1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

12

λάβωμεν ἐξ αὐτῶν εὐχαριστία*. ∆ιὸ ἐξομολογοῦμέν σοι νῦν, φιλάνθρωπε, ἀγαθὲ, καὶ σοὶ τὴν δόξαν, καὶ τὴν τιμὴν, καὶ τὴν προσκύνησιν διηνεκῶς ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ ἁγίῳ σου Πνεύματι, νῦν, κ. τ. λ.

Ὁ διάκονος λέγει. Τὰς κεφαλὰς ὑμῶν τῷ Κυρίῳ κλίνατε. Εὐχὴ τῆς κεφαλοκλισίας. Ὁ ὢν, ὁ ἦν, ὁ ἐλθὼν εἰς τὸν κόσμον τοῦ φωτίσαι

αὐτόν· ὁ σαρκωθεὶς, ἐνανθρωπήσας, καὶ σταυρωθεὶς δι' ἡμᾶς, καὶ παθὼν ἑκουσίως σαρκὶ, καὶ μείνας ἀπαθὴς, ὡς Θεός· καὶ ταφεὶς, καὶ ἀναστὰς τῇ τρίτῃ ἡμέρᾳ, καὶ ἀνελθὼν εἰς οὐρανοὺς, καὶ καθίσας ἐν δεξιᾷ τῆς μεγαλοσύνης τῆς δόξης τοῦ Πατρὸς, τό τε θεῖον, καὶ ἅγιον, καὶ ὁμοούσιον, καὶ ὁμοδύναμον, καὶ ὁμόδοξον, καὶ συναΐδιον Πνεῦμα καταπέμψας ἐπὶ τοὺς ἁγίους σου μαθητὰς, καὶ ἀποστόλους, καὶ διὰ τούτου φωτίσας μὲν αὐτοὺς, δι' αὐτῶν δὲ πᾶσαν τὴν οἰκουμένην, Χριστὲ, ὁ ἀληθινὸς Θεὸς ἡμῶν. .... καὶ Γαβριὴλ καὶ Ῥαφαήλ. Καὶ τῶν ἀγγέλων τετραμόρφων ζώων ἀσωμάτων· καὶ τῶν ἀγγέλων, εἴκοσι τεσσάρων πρεσβυτέρων. Τοῦ ἁγίου ἐνδόξου, προφήτου, προδρόμου, βαπτιστοῦ, καὶ μάρτυρος Ἰωάννου. Τοῦ ἁγίου Στεφάνου τοῦ πρωτοδιακόνου καὶ πρωτομάρτυρος. 36.733 Τῶν θείων, ἱερῶν, ἐνδόξων ἀποστόλων, ἀθλοφόρων προφητῶν, καὶ καλλινίκων μαρτύρων. Καὶ τοῦ ἁγίου καὶ μακαρίου Πατρὸς ἡμῶν Μάρκου τοῦ ἀποστόλου καὶ εὐαγγελιστοῦ, καὶ πάντων τῶν ἁγίων σου. Καὶ σῶσον, καὶ ἐλέησον, καὶ εὐλόγησον πάντα Χριστιανόν. Καὶ σοὶ τὴν δόξαν καὶ τιμὴν, καὶ προσκύνησιν σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι νῦν καὶ ἀεί.

Ἐν εἰρήνῃ τοῦ Θεοῦ ἐτελειώθη ἡ θεία Λειτουργία, ἡ ὡρισμένη τῷ ἐν ἁγίοις

Πατρὶ ἡμῶν Θεολόγῳ Γρηγορίῳ.