1

 2

 3

 4

 5

 6

 7

3

τοῦ παρ' ἄλλου τινὸς εἰληφέναι, ὡς ἕτερόν τινα θεὸν πρεσβύτερον αὐτοῦ νοεῖσθαι. Τίς δὲ προέδωκε καὶ ἀνταποδοθήσεται αὐτῷ; φησὶν ἡ γραφή. εἰ δὲ παρ' αὐτοῦ τὰ πάντα, οὐδέποτε ἄρα ἀρχὴ ὁδῶν αὐτοῦ καὶ ἔργων αὐτοῦ εὑρεθήσεται, ἀλλ' ἀεὶ ἐνεργής. εἰ δὲ πάντα διὰ τοῦ υἱοῦ γέγονε καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν, ἀεὶ ἄρα τὴν ἐργαζομένην σοφίαν παρ' ἑαυτῷ ἔχειν ἀναφανδὸν δείκ νυται. εἰ δὲ ἀεὶ ἐργάζεται ὁ πατήρ, χωρὶς δὲ τοῦ υἱοῦ οὐδὲν εἴργασται, μάτην τὸ ἐκτίσθαι ὑπειλήφασιν ὕστερόν ποτε δε δημιουργῆσθαι, ἵνα ἐργάζηται. ἀλλὰ τὸ Ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ σημαίνει ὅτι ἐνεχείρισέ μοι τὰς ὁδοὺς αὐτοῦ, ἵν' ὦσιν ὑπὸ τὴν ἐμὴν ἀρχήν· ἀρχὴν γὰρ οὐ χρονικὴν λέγει, ἀλλὰ τὴν κρατητικήν. καὶ γὰρ καὶ οἱ ἀπόστολοί φασιν, ὅτι καὶ κύριον καὶ Χριστὸν αὐτὸν ἐποίησεν. εἰ δὲ τὸ ἐποίησε ποίημα καὶ κτίσμα ὀνομάζοιτο, δύο ἂν εἶέν τινες οὓς ἐποίησεν, ἕτερον μὲν κύριον, ἕτερον δὲ Χριστόν. Χριστὸς δὲ ὅτι βασιλεὺς προσαγορεύεται, οὐδενὶ τοῦτο ἄγνωστον· ἀλλὰ τὸ ἐποίησε σημαίνει δύο ἀρχὰς ἐγκεχειρίσθαι αὐτῷ παρὰ τοῦ πατρός, τὴν μὲν κυριακήν, τὴν δὲ βασιλικήν, μᾶλλον δὲ μίαν ἀρχὴν 3,1.76 δυσὶ προσηγορίαις γεραιρομένην πλείοσιν. ἑκάτεροι τοίνυν πεπείσθωσαν οἱ ταῖς ἑκατέραις ἐνειλημμένοι πλάναις, ὡς ἀεὶ σὺν τῷ πατρὶ ὁ υἱὸς γεννητὸς ἅμα καὶ ἄναρχός ἐστιν· ἄναρχος μὲν τῷ ἀεὶ συνεῖναι τῷ πατρί, γεννητὸς δὲ τῷ τὸν πατέρα αἴτιον ἐσχηκέναι τοῦ εἶναι· ὡς ἔφημεν ἐπὶ τοῦ λύχνου εἰπόντες ὅτι αἴτιος μὲν αὐτὸς τοῦ φέγγους, οὐ μέντοι πρότερος τοῦ φέγγους, ἀλλ' ὁμόχρονος τυγχάνει· οὕτως καὶ εἰς τὸν αἰῶνα ἔσται καὶ οὐδέποτε παύσεται βασιλεύων, ἐπειδήπερ οὐδὲ ἤρξατο, ἀλλ' ἀεὶ συνηργηκὼς τῷ πατρὶ ἑαυτὸν συνεμφαίνει διὰ τοῦ εἰρηκέναι· Ὁ πατήρ μου ἕως ἄρτι ἐργάζεται κἀγὼ ἐργάζομαι· ἐπιζητεῖ δὲ τὸ ἕως ἄρτι τὸ ἀφ' οὗ· ἐπειδὴ δὲ τὸ ἀφ' οὗ ἐν χρόνῳ τυγχάνει, παρεὶς τὸ ἀφ' οὗ τὸ ἕως ἄρτι μόνον εἰπὼν ἐνέφηνεν ἀεὶ τὰ πάντα αὐτῷ συνειργάσθαι· ἐργάζεται γὰρ ἕως ἄρτι φύων, ζωογονῶν, αὔξων, τὰ πάντα ἡνιοχῶν, καὶ οὐδέποτε παύσεται· οὐ γὰρ ἁρμόσει θεῷ τὸ ἀργεῖν οὐδ' ἀποκαμεῖται ἐργαζόμενος, ἵνα παύσηται.

