1

 2

 3

 4

 5

 6

 7

6

ἀπεριγράπτου καὶ τὰ πάντα πληροῦντος τὸν τέως σαρκὶ περιγραφόμενον καὶ ὄψεσιν ἀνθρωπίναις μετρούμενον; οὐ μὴν ἀλλὰ καὶ τὸ τὸν αἴτιον τοῦ εἶναι μείζονα ἑαυτοῦ ἀποκαλεῖν οὐκ ἀλλότριον ἀληθείας. εἰ μὴ γὰρ θεός, ποῦ ἡ σοφία; καὶ εἰ μὴ ὁ πατήρ, ποῦ ὁ υἱός; ὅρα δέ μοι πάντη καὶ πάντως τὸν υἱὸν ταπεινοφρονοῦντα καὶ τὸ θεϊκὸν μέγεθος ἅμα ἐνδεικνύμενον, πρῶτον ὅταν λέγῃ πρὸς τὸν νεανίαν ἀγαθὸν αὐτὸν προσαγορεύσαντα· Τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθός, εἰ μὴ εἷς ὁ θεός. καὶ εἰκότως γε τοῦτο ἀπεφήνατο· Ὡς γὰρ ἄνθρωπός σοι πέφηνα, εἴποι ἄν, ὦ νεανία, σὺ δὲ ὡς ἕνα τῶν γραμματέων διδάσκαλόν με προσειπὼν προσέ θηκας τὸ ἀγαθόν. οὐδεὶς δὲ ἀνθρώπων ἀγαθός, μόνῳ δὲ θεῷ οἰκειοῦται ἡ προσηγορία. μάτην ἄρα ὠνόμασας ἀγαθὸν τὸν τέως ἄνθρωπόν σοι πεφηνότα. οὕτω γοῦν ἀποφηνάμενος τὴν μὲν ταπεινοφροσύνην τῷ ἀνδρὶ ἐνεδείξατο εἰπών· Οὐδεὶς ἀγαθός, ὧν ὑπείληφας σύ· τὸ δὲ εἰ μὴ εἶς ὁ θεὸς προσθεὶς αὐτός τε καὶ ὁ πατὴρ ἓν ὤν, μυστικῶς ἄρα μετὰ ταπεινο φροσύνης τὴν ἀλήθειαν διεξεληλυθὼς συμμέτοχον ἑαυτὸν τῷ πατρὶ τῆς ἀγαθότητος ἀπεδείκνυε. τὸ οὖν Ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν καὶ τὸ Ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοὶ ἴσον ἀποδείκνυσι τῷ πατρί. δεῖ γὰρ εἶναι τέλειον ἐκ τοῦ τελείου πατρὸς τὸν υἱόν.

