4
αὐτοῦ ἐν φλογὶ πυρὸς διδοὺς ἐκδίκησιν τοῖς μὴ εἰδόσι θεὸν καὶ τοῖς μὴ ὑπακούουσι τῷ εὐαγγελίῳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Ὅρα πῶς οἱ μὴ ὑπακούοντες δίκην τίσουσι, φησίν, ὄλεθρον αἰώνιον, ὅταν ἔλθῃ ἐνδοξασθῆναι ἐν τοῖς ἁγίοις αὐτοῦ. τίσουσι δὲ τῷ υἱῷ, ὃν σὺ μηκέτι εἶναι ὑπείληφας.
Εἰ δὲ βούλει γνῶναι ὅ τί ποτέ ἐστι τὸ Ὅταν παραδιδῷ τὴν βασιλείαν τῷ πατρὶ καὶ θεῷ, οὐκ ἀποκρυπτέον σοι, εἰ καὶ δυσεπίδεκτος τῆς ἀληθείας τετύχηκας. καί μοι δοκεῖ ἀνθεστάναι τῷ παρὰ τοῦ Χριστοῦ προστάγματι Μὴ βάλητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων, ἀλλὰ θεὸν μιμησάμενος ἐλπίδων μεθέξω καλῶν οὐδὲ τοῖς δυσσεβέσιν 3,1.78 ἀποκρύψω τὴν ἀλήθειαν· βρέχει γὰρ ὁμοίως καὶ τὸ φῶς τῆς ἡμέρας ἴσον ἐκτέταται δικαίοις καὶ ἀδίκοις. εἶθ' οὕτω φιλανθρωπούμενος οὐ πεύσῃ τὴν ἀλήθειαν; οὐχ ὑφέξεις τὰς τοῦ νοῦ ἀκοάς, ἵνα πεισθῇς μηδ' ὁτιοῦν πρὸς ἕτερόν τι τῶν ἐν ταῖς γραφαῖς εἰρημένων ἐναντίωσιν εἶναι, ἀλλὰ συνῳδὸν καὶ σύμφωνον τὸ πᾶν τῷ παντὶ τυγχάνειν; διόπερ οὐ νοητέον κατὰ τὴν σὴν ὑπόληψιν τὸ Τότε ὑποταγήσεται αὐτὸς τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα· καὶ Ὅταν παραδιδῷ τὴν βασι λείαν τῷ πατρὶ καὶ θεῷ. εἰ γὰρ κατὰ πάντα ὡμοίωτο τῇ ἀνθρωπότητι καὶ συνεπάθησε κατὰ τὸν προφήτην· Αὐτὸς τὰς ἁμαρτίας ἡμῶν φέρει καὶ περὶ ἡμῶν ὀδυνᾶται καὶ Αὐτὸς τὰς ἀσθενείας ἡμῶν ἔλαβε καὶ τὰς νόσους ἐβάστασεν, ἐπεὶ καὶ τὴν δεκτικὴν τούτων σάρκα περιβέβληται· καὶ Ὑπὲρ ἡμῶν, φησίν, ἁμαρτίαν ἐποίησεν, οὐ πεποιηκὼς ἀλλ' ὡς πεποιηκώς, ἵν' ἡμεῖς δικαιωθῶμεν· καὶ Γενόμενος ὑπὲρ ἡμῶν κατάρα, ἵνα τῆς κατάρας ἡμᾶς ἐξαγοράσῃ, καὶ ἐπικατάρατος ὠνόμασται τῇ συμπαθείᾳ συνωνυμῆσαι ἡμῖν ἑλόμενος· εἰ ἐν πᾶσι τούτοις γενόμενος ὡμοιώθη τῇ ἀνθρω πότητι, αὐτὴν τὴν μορφὴν τοῦ δούλου ἀναλαβὼν ὡς αὐτὸς ἠνομηκὼς ὑπὲρ τῆς ἀνθρωπότητος τὸ ἴδιον πρόσωπον προ βαλλόμενος, ἐνέτρεπε τὸν πατέρα πρὸς ἔλεον ἐπικαλῶν. Καὶ ὡς οὐχ ὑποτέτακτο τῷ υἱῷ πᾶσα ἡ ἀνθρωπότης, καὶ αὐτὸς ὡς μὴ ὑποτεταγμένος ἐδόκει τε καὶ διείληπτο τὴν ἀνυποταξίαν τοῦ λαοῦ ἐν ὄψεσι τοῦ πατρὸς ἐπιγραφόμενος· εἰ δέ ποτε πάνθ' ὑποταχθείη τῷ υἱῷ (νῦν γὰρ οὐδέπω ὁρῶμεν πάνθ' ὑποτεταγμένα αὐτῷ), ἐρεῖ· Πάνθ' ὑποτέτακταί μοι. πάντων δὲ αὐτῷ ὑποταγέντων τότε αὐτὸς φανήσεται ὑποτεταγμένος τῷ ὑποτεταχότι αὐτῷ τὰ πάντα· εἰ γὰρ πάντες ἡμεῖς εἴημεν Χριστοῦ, καὶ Χριστὸς θεοῦ ἂν εἴη τε καὶ 3,1.79 ὑποταχθείη. εἰ δ' ἡμεῖς μήπω Χριστοῦ, οὐδέπω καὶ Χριστὸς θεοῦ, ὁ δι' ἡμᾶς ὀδυνώμενος. ὅταν οὖν πάντες Χριστοῦ γενώμεθα, τότε ἔσται καὶ Χριστὸς θεοῦ δι' ἑαυτοῦ τοὺς πάντας ὑποτάττων τῷ πατρὶ οὓς πρότερον παρ' αὐτοῦ εἰλήφει, Ἵνα ᾖ ὁ θεὸς τὰ πάντα ἐν πᾶσιν. ἐπεὶ δὲ δοκεῖ πως μὴ ὑποτετάχθαι τῷ πατρί, τῶν ἐγγεγυημένων ὑπ' αὐτοῦ καὶ ὧν τὴν εἰκόνα φέρει μηδέπω ὑποτεταγμένων αὐτῷ. ὁπότε δὲ ὑποταχθείη αὐτῷ τὰ πάντα, τότε φανήσεται παρα διδοὺς τὴν βασιλείαν τῷ πατρὶ καὶ θεῷ. βασιλείαν δὲ νοητέον οὐ τὸ ἀξίωμα τῆς σκηπτουχίας· οὐδὲ γὰρ ἔτι δεῖται ἀξιώ ματος βασιλικοῦ ὁ πατήρ, ἵνα παραλάβῃ τοῦ υἱοῦ ὃ πρότερον ὡς εἰς χρῆσιν αὐτῷ συγκεχωρηκὼς ἐτύγχανε τοῦτο ἀνα καλούμενος. τοιοῦτο γὰρ αἰνίττεσθαί μοι δοκεῖς. ἔτι μὴν ἀσεβεῖς οὐ μόνον εἰς τὸν υἱὸν ἀναιρῶν αὐτοῦ τὴν ὑπόστασιν, ἀλλὰ καὶ εἰς τὸν πατέρα ἀποφαίνων αὐτὸν οὐκ ὄντα βασιλέα ποτὲ συγκεχωρηκότα τῷ υἱῷ τὴν βασιλείαν, εἶτα ἀποληψό μενον παρ' αὐτοῦ ὡς δεόμενον τοῦ ἀξιώματος. παραδώσει δὲ αὐτῷ οὐ τὸ ἀξίωμα, ὡς προέφημεν, τῆς βασιλείας, ἀλλὰ τοὺς βασιλευθέντας ὑπ' αὐτοῦ καὶ ὑποταγέντας αὐτῷ. ταύτην τὴν βασιλείαν προσενηνοχὼς καὶ παραδεδωκὼς ἐρεῖ· Τοῦτο βασίλειον, τοῦτο ἱεράτευμα, ἔθνος ἅγιον, λαὸς εἰς περιποίησίν μοι καὶ Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ θεός· αὐτὸς γὰρ ἔδωκεν αὐτῷ ὑποτάξας αὐτῷ πάντα τὰ ἔθνη· ∆ώσω γάρ σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς. Ἴσθι δὲ καὶ τὸ Ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν μὴ ἀναιρεῖν τὴν ὑπόστασιν τοῦ υἱοῦ· ἓν γάρ εἰσι τὴν οὐσίαν, ἓν τὸ ἀξίωμα, ἕν εἰσι τὴν γνώμην, ἕν εἰσι τὴν φρόνησιν, οὐχ ἓν δὲ τὴν ὑπόστασιν.