5
οῦσι, ὁ ἀεὶ παρὼν ἐπεδήμησας· ἐπὶ τὴν παρθενικὴν ἦλθες νηδύν. Ὁ ἀχώρητος Θεὸς ὢν, οὐχ ἁρπαγμὸν ἡγήσω τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσας μορφὴν δούλου λαβών· τὴν ἐμὴν ἐν σοὶ φύσιν ηὐλόγησας· ὑπὲρ ἐμοῦ τὸν νόμον ἐπλήρωσας, τοῦ πτώματός μου τὴν ἀνάστασιν ὑπηγόρευσας. Ἔδωκας τοῖς ὑπὸ τοῦ ᾅδου κρατουμένοις τὴν ἄφεσιν· τοῦ νόμου τὴν ἀρὰν ἀπεσόβησας· ἐν σαρκὶ τὴν ἁμαρτίαν κατήργησας· τῆς σῆς ἐξουσίας μοι τὴν δυναστείαν ἐγνώρισας· τυφλοῖς τὸ βλέπειν ἀπέδω κας· νεκροὺς ἐκ τάφων ἀνέστησας· ῥήματι τὴν φύσιν ἀνώρθωσας· τῆς σῆς εὐσπλαγχνίας μοι τὴν οἰκονομίαν ὑπέδειξας· τῶν πονηρῶν τὴν βίαν ὑπ ένεγκας· τὸν νῶτόν σου δέδωκας εἰς μάστιγας· τὰς δὲ σιαγόνας σου ὑπέθηκας εἰς ῥαπίσματα· οὐκ ἀπέστρεψας δι' ἐμὲ τὸ πρόσωπόν σου ἀπὸ αἰσχύνης ἐμπτυσμάτων.
Ὁ λαὸς λέγει. Κύριε, ἐλέησον. Ὁ ἱερεὺς λέγει. Ὡς πρόβατον ἐπὶ σφαγὴν ἦλθες, μέχρι σταυροῦ τὴν ἐμὴν
κηδεμονίαν ὑπέδειξας· τῷ σῷ τάφῳ τὴν ἐμὴν ἁμαρτίαν ἐνέκρωσας· εἰς οὐρα νὸν τὴν ἐμὴν ἀπαρχὴν ἀνεβίβασας· τῆς σῆς ἀφ ίξεώς μοι τὴν παρουσίαν ἐμήνυσας, ἐν ᾗ μέλλεις ἔρχε σθαι κρῖναι ζῶντας καὶ νεκροὺς, καὶ ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ.
Ὁ λαὸς λέγει. Κατὰ τὸ ἔλεός σου Κύριε. 36.712 Ὁ ἱερεὺς λέγει. Ταύτης μου τῆς ἐλευθερίας προσφέρω σοι τὰ σύμβολα, τοῖς
ῥήμασί σου ἐπι γράφω τὰ πράγματα. Σύ μοι τὴν μυστικὴν ταύτην παρέδωκας τῆς σῆς σαρκὸς, ἐν ἄρτῳ καὶ οἴνῳ τὴν μέθεξιν.
Ὁ λαὸς λέγει. Πιστεύομεν. Ὁ ἱερεὺς λέγει. Τῇ γὰρ νυκτὶ ᾗ παρεδίδης * αὐτὸς σεαυτὸν, τῆς σεαυτοῦ
ἐξουσίας. Ὁ λαὸς λέγει. Πιστεύομεν. Ὁ ἱερεὺς λέγει. Λαβὼν ἄρτον ἐν ταῖς ἁγίαις καὶ ἀχράντοις καὶ ἀμωμήτοις
σου χερσὶν, ἔνευσας ἄνω πρὸς ἴδιόν σου Πατέρα Θεὸν ἡμῶν καὶ Θεὸν τῶν ὅλων· ηὐχαρίστησας † ηὐλόγησας † ἡγίασας † ἔκλασας, μετέδωκας τοῖς ἁγίοις σου μαθηταῖς καὶ ἀποστόλοις εἶπας· Λάβετε, φάγετε· τοῦτό μου ἐστὶν τὸ σῶμα, τὸ ὑπὲρ ὑμῶν καὶ πολλῶν κλώμενον, καὶ διαδιδόμενον εἰς ἄφεσιν ἁμαρτιῶν· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν. Ὡσαύτως μετὰ τὸ δειπνῆσαι, λαβὼν ποτήριον, καὶ ἐκέρασας αὐτὸ ἐκ γεννήματος ἀμπέλου καὶ ἐξ ὕδατος, ηὐχαρίστησας † ηὐλόγησας † ἡγίασας † μετέδωκας τοῖς ἁγίοις σου μαθηταῖς καὶ ἀποστόλοις, εἶπας· Πίετε ἐξ αὐτοῦ πάντες· τοῦτό μου ἐστὶν τὸ αἷμα, τὸ τῆς καινῆς διαθήκης, τὸ ὑπὲρ ὑμῶν καὶ πολλῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν. Ὁσάκις γὰρ ἐσθίετε τὸν ἄρτον τοῦτον, πίνετε δὲ καὶ τὸ ποτήριον τοῦτο, τὸν ἐμὸν θάνατον καταγγέλλετε, καὶ τὴν ἐμὴν ἀνάστασιν ὁμολογεῖτε ἄχρις οὗ ἂν ἔλθω.
Ὁ λαὸς λέγει. Ἀμήν. Γʹ. Τὸν θάνατόν σου, κ. τ. λ. Ὁ ἱερεὺς λέγει. Ὥστε οὖν, ∆έσποτα, μεμνημένοι τῆς ἐπὶ γῆς συγκαταβάσεως,
καὶ τοῦ ζωοποιοῦ θανάτου, καὶ τῆς τριημέρου σου ταφῆς, καὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως, καὶ τῆς εἰς οὐρανοὺς ἀνόδου, καὶ τῆς ἐκ δεξιῶν τοῦ Πατρὸς καθέδρας, καὶ τῆς μελλούσης ἀπ' οὐρανῶν δευτέρας καὶ φοβερᾶς, καὶ ἐνδόξου σου παρουσίας. Ἐκφωνήσει. Τὰ σὰ ἐκ τῶν σῶν δώρων σοι προσφέροντες, κατὰ πάντα, καὶ διὰ πάντα καὶ ἐν πᾶσιν.
Ὁ λαὸς λέγει. Σὲ αἰνοῦμεν, σὲ εὐλογοῦμεν. Ὁ διάκονος λέγει. Κλίνατε Θεῷ μετὰ φόβου. Ὁ ἱερεὺς λέγει ἐν ἑαυτῷ κλίνας· Αὐτὸς οὖν, ∆έσποτα, τῇ σῇ φωνῇ τὰ
προκείμενα μεταποίησον· αὐτὸς παρὼν, τὴν μυστικὴν ταύτην λειτουργίαν