1
Adversus Arium et Sabellium de patre et filio
ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ ΚΑΤΑ ΑΡΕΙΟΥ ΚΑΙ ΣΑΒΕΛΛΙΟΥ
Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν, ἀρτίως ὁ ψαλμῳδὸς ἔλεγεν. τοῦτον τὸν ἀγαθὸν λόγον τοῦ θεοῦ οἱ μὲν κατὰ Ἄρειον καὶ Ἀχίλλιον τὴν ἀσεβεστάτην φωνὴν προϊέμενοι ἐτόλμησαν κτίσμα καὶ ποίημα διακηρύξαι καὶ πολλοὺς τῇ ἑαυτῶν ἐφείλκυσαν πλάνῃ· οἱ δὲ κατὰ Σαβέλλιον τἀναντία τούτων φρονοῦντες ἀναιρεῖν μὲν πειρῶνται τὴν ὑπόστασιν τοῦ υἱοῦ, αὐτὸν δὲ τὸν πατέρα ἕνα ὄντα δυσὶν ὀνόμασι γεραίρειν οἰόμενοι υἱοπάτορα προσαγορεύουσιν. αἱ δ' ἑκάτεραι δόξαι αὗται ὥσπερ παγίδες δύο τέθεινται ὑπὸ τῶν προηγορευμένων· δίεισι δὲ μέση τις ὁδὸς στενὴ καὶ τεθλιμμένη ἡ ἀπάγουσα εἰς τὴν ζωὴν κατὰ τὸ εὐαγγέλιον. ταύτης οἱ πολλοὶ τῶν ἀνθρώπων ἐκκλίνοντες τῆς ἑτέρας θήραμα γίνονται· σὺ δέ μοι δοκεῖς δεδοικέναι τὰς ἑκατέρων ἐμπτώσεις καὶ αὐτὴν ἀποφεύγειν τὴν τῆς ἀληθείας ὁδὸν οἰό μενος μὴ δεῖν περὶ θεοῦ λόγον προχειρίζεσθαι. ὅρα τοίνυν μὴ τὴν τῶν δυεῖν πλάνην εὐλαβούμενος ἀσεβείας τιμωρίαν ὀφλήσῃς. αὐτὸς ὁ σωτὴρ πρὸ τῆς ἀληθοῦς ὁδοῦ ἑστηκὼς κέκραγε λέγων· Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια· μὴ ἐκκλίνῃς εἰς τὰ δεξιὰ ἢ εἰς τὰ ἀριστερά, ὅπως μηδετέρᾳ αὐτῶν προστύχῃς. καὶ πάλιν· Ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων· ὁ μὴ εἰσιὼν δι' ἐμοῦ, ἀλλὰ ἀλλαχόθεν ἀναβαίνων κλέπτης ἐστὶ καὶ λῃστής, ὃς καὶ ὑπὸ παγίδος ἁλοὺς ἀπολεῖται. ἀκουέτωσαν τοίνυν οἱ πρὸς τὴν τῶν ἑκατέρων πλάνην ἐπιτρέψαντες τὸν νοῦν, ὡς κατὰ φύσιν ὁ σωτὴρ ἡμῶν Ἰησοῦς 3,1.72 Χριστὸς υἱὸς θεοῦ ἔστι τε καὶ προσαγορεύεται καὶ οὐ ποίημα ὢν κατὰ χρῆσιν ὀνομάζεται ὥσπερ ἡμεῖς υἱὸς καὶ ὅτι οὐκ ἔχων ἀρχήν, ἀλλὰ ἀΐδιος· διὰ τοῦτο καὶ ἐν ἀτελευ τήτοις αἰῶσι κατ' ἰδίαν ὑπόστασιν συμβασιλεύσει τῷ πατρί.
