῳ σου· ποίησον μεθ' ἡμῶν κατὰ τὴν ἐπιείκειάν σου, ὁ ποιῶν ὑπὲρ ἐκ περισ σοῦ ὧν αἰτούμεθα, ἢ νοοῦμεν· ἵνα σου καὶ ἐν τούτῳ καθὼς καὶ ἐν παντὶ δοξασθῇ καὶ ὑψωθῇ καὶ ὑμνηθῇ, καὶ εὐλογηθῇ καὶ ἁγιασθῇ τὸ πανάγιον καὶ ἔντιμον, καὶ εὐλογημένον σου ὄνομα, ἅμα τῷ ἀχράντῳ σου Πατρὶ καὶ ἁγίῳ Πνεύματι.

Ὁ λαὸς λέγει. Ὡς ἦν, καὶ ἔστι, καὶ ἔσται. Ὁ διάκονος λέγει. Κατέλθετε, οἱ διάκονοι. Ὁ ἱερεὺς λέγει. Εἰρήνη πᾶσιν. Ὁ λαὸς λέγει. Καὶ τῷ πνεύματί σου. Προοίμιον τῆς κλάσεως. Ὁ ἱερεὺς λέγει. Ἰησοῦ Χριστὲ, τὸ σωτήριον 36.721 ὄνομα, ὁ τὰ θεῖα καὶ

ἄχραντα καὶ ἐπουράνια ταῦτα μυστήρια διατυπώσας· ὁ τοὺς μὲν ἱερεῖς ἐν τάξει ὑπηρετῶν στήσας· διὰ δὲ τῆς ἀοράτου σου δυνάμεως αὐτὰ μεταστοιχειώσας. Ὁ τοῖς καθαροῖς τῇ καρδίᾳ ἐπιφαινόμενος, καὶ τοῖς γνησίως προσιοῦσι διὰ σεαυ τοῦ * παρέχοντος. Ὁ τότε εὐλογήσας, καὶ νῦν εὐλόγησον. Ὁ τότε ἁγιάσας, καὶ νῦν ἁγίασον. Ὁ τότε κλάσας, καὶ νῦν διάθρεψον. Ὁ τότε διαδοὺς τοῖς ἑαυτοῦ μαθηταῖς καὶ ἀποστόλοις, καὶ νῦν, ∆έσποτα, διάδος ἡμῖν καὶ παντὶ τῷ λαῷ σου, φιλάνθρωπε, παντόκρατορ, Κύριε ὁ Θεὸς ἡμῶν.

Ὁ διάκονος λέγει. Προσεύξασθε. Ὁ λαὸς λέγει. Κύριε ἐλέησον. Ὁ ἱερεὺς λέγει. Εἰρήνη πᾶσιν. Ὁ λαὸς λέγει. Καὶ τῷ πνεύματί σου. Εὐχὴ τῆς κλάσεως. Ὁ ὢν, ὁ ἦν, ὁ ἐλθὼν, καὶ πάλιν ἐρχόμενος· ὁ ἐν δεξιᾷ τοῦ

Πατρὸς καθήμενος· ὁ ἄρτος, ὁ κατα βὰς ἐκ τοῦ οὐρανοῦ, καὶ ζωὴν διδοὺς τῷ κόσμῳ· ὁ μέγας ἀρχιερεὺς, ὁ ἀρχηγὸς τῆς σωτηρίας ἡμῶν· τὸ φῶς ἀληθινὸν τὸ πρὸ πάντων αἰώνων. Ὃς ὢν ἀπαύγασμα τῆς δόξης, καὶ χαρακτὴρ τῆς ὑποστά σεως αὐτοῦ τοῦ ἰδίου σου Πατρός· ὁ εὐδοκήσας καὶ καταξιώσας κατελθεῖν ἐκ τῶν ὑψωμάτων τοῦ οὐρα νοῦ, ἐκ κόλπων τοῦ ἀπροσίτου φωτὸς, καὶ ἀληθινοῦ καὶ ἀοράτου μόνου Πατρός. Σαρκωθεὶς δὲ ἐκ Πνεύματος ἁγίου, καὶ ἐκ τῆς πανενδόξου, ἀχράντου, ἁγίας δεσποίνης ὑμῶν Θεοτόκου, καὶ ἀειπαρθένου Μαρίας, καὶ τελέως ἐνανθρωπήσας· καὶ κατὰ μετά στασιν, τὴν ἀνθρωπότητα ἀναλλοιώσας· ἑνώσας ἑαυ τῷ καθ' ὑπόστασιν, ἀφράστως καὶ ἀπερινοήτως, ἀτρέπτως δὲ καὶ ἀσυγχύτως, ψυχὴν ἔχουσαν λογικήν τε καὶ νοερὰν, οὕτως προῆλθες ἐξ αὐτῆς θεανθρωπωθείς· ὁμοούσιος Πατρὶ κατὰ τὴν θεότητα, καὶ ὁμοούσιος ἡμῖν κατὰ τὴν ἀνθρωπότητα. Οὐ δύο πρόσωπα οὖν, οὐδὲ δύο μορφὰς ἤγουν, οὐδὲ ἐν δυσὶ φύσεσι γνωριζόμενος, ἀλλ' εἷς Θεὸς, εἷς Κύριος, μία