1

 2

 3

 4

 5

 6

 7

7

φερόμεναι μολύνονται, ἀλλὰ μᾶλλον ἀφανιστικαὶ τυγχάνουσι καταξηραίνουσαι τῷ καύματι· οὕτω καὶ Ὁ θεὸς ἡμῶν πῦρ καταναλίσκον προσαγορεύεται καὶ Πῦρ ἐναντίον αὐτοῦ καυθήσεται, ἵνα τοῖς μὲν προσφιλέσι λύχνος καὶ φῶς ᾖ, τοῖς δὲ ἐχθροῖς πῦρ καταναλίσκον· Φλογιεῖ, γάρ φησι, κύκλῳ τοὺς ἐχθροὺς αὐτοῦ. διὸ δὴ καὶ ὁ τῆς κακίας ἄρχων βουλόμενος διαφεύγειν τὰς πυρφόρους τοῦ θεοῦ βολὰς πάντα τόπον διαθεῖ· πανταχοῦ δ' εὑρίσκων τὸν θεὸν δίεισι διὰ πάσης ἀνθρωπότητος· εἰ δ' εὑρίσκει τινὰς τῷ πνεύματι ζέοντας, ἀποφεύγει καὶ τὸν παρ' αὐτῶν καύσωνα. κατάδυσιν δ' εὑρὼν ἔν τινι μὴ ἔχοντι πνεῦμα θεοῦ σεσαρωμένην καὶ κεκοσμημένην ἐπ' ὀλίγον, ἀναπαεὶς συναναλωθήσεται τῷ ὑποδεδεγμένῳ· ὁμοίως γὰρ ἐχθρὸς ὀφθήσεται καὶ ὁ ὑποδεδεγμένος τὸν ἀνταίροντα τῷ θεῷ φίλον ποιούμενος. ἱκανῶς οἶμαι πρὸς ἀπόδειξιν καὶ τούτοις ἐπεξιέναι. Μηδὲ τοῦθ' ὑπολελείφθω μοι λεληθότι ἢ καὶ τῇ πρὸς τὰ ἄλλα ὁρμῇ παραπλεύσαντι ὥσπερ βιαίᾳ συνωσθέντι πνοῇ, πῶς σὺν τοῖς ἅπασιν οὐδ' ὁ υἱὸς οἶδε τὴν ἡμέραν ὁ ἐν ἑαυτῷ ἔχων τὸν πατέρα καὶ αὐτὸς ὢν ἐν τῷ πατρί; ἀλλὰ καὶ 3,1.85 τοῦτο ταπεινοφροσύνης ὑπερβολῆς ἔμφασιν ἔχει. ἔδει γὰρ ὑπερβαλλόντως τὸν υἱὸν τοῦ θεοῦ ταπεινοῦν ἑαυτόν, ἐπεὶ καὶ τὴν ἄλλην πολιτείαν καθ' ὑπερβολὴν κάλλιστα διεδέξατο. εἰπὼν δὲ μὴ ἐγνωκέναι τὸ μὲν ταπεινοφρονεῖν τοῖς ἀκροωμένοις ἐνέφηνεν· ἵνα δὲ μὴ δοκῇ ψευδὴς εἶναι, εἶπεν· Εἰ μὴ ὁ πατὴρ οἶδε μόνος τῷ μὲν λόγῳ ἀνηνάμενος εἰδέναι, τῇ δὲ δυνάμει τοῦ αἰνίγματος ὁμολογήσας· εἰδότος γὰρ μόνου τοῦ πατρὸς οἶδεν ἄρα καὶ ὁ υἱὸς ἓν ὢν αὐτὸς καὶ ὁ πατήρ. δύο δὴ ἐκ τούτου κατορθώματα συμβέβηκε τῇ ἀνθρωπότητι, ὑπόθεσίς τε ταπεινοφροσύνης καὶ συντελείας ἄγνοια, δι' ἣν ὁ βίος συγκεκρότηται. τί δ' ἂν εἴη δυσεπιγνωστότερον, ἡ ἡμέρα τῆς συντελείας ἢ αὐτὸς ὁ θεὸς καὶ πατήρ; εἰ δὲ τὸν πατέρα ἔγνω εἰπών· Ἵνα γινώσκητέ με, καθὼς γινώσκει με ὁ πατὴρ κἀγὼ γινώσκω τὸν πατέρα, πῶς οὐκ ἂν ἔγνω τὴν ἡμέραν, ἧσπερ καὶ δημιουργὸς αὐτὸς γέγονε; χωρὶς γὰρ αὐτοῦ ἐγένετο οὐδέν. καὶ τοῦτο τοῖς βραχέσι τούτοις ἀποδεδειγμένος ὁ λόγος ὅπως ἔχει, μὴ ἐμποδών τινι γίγνοιτο πρὸς τὴν εὐθεῖαν πίστιν. Ὑμεῖς οὖν, οἱ κατὰ Σαβέλλιόν τε καὶ Ἄρειον, οἱ ἐν τηλικαύτῃ διαφορᾷ γεγονότες, πᾶσαν ἐπεγνωκότες ἐκ τῶν εἰρημένων τὴν ἀλήθειαν, σύνιτε μοι πρὸς φιλίαν καὶ εἰς τὸ μεταξὺ τῶν ἀμφοῖν ἐληλυθότες παγίδοιν εὑρήσετε τὴν τῆς ἀληθείας ὁδόν, ᾗ πορευθέντες ὄψεσθε τὴν αἰώνιον ζωήν.