Ἀλλ' ἴσως εἴποι τις ἄν· πᾶν τὸ ἄναρχον καὶ ἀγέννητον ἂν εἴη· πῶς ὁ υἱὸς εἰκότως ἂν προσαγορεύοιτο ἄναρχος, οὗ καὶ τοὔνομα ἔμφασιν ἀρχῆς ἔχει; υἱὸς γὰρ ἐκ τοῦ γεγεννῆσθαι ὠνόμασται. γέννησις δὲ ὅτι ἀρχῇ ὑποπέπτωκεν, οὐκ ἄν τις ἀνήναιτο· εἰ οὖν υἱὸς τυγχάνει, δηλοῦται ἡμῖν ἐκ τῆς γεννή σεως ἀρχὴν εἰληφώς. ἴσως δὲ καὶ τέλος ἕξει, εἴποι τις ἂν κατὰ τὸν φιλόσοφον λόγον· καὶ ὁ ἀπόστολος δέ φησιν ὑποτα γήσεσθαι αὐτὸν τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα καὶ παρα δώσειν αὐτὸν τὴν βασιλείαν τῷ πατρὶ καὶ θεῷ, ὡς ὑπειλῆφθαι αὐτὸν οὐκ ὄντα πρὸ τοῦ γεννᾶσθαι πάλιν εἰς τὸ μὴ εἶναι χωρήσειν. Ἀνάβηθί μοι ἐπὶ τῆς ἀσφαλοῦς πίστεως, μὴ συν αρπασθῇς ὥσπερ βιαίᾳ πνοῇ τῇ τῶν τοιούτων λογισμῶν ἀπάτῃ, ὡς χνοῦς ὃν ἐκρίπτει ὁ ἄνεμος, ἐκ τῆς στενῆς καὶ εὐθείας ὁδοῦ ἐπὶ βάραθρα τῆς ἀπωλείας. εἰ γὰρ ὁ πατὴρ τῶν ὅλων ἀγέννητος καὶ ἀΐδιος, σοφός τε καὶ δυνατός, ὁ δ' ἀπόστολος τὴν εἰς αὐτὸν πίστιν εὐαγγελιζόμενος διακηρύττει πᾶσι Χριστὸν θεοῦ δύναμιν καὶ θεοῦ σοφίαν, πῶς ἂν τολ μῶσιν ὑπὸ χρόνον ἄγειν αὐτοῦ τὴν γέννησιν καὶ οὐκ ἀΐδιον οὐδὲ ἄναρχον ὑπολαμβάνειν; εἰ γὰρ κατὰ τήν τινων ὑπόληψιν ὑπὸ χρόνου μοῖραν πέπτωκεν ἡ τοῦ σωτῆρος ἡμῶν γέννησις, ἠτίμασται ἔτι οὐ μόνον ὁ υἱὸς ἀλλὰ καὶ ὁ πατὴρ κατὰ τὴν τοῦ υἱοῦ φωνήν· Οὔτε ἐμὲ οἴδατε οὔτε τὸν πατέρα· Ὁ μὴ τιμῶν τὸν υἱὸν οὐ τιμᾷ τὸν πατέρα, ὁ μὲν ὡς οὐκ ὢν πρὸ τοῦ γενέσθαι, ὁ δὲ ὡς μὴ ἔχων δύναμιν καὶ σοφίαν πρὸ τοῦ εἶναι τὸν υἱόν. ἀκολούθως δ' ἂν ὑπολαμβάνοιεν οἱ τοιοῦτοι μηδὲ θεὸν εἶναι τὸν πατέρα ποτὲ πρὶν γενέσεως τοῦ υἱοῦ· 3,1.73 πῶς γὰρ ἂν θεός, εἰ μὴ δύναμιν καὶ σοφίαν ἐκέκτητο; εἰ δὲ ἀεὶ ὢν θεὸς ὑπὸ τῶν θείων ἡμῖν γραφῶν τεθέσπισται, ἀεὶ ἄρα σοφίαν καὶ δύναμιν, τουτέστι τὸν Χριστόν, ἔχων μεθ' ἑαυτοῦ πιστευτέος.
Μέμνημαι δὲ ὑποσχόμενος ἔμπροσθεν ὥσπερ δι' ἐσόπ τρου δείξειν ὑμῖν τὴν εἰκόνα τῶν περὶ τὸν πατέρα καὶ τὸν υἱόν, ἐπείπερ ἀνθρωπίνῳ λόγῳ τὰ κατὰ τὴν