9
οὐσία, μία βασιλεία, μία δεσποτεία, μία ἐνέρ 36.724 γεια, μία ὑπόστασις, μία θέλησις, μία φύσις τοῦ Θεοῦ Λόγου σεσαρκωμένη, καὶ προσκυνουμένη. Σταυρωθεὶς δὲ ὑπὸ Ποντίου Πιλάτου, καὶ ὁμολογήσας τὴν καλὴν ὁμολογίαν· παθὼν καὶ ταφεὶς καὶ ἀνα στὰς τῇ τρίτῃ ἡμέρᾳ, καὶ ἀνελθὼν εἰς οὐρανοὺς, καὶ καθίσας ἐν τῇ δεξιᾷ τῆς μεγαλωσύνης τοῦ Πατρὸς, πατήσας τὸν θάνατον, καὶ τὸν ᾅδην σκυλεύ σας, συντρίψας πύλας χαλκᾶς, καὶ μοχλοὺς σιδη ροῦς συνθλάσας, καὶ τὸν αἰχμάλωτον Ἀδὰμ ἀνα καλεσάμενος ἐκ φθορᾶς, καὶ ἡμᾶς ἐλευθερώσας ἐκ τῆς τοῦ διαβόλου δουλείας. ∆ι' ὃ δεόμεθα καὶ παρακαλοῦμέν σε, φιλάνθρωπε, ἀγαθὲ, καταξίωσον ἡμᾶς ἐν καθαρᾷ καρδίᾳ τολμᾷν ἀφόβως ἐπιβοᾶσθαι τὸν πάντων δεσπότην ἐπουράνιον Θεὸν, Πατέρα ἅγιον, καὶ λέγειν, κ. τ. λ.
Εὐχὴ ἄλλη τῆς κλάσεως. Σὺ γὰρ εἶ ὁ Λόγος τοῦ Πατρὸς, ὁ προαιώνιος Θεὸς, ὁ
μέγας Ἀρχιερεὺς, ὁ ἐπὶ σωτηρίας τοῦ γένους τῶν ἀνθρώπων σαρκωθεὶς καὶ ἐνανθρωπή σας, καὶ προσκαλεσάμενος ἑαυτῷ ἐκ πάντων τῶν ἐθνῶν γένος ἐκλεκτὸν, βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον, λαὸν εἰς περιποίησιν. ∆ι' ὃ δεόμεθα, καὶ παρακαλοῦμέν σε, φιλάνθρωπε, ἀγαθὲ Κύριε, μὴ εἰς ἔλεγχον καὶ ὄνειδος, μὴ εἰς κρῖμα, μηδὲ εἰς κατάκριμα τῶν ἡμετέρων ἁμαρτιῶν γενηθήτω ἡ θυσία αὐτή· ὑπὲρ γὰρ * τῶν ἀσθενειῶν ἡμῶν προσ ηνέγκαμεν· ἀλλ' ὥσπερ τὰ πανάγιά σου τίμια δῶρα ταῦτα πάσης ἁγιωσύνης ἐμπλῆσαι κατηξίωσας, διὰ τῆς ἐπιφοιτήσεως τοῦ παναγίου σου Πνεύματος ἐπ' αὐτῶν, οὕτως καὶ ἡμῶν τῶν ἁμαρτωλῶν, δούλων σου, ἁγιάσαι καταξίωσον τὰς ψυχὰς, τὰ σώματα, τὰ πνεύματα, τὰς συνειδήσεις, ὅπως πεφωτισμένῃ ψυχῇ, ἀνεπαισχύντῳ προσώπῳ, καρδίᾳ καθαρᾷ, συν ειδήσει ἀνυποκρίτῳ, ἡγιασμένοις χείλεσιν, ἀγάπῃ τελείᾳ, ἐλπίδι ἀσφαλεῖ, τολμῶμεν μετὰ παῤῥη σίας, ἄνευ φόβου, λέγειν τὴν ἁγίαν προσευχὴν, ἣν μετέδωκας τοῖς ἰδίοις τοῖς ἁγίοις σου μαθηταῖς καὶ ἱεροῖς ἀποστόλοις. Ὅταν προσεύχησθε, οὕτως προσ εύχεσθε ὑμεῖς. Πάτερ ἡμῶν, κ. τ. λ.
