1

 2

 3

 4

 5

 6

 7

5

δειχθήσεται δὲ καὶ ἐκ τοῦ ἀποστόλου, ὅτι τὸ ἓν οὐκ ἔστι μιᾶς καὶ τῆς αὐτῆς ὑποστάσεως, ὡς πολλάκις τάττεται· ὡς γὰρ ἐπὶ τοῦ φυτεύοντος καὶ τοῦ ποτίζοντος 3,1.80 τὸ δ' ἐπιμεριζόμενον ὄνομα διαιρεῖ τὴν ὑπόστασιν, ἕκαστος 3,1.80 δὲ τὸν ἴδιον μισθὸν λήψεται κατὰ τὸν ἴδιον κόπον, οὕτως τὸ ἓν οὐκ ἀναιρετικὸν τῆς ἑτέρας ὑποστάσεως ὑπάρχον νενοήσθω. μηδετέρου τοίνυν τούτων ἀπᾴδειν ἀλλήλοις ἀποδεδειγμένων, ἀλλὰ συμπεφωνηκότων πρὸς τὴν εὐθεῖαν πίστιν, πέπαυσο τὰ Σαβελλίου φρονῶν, ἔκκλινον ἀπὸ κακοφροσύνης, καὶ ποίησον ἀγαθὸν τῇ ἀληθείᾳ πειθόμενος. Ἱκανά σοι καὶ ταῦτα μόνα πρὸς ἀπόδειξιν τοῦ φαῦλα φρονεῖν. ἴσθι μοι καὶ σὺ τὴν ἀρειομανῆ Ἀχιλλίου πίστιν δεδυστυχηκώς. τί ποτε καταλιπὼν τὴν εὐθεῖαν ὁδὸν κατὰ τῶν τῆς ἀτιμίας τοῦ υἱοῦ βαράθρων ἐλήλακας, ποίημα αὐτὸν καὶ ἀλλότριον τῆς τοῦ θεοῦ οὐσίας ὑποτοπήσας; οὐχ ἱκανά σοι πρὸς ἀπόδειξιν τοῦ γεγεννῆσθαι ἐκ τοῦ πατρὸς καὶ μόνα τὰ ὀνόματα, ὅτι σοφία καὶ δύναμις θεοῦ προσηγόρευται; σοφία καὶ δύναμις ὅτι ἀχειροποίητοι μὲν καὶ ἀκατασκεύαστοί εἰσιν, ἀρεταὶ δὲ ψυχῆς καὶ ὥσπερ ἀποφοραὶ νοῦ ὑπερριζωμένου τῇ τῆς σοφίας βλάστῃ, πάντως ἂν συνεπινεύσειας. εἰ δ' ἔκτισται καὶ κατεσκεύασται ἡ σοφία ἔν τινι χρόνῳ, ὡς ἔφης, ἡ παντὸς χρόνου καὶ δημιουργήματος πρεσβυτάτη, τουτέστιν ὁ υἱός, ὅρα μή μοι δοκοίης ἀπᾷδόν σου τῆς οἰήσεως ἀπο φαίνειν τὸ Χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν. ἢ εἰ ταύτην ἐκτίθε σθαι φαίης, καὶ τοῦτο ἡμῖν ἀναφανδὸν δείξειν πεπείρασο, ὡς ἑτέρα τις ἂν εἴη σοφία ταύτης πρεσβυτέρα, δι' ἧς ἡ δευτέρα κατεσκεύασται. ἄνευ γὰρ σοφίας ἀδύνατον κατα σκευασθῆναί τι. διὰ τοῦτο ἀΐδιος παρὰ τῷ πατρὶ ἡ σοφία καὶ πρωτότοκος πάσης κτίσεως, ἵνα δι' αὐτῆς τὰ πάντα κατα σκευασθῇ. καὶ λόγος δὲ προσηγόρευται ὁ υἱός, ἵνα γεννητὸς ἀποδειχθῇ καὶ μὴ κτιστὸς ὑποληφθῇ· λόγος γὰρ τίκτεται ἀλλ' οὐ κτίζεται, διὰ στόματος μὲν προφερόμενος ἐκ καρδίας δὲ κινούμενος. ὁ πατὴρ μαρτυρεῖ μοι λέγων· Ἐξηρεύξατο ἡ 3,1.81 καρδία μου λόγον ἀγαθόν· συνομολογεῖ καὶ ὁ υἱός· Ἐγὼ ἐκ στόματος ὑψίστου ἐξῆλθον· πῶς ἤνεγκέ μου ἡ διάνοια τὸ τηλικοῦτον ἄχθος τοῦ τολμήματος ποίημα αὐτὸν ὑπειληφυῖα;

Ἀκήκοας τῶν προειληφότων περὶ τοῦ υἱοῦ· ἄκουε δὴ καὶ τοῦ νῦν ἐπελθόντος, ὡς τὸ ἦν ἐν παρατατικῷ χρόνῳ κείμενον ἀϊδιότητος ἔχει τὴν σημασίαν· Ἐν ἀρχῇ ἦν ὁ λόγος. ἀρχὴ δὲ θεοῦ ἀνθρωπίνῳ λόγῳ οὐ κατείληπται. διὰ τοῦτο δή, ὡς ἐν τοῖς ἔμπροσθεν εἰρήκαμεν, ὃ δή ποτε μέρος λόγου τέθεικεν ἡ γραφή, τὸ ἐν ἀρχῇ, νόει μοι ἀρχὴν θεϊκὴν ἀΐδιον οὖσαν. ταὐτοῦ δέ ποθεν σημαντικὸν καὶ τὸ ἦν. τὸ δὲ ὁ λόγος τὴν ὁμοούσιον ὑπόστασιν πρὸς τὸν πατέρα δείκνυσιν· ἵνα δὲ μὴ δοκῶμεν τὸν υἱὸν εἶναί ποτε, ὅτε ἀφανὴς ἦν ἐν τῷ πατρὶ κρυπτόμενος, καὶ ἵνα μὴ προφορικὸν λόγον καὶ ἐνδιά θετον ὑπολαμβάνωμεν (τὸν γὰρ τοιοῦτον λόγον ἐν τινὶ εἶναι χρὴ ἐννοίᾳ ἢ ἐν γράμματι καθ' ἑαυτὸν ὑπόστασιν οὐκ ἔχοντα), διὰ ταῦτα εἴρηκε καὶ ὁ Ἰωάννης Καὶ ὁ λόγος ἦνοὐκ ἐν τῷ θεῷ, ἀλλὰ πρὸς τὸν θεόν, ἰδίαν ὑπόστασιν ἐπιγράφων τῷ λόγῳ ἐκ πατρικῆς οὐσίας ὑφεστῶσαν. τὸν αὐτὸν τρόπον καὶ ἵνα μὴ νοοῖτο σοφία ἡ τεχνιτευτική, ἡ τὸ εἶναι ἔν τινι ἔχουσα ἢ ἐν ἀνδρὶ ἢ ἐν κατασκευάσματι, εἴρηκεν Ἦν πρὸς τὸν θεόν, ἵνα νοηθῇ θεὸς ἐκ θεοῦ ὑπάρχων. πρὸς δὲ καὶ τὴν προσηγορίαν εἴληχε· Καὶ θεὸς ἦν ὁ λόγος· θεὸς δὲ ὅτι ἀρχὴν οὐκ ἂν ἔχοι, ἐπεὶ οὐκ ἂν εἴη θεός· ὅπερ οὐ μόνον ἡμεῖς, ἀλλὰ καὶ φιλοσόφων παῖδες θεσπίζουσιν, ὧν οὐ προσῆκέ σε ἥττονα τὴν κατὰ θεὸν κεκτῆσθαι γνῶσιν.

Ἵνα δὲ πιστεύωμεν αὐτὸν ὑφεστάναι θεὸν αὐτὸν ὄντα ἐξ ἑαυτοῦ, ἐμόρφωσεν αὐτὸν ἀνθρωπίνως ὁ πατὴρ σαρκὶ αὐτὸν περιγράψας, ἵνα ἀνθρωπίναις ὄψεσιν ἐμφανίσῃ τὸν υἱόν. καὶ θεὸν ὄντα εἰδὼς ὑφεστάναι, μή μοι φαντασθῇς εὐτελέστερον ἢ μικρότερον τὸν υἱὸν τῷ εἰρηκέναι Ὁ πέμψας με πατὴρ μείζων μου ἐστίν. ἔδει γὰρ αὐτὸν ἐνανθρωποῦντα 3,1.82 ταπεινόφροσι λόγοις ἐμφαίνειν τὸ ἑαυτοῦ μέγεθος. αὐτὸς εἴρηκεν· Ἐπαινείτω σε ὁ πέλας καὶ μὴ τὸ σὸν στόμα. τί γάρ; οὐκ ἔδει ταπεινοφρονοῦντα ἥττονα τοῦ πατρὸς ἑαυτὸν ἀποδεικνύναι, τοῦ