Ἀλλ' ἴσως καὶ τοῦτ' ἂν εἴποις· Εἰ ὁ πατὴρ τέλειος ὢν τὰ πάντα πληροῖ, ποῖος ὑπολείπεται τόπος τῷ υἱῷ τελείῳ ὄντι εἰς τὸ χωρῆσαι; ἀλλὰ ἀλλήλων φημὶ γεγονέναι δεκ τικοὺς καὶ χωρητικούς· Ἐγὼ γάρ, φησίν, ἐν τῷ πατρὶ καὶ ὁ 3,1.83 πατὴρ ἐν ἐμοί ἐστιν· οἱ δὲ ἀλλήλους χωροῦντες ἴσοι ἂν εἶεν ἀλλήλοις τὸ μέγεθος. πῶς οὖν ἐν ἀλλήλοις γένοιντ' ἄν, πάντως ἀκοῦσαι προῄρησαι· δεῖ γὰρ τὸ ἕτερον περιέχεσθαι ὑπὸ τοῦ ἑτέρου. τὸ γοῦν περιεχόμενον ἐν τῷ περιέχοντι· τὸ δὲ περιέχον οὐκ ἂν περιέχοιτο πάλιν ὑπὸ τοῦ περιεχομένου. μὴ οἴου τὸν θεὸν κένωμά τι ἔχειν ἐν ἑαυτῷ ᾧ ὑποδέδεκται τὸν περιεχόμενον. ἐπὶ γὰρ ἀνθρώπων τοῦτο νομιστέον· οὔτε γὰρ ἑτέρων χωρητικοὶ τυγχάνομεν οὐδ' αὖ χωροῦμεν εἰς ἕτερον. εἰ δὲ καὶ χωροίημεν, κενώματι περιέξομέν τε καὶ περιληφθησόμεθα. ἐπὶ θεοῦ δὲ τοιόνδε τι νοητέον· ὥσπερ εἰ ἐν ἀνθρώπου ψυχῇ δύο ἐπιστῆμαι ἢ πλείους συνελθοῦσαι ὁμοῦ τυγχάνοιεν, ἰατρικὴ καὶ φιλοσοφικὴ καὶ ὅσαι ἄλλαι, ὑπ' ἀλλήλων οὐ στενοχωροῦνται ἐν νοῦ καὶ ψυχῆς χώρῳ αἱ πολλαὶ τὸν ἀριθμόν, εὐρυχωρούμεναι καὶ ἀλλήλαις ἐνδιδοῦσαι τόπον, καίτοιγε πληροῦσαι τὴν ψυχὴν καὶ μὴ ὑπεξιοῦσαι ἑτέρα τῆς ἑτέρας, ὡς μίαν οὐσίας φαντασίαν παρέχειν τοῖς σκεπτικωτάτοις τῶν ἀνδρῶν, ἐπεὶ καθ' ἑνὸς καὶ ταὐτοῦ ἵδρυνται νοῦ, διενηνόχασιν δ' ἀλλήλων, καθότι ἄλλο μὲν ἰατρική, ἕτερον δὲ φιλοσοφική· οὕτω δὴ καὶ ὁ πατὴρ καὶ ὁ υἱὸς κατὰ τοῦ αὐτοῦ κεχωρηκότες τόπου καὶ ἀλλήλων δεκτικοὶ γεγονότες καὶ ἓν ὄντες, ὡς μικρῷ πρόσθεν ἔφημεν, μόνῃ ὑποστάσει καὶ προσηγορίᾳ θάτερος θατέρου διενήνοχεν, ἐν ἀλλήλοις δὲ τυγχάνουσιν ὄντες. καὶ ὥσπερ μύρου ὀδωδὴ ἀέρι ἐνδιαχυθεῖσα κατὰ τοῦ αὐτοῦ χωρίου τ' ἀμφότερα τυγχάνοντα τῷ δοκεῖν μὲν συνδιακέχυται, κατ' ἀλήθειαν δ' εὑρήσεις ἕτερον μὲν τὸν ἀέρα, ἄλλο δὲ τὴν ὀδωδήν· ἤδη δὲ καὶ φῶς τὸ ἐξ ἡλίου καὶ πνοαὶ τῶν ἀνέμων ἀλλήλων διαπεφυκότα καὶ τῷ δοκεῖν ἀναμεμιγμένα πολλὴν ἔχουσι τὴν διαφοράν· φῶς γὰρ καὶ ἄνεμοι οὐχ ἥκιστα διεστήκασιν ἀλλήλων· τούτοις ἀπείκασον τὴν θεότητα καὶ μεῖζόν τι τῆς διὰ λόγου ἀποδείξεως διανοηθεὶς εὕροις ἂν τοὺς ἑκατέρους 3,1.84 ἓν κατ' οὐσίαν καὶ ὁμοφροσύνην καὶ τὸν ἕνα εἰς πατέρα καὶ υἱόν, καθάπερ προέφημεν, ὑποστάσει καὶ προσηγορίᾳ διαπεπλασμένον. Πάντως ἄρα κινήσεις μοι καὶ τοῦτο· Εἰ τὰ πάντα πεπλήρωκεν ὁ πατήρ, αὖθις δὲ καὶ ὁ υἱός, ποῖος ὑπολείπεται τόπος τῇ ἀντικειμένῃ δυνάμει; μεθ' ἑαυτοῦ γὰρ ἔχειν τὸν ἐναντίον οὐκ ἂν ἁρμόζοι θεῷ. εἰ δ' ὅπῃ τυγχάνοι καὶ ὁ τῆς κακίας ἄρχων, μὴ καὶ θεὸς εἴη ἐνταυθοῖ, περίγραπτος ἄρα καὶ μερικὸς ἀποδειχθήσεται ὁ θεός. ἀλλά φημι ἔγωγε πανταχοῦ εἶναι καὶ μὴ εἶναι ὅπου οὐκ ἔστι θεός, εἰ καὶ ὁ τῆς κακίας ἄρχων τυγχάνοι που ὤν. οὐδὲ γὰρ αἱ τοῦ ἡλίου ἀκτῖνες κατὰ βορβόρων καὶ λύθρων