1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

7

ψυχῆς, ταπεινώσεώς μου, καὶ συγχώρησόν μοι πάντα τὰ ἐμὰ πλημμελήματα καὶ ὅπου ἐπλεό νασεν ἡ ἁμαρτία, περίσσευσόν σου τὴν χάριν, καὶ μὴ διὰ τὰς ἐμὰς ἁμαρτίας, καὶ τὴν βεβήλωσιν τῆς καρδίας μου, ὑστερήσῃς τὸν λαόν σου τῆς χάριτος τοῦ ἁγίου σου Πνεύματος. Ὑψώσει τὴν κεφαλὴν καὶ ἐκφωνήσει. Ὁ γὰρ λαός σου καὶ ἡ Ἐκκλησία σου ἱκετεύει σε, καὶ διὰ σοῦ καὶ σὺν σοὶ τὸν Πατέρα λέγουσα.

Ὁ λαὸς λέγει. Ἐλέησον ἡμᾶς, ὁ Θεὸς, ὁ Σωτὴρ ἡμῶν. Γʹ. Ὁ ἱερεὺς λέγει. Ἐλέησον ἡμᾶς, ὁ Θεὸς, ὁ Σωτὴρ ἡμῶν. Γʹ. Ὁ λαὸς λέγει. Κύριε ἐλέησον. Γʹ. Ὁ ἱερεὺς λέγει. Μνήσθητι, Κύριε, τοῦ ἀέρος καὶ τῶν καρπῶν τῆς γῆς.

Μνήσθητι, Κύριε, τῆς συμμέτρου ἀναβάσεως τῶν ποταμείων ὑδάτων. Μνήσθητι, Κύριε, τῶν ὑετῶν καὶ τῶν σπορίμων τῆς γῆς. 36.717 Εὔφρανον πάλιν καὶ ἀνακαίνισον τὸ πρόσωπον τῆς γῆς. Τοὺς αὔλακας αὐτῆς μέθυσον, πλήθυνον τὰ γεν νήματα αὐτῆς· παράστησον ἡμῖν αὐτὰ εἰς σπέρμα, καὶ εἰς θερισμὸν, καὶ νῦν εὐλογῶν εὐλόγησον. Τὴν ζωὴν ἡμῶν οἰκονόμησον. Εὐλόγησον τὸν στέφανον τοῦ ἐνιαυτοῦ τῆς χρηστότητός σου, διὰ τοὺς πτω χοὺς τοῦ λαοῦ σου, διὰ τὴν χήραν, καὶ τὸν ὀρφανὸν, διὰ τὸν ξένον, καὶ τὸν προσήλυτον, καὶ δι' ἡμᾶς πάντας τοὺς ἐλπίζοντας ἐπὶ σοὶ, καὶ ἐπικαλουμένους τὸ ὄνομά σου τὸ ἅγιον. Οἱ γὰρ ὀφθαλμοὶ πάντων εἰς σὲ ἐλπίζουσι, καὶ σὺ δίδως τὴν τροφὴν αὐτῶν ἐν εὐκαιρίᾳ. Ποίησον μεθ' ἡμῶν κατὰ τὴν ἀγαθό τητά σου, ὁ διδοὺς τροφὴν πάσῃ σαρκί. Πλήρωσον χαρᾶς καὶ εὐφροσύνης τὰς καρδίας ἡμῶν, ἵνα ἐν πᾶσι, πάντοτε πᾶσαν αὐτάρκειαν ἔχοντες, περισσεύσωμεν εἰς πᾶν ἔργον ἀγαθὸν, τοῦ ποιεῖν τὸ θέλημά σου τὸ ἅγιον. Ὁ λαὸς λέγει. Κύριε ἐλέησον. Ὁ ἱερεὺς λέγει, καὶ ὁ λαὸς ἀποκρίνεται. Κύριε ἐλέησον. Χάρισαι τῷ λαῷ σου τὴν ὁμόνοιαν. Τῷ κόσμῳ τὴν εὐστάθειαν. Τῷ ἀέρι τὴν εὐκρασίαν. Τοῖς νοσοῦσι τὴν σωτηρίαν. Τοῖς δεομένοις τὴν ἀνάψυξιν. Τοῖς ἐν ἐξορίαις τὴν ἄνεσιν. Τοῖς ὀρφανοῖς τὴν βοήθειαν. Ταῖς χήραις τὴν ἀντίληψιν. Τοῖς θλιβομένοις ἐπάρκησον εἰς ἀγαθόν. Τοὺς ἑστῶτας ὀχύρωσον. Τοὺς πεπτωκότας ἔγειρον. Τοὺς ἑστηκότας ἀσφάλισαι. Τῶν κεκοιμημένων μνήσθητι. Τῶν ἐν ὁμολογίᾳ τὰς πρεσβείας πρόσδεξαι. Τοὺς ἡμαρτηκότας καὶ μετανοήσαντας, συναρί θμησον μετὰ τῶν πιστῶν σου. Τοὺς πιστοὺς συναρίθμησον μετὰ μαρτύρων σου. Μιμητὰς τοὺς παρόντας ἐν τῷ τόπῳ τούτῳ τῶν ἀγγέλων κατάστησον. Καὶ ἡμᾶς τῇ σῇ χάριτι πρὸς τὴν σὴν κεκλημέ νους διακονίαν ἀναξίους ὄντας ὑπόδεξαι.