Ὁ λαὸς λέγει. Ἁγιασθήτω. Εὐχὴ ἄλλη τῆς κλάσεως. Εὐλογητὸς εἶ, Χριστὲ ὁ Θεὸς, ὁ παντοκράτωρ, ὁ
λυτρωτὴς τῆς ἑαυτοῦ Ἐκκλησίας· ὦ Λόγε, ὃν προνοοῦσιν αὐτὸν, καὶ ἄνθρωπε, ὃν προθεωροῦσιν αὐτόν. Ὁ διὰ τῆς ἀκαταλήπτου αὐτοῦ σαρκώσεως, ἑτοιμάσας ἡμῖν ἄρτον ἐπουράνιον, τοῦτο τὸ σῶμά σου, ὃν ἔθου ἐν μυστήριον* καὶ πανάγιον ἐν τοῖς ἅπασιν. Ἐκέρασας ἡμῖν ποτήριον ἐξ ἀμπέλου ἀλη θείας, ἐκ θείας καὶ ἀχράντου σου πλευρᾶς. Ὁ καὶ μετὰ δεδωκέναι τὸ πνεῦμα ἐκχέων ἐξ αὐτῆς αἷμα καὶ ὕδωρ, οἷς ἁγιασμὸς τῷ κόσμῳ παντί. Κτῆσαι ἡμᾶς, ἀγαθὲ Κύριε, τοὺς ἀναξίους δούλους σου· ποίησον ἡμᾶς λαὸν περιούσιον, βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον. Ἁγίασον καὶ ἡμᾶς, ὁ Θεὸς, ὥσπερ ἡγίασας τὰ προκείμενα καὶ ἅγια δῶρα ταῦτα, καὶ ἐποίησας αὐτὰ ἀόρατα ἐκ τῶν ὁρατῶν, μυστήρια ὧν* προνοοῦσιν, αὐτά σοι, Κύριε ὁ Θεὸς, ὁ Σωτὴρ 36.725 ἡμῶν Ἰησοῦς Χριστός. Σὺ οὖν, Κύριε, διὰ τῆς πολλῆς σου εὐσπλαγχνίας κατηξίωσας ἡμᾶς διὰ τοῦ βαπτίσματος γενέσθαι εἰς υἱοὺς καὶ κληρονόμους. Ἐδίδαξας ἡμᾶς τὸν τύπον τῆς προσευχῆς ὅς ἐστιν ἐμμυστήριος, τοῦ προσεύχεσθαι ἐν αὐτῇ τὸν ἄχραν τόν σου Πατέρα. Σὺ οὖν καὶ νῦν, δέσποτα Κύριε, καταξίωσον ἡμᾶς ἐν ἁγιασμένῃ συνειδήσει, καὶ λο γισμῷ ἀγαθῷ ὃν πρέπει ..... πόθῳ καὶ παῤῥησίᾳ ἀγαθῇ τολμᾷν ἐπικαλεῖσθαι τὸν ἐν τοῖς οὐρανοῖς ἅγιον Θεὸν, Πατέρα σου, καὶ λέγειν.
Ὁ λαὸς λέγει. Πάτερ ἡμῶν. Καὶ μετὰ τὸ Πάτερ ἡμῶν ὁ ἱερεὺς λέγει. Ναὶ, Κύριε, Κύριε, ὁ δεδωκὼς ἡμῖν
τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶ σαν δύναμιν τοῦ ἐχθροῦ, σύντριψον καὶ καθυπόταξον τὰς κεφαλὰς τῶν ἐχθρῶν ἡμῶν ὑπὸ τοὺς πόδας