2
θείαν φύσιν οὐχ ὑποτέτακται. ὁπότε γὰρ αὐτὸς ὁ θεὸς † οὐ κατὰ τὴν ἰδίαν τοῦ μεγέθους δύναμιν διείλεκται ἡμῖν, ἀλλὰ συμμετρεῖ ταῖς ἀνθρωπίναις ἀκοαῖς τὴν ἑαυτοῦ φωνήν, ὅπως οἷοί τε ὦμεν ταῖς ἀκοαῖς τὴν θείαν φωνὴν ὑποδέξασθαι. καὶ γάρ τοι καὶ τὸ ἀνύποιστον καὶ ἀπερίληπτον μέγεθος αὐτοῦ συμμετρεῖ ταῖς τῶν ἀνθρώπων ὄψεσι καὶ θεὸς ὢν ἄνθρωπος πέφηνε· ἐκένωσε γὰρ ἑαυτὸν μορφὴν δούλου λαβών, ἵνα δυνηθῶμεν οἱ ἄνθρωποι θεάσασθαι θεόν. ὥσπερ οὖν πεπείσμεθα ὅτι οὐκ ὢν ἄνθρωπος πέφηνε μὲν ἄνθρωπος, κατὰ φύσιν δὲ θεὸς ἦν τε καὶ ἔστι τὸ ἀπερίληπτον μέγεθος αὐτοῦ σώματι περι γράψας καὶ δι' ἑαυτοῦ ὥσπερ δι' ἐσόπτρου τὸ ὅλον ἡμῖν μέγεθος τοῦ θεοῦ παραφήνας, ἵν' ὥσπερ διόπτρᾳ τούτῳ χρησάμενοι καὶ τοῦ πατρὸς θεαταὶ γενώμεθα· εἰκὼν γὰρ τοῦ ἀοράτου θεοῦ κατὰ τὸν ἀπόστολον τυγχάνων εἴρηκεν· Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα, οὕτω καὶ διὰ τῶν ἐν ταῖς γραφαῖς κατὰ τὸ μέτρον τῶν ἀκοῶν ἡμῶν εἰρημένων, μὴ ἁρμοζόντων δὲ πολλαχῶς τῇ θεότητι δι' ἀσθένειαν λόγου ἀναλόγως θεωροῦμεν αὐτὸν τῇ διανοίᾳ· ὥσπερ γὰρ θεὸς σώματι περίγραπτος ἡμῖν ὦπται διὰ τὰς ὄψεις, οὕτως καὶ ὁ λόγος μικρότερος ἢ κατὰ θεὸν κεκήρυκται διὰ τὰς ἀκοάς.
∆έδεικται δέ, ὥσπερ προέφημεν, δι' αὐτῆς τῆς γραφῆς ὡς ἀνθρώπινος λόγος θεόν τε καὶ τὰ κατ' αὐτὸν οὐκ ἂν ἐνδέξαιτο. ἐπειδὴ γὰρ οὐχ ὑπολέλειπτο μέρος λόγου τὸ μηνύον τὴν ἀϊδιότητα τοῦ υἱοῦ, τῇ προθέσει ὥσπερ αἰνίγματι 3,1.74 σημαίνει σύγχρονον εἶναι τῷ πατρὶ ἡ γραφὴ λέγουσα· Πρὸ ἑωσφόρου ἐγέννησά σε· καὶ Πρὸ πάντων βουνῶν γεννᾷ με καὶ ἑκάστου δημιουργήματος. τοῦτο τὸ μέρος τοῦ λόγου προτιθεῖσα ἡ γραφὴ ἄναρχον αὐτὸν ἀποφαίνει· τὸ γὰρ προϋπερβατικὸν πάντων ὂν καὶ μάλιστα ὅτε πρὸ τῶν αἰώνων λέγει εἰς τὸ ἀΐδιον καὶ ἄναρχον τρέπει ἡμῶν τὸν νοῦν. πῶς οὖν τῷ πατρὶ ἀεὶ συγκαθεζόμενος τὸ υἱὸς εἶναι καὶ γεγεννῆσθαι ἐπιτέτραπται, εἰκόνα σοι τούτων προτείνω, ἐπείπερ τῶν κατὰ φύσιν οὐ καθικνεῖται ὁ λόγος, τὴν ἀκτῖνα ὑπὸ τοῦ ἡλίου. πῶς οὐκ ἂν φήσειας τετέχθαι καὶ τὸ φῶς ὑπὸ τοῦ λύχνου; ἀλλ' ὥσπερ οὐ πρότερον ὁ ἥλιος, ἔπειτα ἡ ἀκτίς, ἀλλ' ἅμα τῷ εἶναι ἢ γεγονέναι τὸν ἥλιον ἔστι τε καὶ γέγονεν ἡ ἀκτὶς καὶ ἅμα τῷ ὑπάρξαι τὸν λύχνον ὑπῆρξε καὶ τὸ φῶς καὶ τὸ γεννώμενον ὑπὸ τοῦ λύχνου οὐ μετά τινα χρόνον, ἀλλὰ σὺν αὐτῷ γεννώμενον φαίνεται, οὕτως οὐ πρῶτον θεός, μετέπειτα δὲ ἡ σοφία αὐτοῦ, ἀλλ' ἅμα τῷ εἶναι τὸν θεὸν τῶν ὅλων (ἦν δὲ πάντοτε) ἦν ἄρα καὶ ἡ σοφία, τουτέστιν ὁ Χριστός· καίτοι γεννωμένη ὑπὸ τοῦ θεοῦ καὶ γέννημα εἰκότως προσαγορεύεται ἡ σοφία τοῦ διαδεικνυμένου αὐτήν. τὸ δὲ Πρὸ πάντων βουνῶν γεννᾷ με ἐμφαίνει πάντοτε γεννώμενον τοῖς ἀνθρώποις ὑπὸ τοῦ πατρὸς τὸν σωτῆρα· καὶ τὸ Σήμερον γεγέννηκά σε καίτοι προγεγεννημένον καὶ ἀεὶ συνόντα ὑπὸ χρόνου μέρει τὸ σήμερον ἄγουσα ἡ γραφὴ σημαίνει ἀεὶ τοῖς καθεξῆς προϊοῦσιν αὐτὸν συγγεννᾶσθαι, ἄχρις οὗ τὸ σήμερον καλεῖται. εἴ ποτε δὲ τὸ σήμερον τοῦ κόσμου τούτου συμ περιορισθείη τοῖς τέλεσιν, οὐκέτι γεννᾶται, ἀλλ' ἅπαξ τοῖς ἅπασι γεγεννημένος καὶ πάντων κριτὴς καὶ δικαστὴς καθ εσθεὶς ζώντων καὶ νεκρῶν εἰς αἰῶνα βασιλεύσει σὺν τῷ πατρί.
Ἵνα δὲ μὴ καὶ τὸ Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ 3,1.75 εἰς ἔργα αὐτοῦ ἐμποιῇ λογισμοὺς τοῖς διεφθορόσι τὴν διάνοιαν, οὐδὲ τοῦτο παριτέον. οἱ γὰρ ἑρμηνεῖς βραχύ τι τῆς Ἑβραΐδος ἀκριβείας τῶν γραφῶν εἰς τὴν Ἑλληνίδα παρατραπέντες εἶπον μὲν ἔκτισέ με, εὕροις δ' ἂν ἐρευνήσας ἐποίησέ με. ὅμως δὲ καὶ τὸ ἔκτισέ με ἀκριβῶς νοούμενον οὐδὲν ἀπᾷδον τοῦ ἐποίησέ με δείκνυται. εἰ γὰρ κύριος ἔκτισέ με εἰρήκει μόνον, ζήτημα ἄν τισι καταλελοίπει· ἐπεὶ δὲ προσέ θηκεν ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, σαφῶς ἂν νοοῖτο εἰρηκυῖα κύριος ἐποίησέ με ἐπιστατεῖν τῶν ἔργων αὐτοῦ καὶ ἀρχὴν τῶν ὁδῶν αὐτοῦ ἐνεχείρισέ μοι. πότε γὰρ ἔσχεν ἀρχὴν ὁδῶν αὐτοῦ ὁ πατὴρ ἢ πότε οὐκ ἦν ἐνεργὴς ἢ παρὰ τίνος τὸ δύνασθαι καὶ τὸ ἐνεργεῖν εἴληφε; τὸ γὰρ μὴ ἀεὶ τὰ πάντα ἔχειν παρ' ἑαυτῷ ἐμφαντικόν ἐστι