Ὁ λαὸς λέγει. Κύριε ἐλέησον. Ὁ ἱερεὺς λέγει. Μνήσθητι, Κύριε, καὶ τῆς πόλεως ἡμῶν ταύτης, καὶ τῶν ἐν

ὀρθοδόξῳ πίστει οἰκούντων ἐν αὐτῇ, καὶ πάσης πόλεως καὶ χώρας σὺν παντὶ τῷ κόσμῳ αὐτῶν. Καὶ ῥῦσαι ἡμᾶς ἀπὸ λιμοῦ καὶ λοιμοῦ, σεισμοῦ καὶ καταποντισμοῦ πυρὸς, καὶ ἀπὸ αἰχμαλωσίας βαρβάρων, καὶ ἀπὸ τῶν ἀλλοτρίων μαχαιρῶν, καὶ ἐπαναστάσεως ἐχθρῶν τε καὶ αἱρετικῶν.

Ὁ λαὸς λέγει. Κύριε ἐλέησον. Ὁ ἱερεὺς λέγει. Μνήσθητι, Κύριε, τῶν προλαβόν των ὁσίων Πατέρων ἡμῶν

ὀρθοδόξων ἐπισκόπων, καὶ πάντων τῶν ἀπ' αἰῶνός σοι εὐαρεστησάντων, ἁγίων Πατέρων, πατριαρχῶν, ἀποστόλων, προφητῶν, κηρύκων, εὐαγγελιστῶν, μαρτύρων, ὁμολογητῶν, 36.720 καὶ παντὸς πνεύματος δικαίου, ἐν πίστει Χριστοῦ τετελειωμένου.

Ἐκφωνήσει. Ἐξαιρέτως τῆς παναγίας ὑπερενδόξου, ἀχράν του, ὑπερευλογημένης δεσποίνης ἡμῶν θεοτόκου καὶ ἀειπαρθένου Μαρίας. Τοῦ ἁγίου ἐνδόξου προφήτου, προδρόμου, βαπτι στοῦ, καὶ μάρτυρος Ἰωάννου. Τοῦ ἁγίου Στεφάνου τοῦ πρωτοδιακόνου καὶ πρωτομάρτυρος. Καὶ τοῦ ἁγίου καὶ μακαρίου Πατρὸς ἡμῶν Μάρκου, τοῦ ἀποστόλου καὶ εὐαγγελιστοῦ. Καὶ τοῦ ἐν ἁγίοις Πατρὸς