Οἶμαι μὲν οὖν τοὺς ἀρειοπλανεῖς ὥσπερ συνηγορίᾳ κεχρῆσθαι τῇ εὐαγγελικῇ φωνῇ λεγούσῃ Ὁ πέμψας με μείζων μού ἐστιν ἀφ' οὗ κτίσμα καὶ ποίημα αὐτὸν ὑπειλή φασι, καὶ τὸ ἀντειπεῖν τῷ προσαγορεύσαντι διδάσκαλον ἀγαθὸν Οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ θεὸς ὑπόνοιαν ἐμπεποιηκέναι αὐτοῖς ἄνθρωπον ὄντα καταχρηστικὴν προσηγορίαν ἐσχη κέναι τὸ υἱὸς καὶ τὸ Οὐδεὶς οἶδε τὴν συντελεστικὴν ἡμέραν καὶ τὴν ὥραν οὐδ' οἱ ἄγγελοι τῶν οὐρανῶν οὐδὲ ὁ υἱὸς ἐν τοῖς κατὰ Μάρκον εἰρημένοις, εἰ μὴ ὁ πατὴρ μόνος, ἀλλότριον τῆς πατρικῆς οὐσίας γεγονέναι τὸν υἱὸν ὑπόνοιαν αὐτοῖς ἐμποιεῖν οἴομαι. οἱ δὲ κατὰ Σαβέλλιον Ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν καὶ Ὁ ἐμὲ ἑωρακὼς ἑώρακε τὸν πατέρα 3,1.77 καὶ τὸ Ὅτε παραδιδῷ τὴν βασιλείαν τῷ πατρὶ καὶ θεῷ οὐ μετὰ ἀκριβοῦς κρίσεως ἀνεγνωκότες εἰς τὴν μεγίστην τῆς ἀσεβείας ἐκπεπτώκασι πλάνην, οἰόμενοι διὰ μὲν λειποταξίαν ἀνθρωπίνην προεληλυθέναι τὸν υἱὸν ἐκ τοῦ πατρὸς προσκαί ρως, αὖθις δὲ μετὰ τὴν διόρθωσιν τῶν ἀνθρωπίνων πλημμε λημάτων ἀναλελυκότα ἐνδῦναί τε καὶ ἀναμεμίχθαι τῷ πατρί. οὐκ ἀνέγνωκας, ὦ Σαβελλιόφρον, καὶ τόδε τὸ χωρίον τῆς ἀποστολικῆς γραφῆς, ὃ ἀντισταίη σου τῇ δοκήσει; φησὶ γὰρ μεθ' ἕτερα· Κατὰ τὴν ἐνέργειαν τοῦ κράτους τῆς ἰσχύος αὐτοῦ, ἣν ἐνήργηκεν ἐν τῷ Χριστῷ ἐγείρας αὐτὸν ἐκ νεκρῶν καὶ καθίσας ἐν δεξιᾷ αὐτοῦ ἐν τοῖς ἐπουρανίοις ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάμεως καὶ κυριότητος καὶ παντὸς ὀνομαζομένου οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ ἀλλὰ καὶ ἐν τῷ μέλλοντι. οὐδ' ἡ εὐαγγελικὴ φωνή σε πείθει οὐ πρόσκαιρον εἶναι τὸν υἱόν, ἀλλ' ὅτι καὶ ἡ ἐν τῷ μέλλοντι αἰῶνι κατὰ πάντων δίκη ἐγκεχείρισται τῷ υἱῷ; Ὁ γὰρ πατήρ, φησί, κρίνει οὐδένα· τὴν δὲ κρίσιν πᾶσαν δέδωκε τῷ υἱῷ, ἵνα τιμῶσι τὸν υἱὸν καθὼς τιμῶσι τὸν πατέρα· καὶ ἑτέρωθί που ὁ ἀπόστολος Ἐν τῇ ἀποκαλύψει τοῦ κυρίου Ἰησοῦ, φησίν, ἀπ' οὐρανοῦ μετ' ἀγγέλων δυνάμεως