1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

4

τοὺς κινδύνους, καὶ τὰς ἐπιβουλάς, τὰς παρὰ τῶν οἰκείων, τὰς παρὰ τῶν ἀλλοτρίων, τὰς παρὰ τῶν τυράννων, τὰς παρὰ τῆς οἰκουμένης ἁπάσης ἀντιθῇς, καὶ μετὰ τούτων τὰ τούτων πικρότερα, λέγω δὴ τὰς ὑπὲρ τῶν πιπτόντων ὀδύνας, τὴν φροντίδα τῶν Ἐκκλησιῶν πασῶν, τὴν πύρωσιν ἣν ὑπὲρ ἑκάστου τῶν σκανδαλιζομένων ὑπέμενεν, ὄψει πῶς πέτρας στερροτέρα ἦν ἡ ταῦτα φέρουσα ψυχή, καὶ σίδηρον καὶ ἀδάμαντα ἐνίκα. Ἅπερ οὖν ἐκεῖνος ἔπασχεν ἐν τῷ σώματι, ταῦτα οὗτος ἐν τῇ ψυχῇ, καὶ σκώληκος παντὸς χαλεπώτερον ἡ καθ' ἕκαστον τῶν σκανδαλιζομένων ἀθυμία διέτρωγεν αὐτοῦ τὴν ψυχήν. Ὅθεν καὶ πηγὰς δακρύων ἠφίει διηνεκεῖς, οὐ τὰς ἡμέρας μόνον, ἀλλὰ καὶ τὰς νύκτας, καὶ πάσης γυναικὸς ὠδινούσης δριμύτερον διεσπᾶτο καθ' ἕκαστον αὐτῶν. ∆ιὸ καὶ ἔλεγε· Τεκνία μου, οὓς πάλιν ὠδίνω. 1.13 Τίνα ἄν τις μετὰ τὸν Ἰὼβ ἐκπλαγείη; Τὸν Μωϋσέα πάντως. Ἀλλὰ καὶ τοῦτον ἐκ πολλοῦ τοῦ περιόντος ὑπερηκόντισε· μεγάλα μὲν γὰρ αὐτοῦ καὶ τὰ ἄλλα, τὸ δὲ κεφάλαιον καὶ ἡ κορωνὶς τῆς ἁγίας ψυχῆς ἐκείνης, ὅτι ἐξαλειφθῆναι εἵλετο τῆς τοῦ Θεοῦ βίβλου ὑπὲρ τῆς σωτηρίας τῶν Ἰουδαίων. Ἀλλ' οὗτος μὲν συναπολέσθαι ἑτέροις ᾑρεῖτο· ὁ δὲ Παῦλος οὐ συναπολέσθαι, ἀλλ' ἑτέρων σωζομένων, αὐτὸς ἐκπεσεῖν τῆς δόξης τῆς ἀπεράντου. Καὶ ὁ μὲν τῷ Φαραώ, ὁ δὲ τῷ διαβόλῳ καθ' ἡμέραν ἐπύκτευε· καὶ ὁ μὲν ὑπὲρ ἑνὸς ἔθνους, ὁ δὲ ὑπὲρ τῆς οἰκουμένης ἁπάσης ἔκαμνεν, οὐχ ἱδρῶτι, ἀλλὰ καὶ αἵματι ἀντὶ ἱδρῶτος πάντοθεν περιρρεόμενος, οὐχὶ τὴν οἰκουμένην μόνον, ἀλλὰ καὶ τὴν ἀοίκητον διορθούμενος, οὐχὶ τὴν Ἑλλάδα μόνον, ἀλλὰ καὶ τὴν βάρβαρον. 1.14 Ἐνῆν καὶ τὸν Ἰησοῦν εἰς μέσον παραγαγεῖν, καὶ τὸν Σαμουὴλ καὶ τοὺς ἄλλους προφήτας· ἀλλ' ἵνα μὴ μακρότερον ποιῶμεν τὸν λόγον, ἐπὶ τοὺς κορυφαίους αὐτῶν βαδίσωμεν· ὅταν γὰρ τούτων φανῇ κρείττων, οὐδεμία περὶ τῶν ἄλλων ἀμφισβήτησις λείπεται. Τίνες οὖν οἱ κορυφαῖοι; Τίνες δὲ ἄλλοι μετὰ τούτους, ἢ ὁ ∆αυῒδ, καὶ ὁ Ἠλίας, καὶ ὁ Ἰωάννης; ὧν ὁ μὲν τῆς προτέρας, ὁ δὲ τῆς δευτέρας πρόδρομος τοῦ Κυρίου παρουσίας· διὸ καὶ τῆς προσηγορίας ἀλλήλοις ἐκοινώνησαν. Τί οὖν τὸ ἐξαίρετον τοῦ ∆αυΐδ; Ἡ ταπεινοφροσύνη καὶ ὁ πρὸς Θεὸν ἔρως. Καὶ τίς μὲν μᾶλλον, τίς δὲ οὐχ ἧττον τῆς Παύλου ψυχῆς ἀμφότερα ταῦτα κατώρθωσε; Τί δὲ τὸ θαυμαστὸν Ἠλίου; Ἆρα ὅτι τὸν οὐρανὸν ἔκλεισε, καὶ λιμὸν ἐπήγαγε, καὶ πῦρ κατήγαγεν; Οὐκ ἔγωγε οἶμαι· ἀλλ' ὅτι ἐζήλωσεν ὑπὲρ τοῦ ∆εσπότου, καὶ πυρὸς σφοδρότερος ἦν. Ἀλλ' εἰ τὸν Παύλου ζῆλον ἴδοις, τοσοῦτον ὄψει κρατοῦντα ὅσον ἐκεῖνος τῶν ἄλλων προφητῶν περιῆν. Τί γὰρ ἂν γένοιτο τῶν ῥημάτων ἐκείνων ἴσον, ἅπερ ὑπὲρ τῆς τοῦ ∆εσπότου δόξης ζηλῶν ἔλεγεν, ὅτι ηὐχόμην ἀνάθεμα εἶναι ὑπὲρ τῶν ἀδελφῶν μου, τῶν συγγενῶν μου κατὰ σάρκα; ∆ιὰ τοῦτο τῶν οὐρανῶν αὐτῷ προκειμένων, καὶ τῶν στεφάνων καὶ τῶν ἐπάθλων, ἔμελλε καὶ ἐβράδυνε λέγων· Τὸ ἐπιμεῖναι τῇ σαρκὶ ἀναγκαιότερον δι' ὑμᾶς. ∆ιὰ τοῦτο οὐδὲ τὴν κτίσιν αὐτὴν τὴν ὁρωμένην, ἀλλ' οὐδὲ τὴν νοητὴν ἐνόμισεν ἀρκεῖν εἰς παράστασιν τῆς ἀγάπης καὶ τοῦ ζήλου, ἀλλὰ καὶ ἑτέραν οὐκ οὖσαν ἐζήτει, ὥστε ἐνδείξασθαι ὅπερ ἤθελε καὶ ἐπεθύμει. Ἀλλ' ὁ Ἰωάννης ἀκρίδας ἤσθιε καὶ μέλι ἄγριον; Ἀλλ' οὗτος ἐν μέσῃ τῇ οἰκουμένῃ καθάπερ ἐκεῖνος ἐν τῇ ἐρήμῳ διέτριβεν, ἀκρίδας μὲν καὶ μέλι ἄγριον οὐ σιτούμενος, πολὺ δὲ εὐτελεστέραν ταύτης παρατιθέμενος τράπεζαν, καὶ οὐδὲ τῆς ἀναγκαίας εὐπορῶν τροφῆς διὰ τὴν ὑπὲρ τοῦ κηρύγματος σπουδήν. Ἀλλὰ πολλὴν πρὸς τὸν Ἡρώδην οὗτος παρρησίαν ἐπεδείξατο; Ἀλλ' οὗτος οὐχ ἕνα καὶ δύο καὶ τρεῖς, ἀλλὰ μυρίους κατ' ἐκεῖνον ἐπεστόμισε, μᾶλλον δὲ καὶ πολλῷ χαλεπωτέρους ἐκείνου τοῦ τυράννου. 1.15 Λείπεται πρὸς τοὺς ἀγγέλους αὐτὸν ἐξετάσαι λοιπόν. ∆ιόπερ ἀφέντες τὴν γῆν, πρὸς τὰς τῶν οὐρανῶν ἀναβησώμεθα ἁψῖδας· ἀλλὰ μηδεὶς τόλμαν καταγινωσκέτω