17
καὶ παρεχώρει, καὶ δαιμόνων θεραπεῖαι, καὶ ἑορταί, καὶ πανηγύρεις, καὶ πάτρια ἔθη, καὶ νόμων διαφθοραί, καὶ δήμων θυμοί, καὶ τυράννων ἀπειλαί, καὶ οἰκείων ἐπιβουλαί, καὶ ψευδαποστόλων κακουργίαι· μᾶλλον δέ, καθάπερ τῆς ἀκτῖνος ἀνισχούσης, καὶ σκότος ἐλαύνεται, καὶ θηρία καταδύεται καὶ φωλεύει λοιπόν, καὶ λῃσταὶ δραπετεύουσι, καὶ ἀνδροφόνοι περὶ τὰ σπήλαια καταφεύγουσι, καὶ πειραταὶ ἀφίστανται, καὶ τυμβωρύχοι ἀναχωροῦσι, καὶ μοιχοὶ καὶ κλέπται καὶ τοιχωρύχοι, ἅτε ἀπὸ τῆς ἀκτῖνος ἐλέγχεσθαι μέλλοντες, ἀπελθόντες που μακρὰν ἑαυτοὺς ἀφανίζουσι, καὶ πάντα διαφανῆ καὶ λαμπρὰ γίνεται, καὶ γῆ, καὶ θάλαττα, τῆς ἀκτῖνος ἄνωθεν πάντα καταυγαζούσης, τὰ πελάγη, τὰ ὄρη, τὰς χώρας, τὰς πόλεις· οὕτω δὴ καὶ τότε τοῦ κηρύγματος φανέντος, καὶ τοῦ Παύλου πανταχοῦ τοῦτο διασπείροντος, ἠλαύνετο μὲν ἡ πλάνη, ἐπανῄει δὲ ἡ ἀλήθεια, κνῖσαι δὲ καὶ καπνός, καὶ κύμβαλα καὶ τύμπανα, καὶ μέθαι καὶ κῶμοι, καὶ πορνεῖαι, καὶ μοιχεῖαι, καὶ τὰ ἄλλα, ἃ μηδὲ εἰπεῖν καλόν, τὰ ἐν τοῖς ἱεροῖς τῶν εἰδώλων τελούμενα ἔληγε καὶ ἐδαπανᾶτο, καθάπερ κηρὸς ὑπὸ πυρὸς τηκόμενα, καθάπερ ἄχυρα ὑπὸ φλογὸς δαπανώμενα· ἡ δὲ λαμπρὰ τῆς ἀληθείας φλὸξ ἀνῄει φαιδρὰ καὶ ὑψηλὴ πρὸς αὐτὸν τὸν οὐρανόν, ὑπ' αὐτῶν τῶν κωλυόντων αἰρομένη, καὶ διὰ τῶν ἐμποδιζόντων αὐξανομένη· καὶ οὐδὲ κίνδυνος ἐπεῖχεν αὐτῆς τὴν φορὰν καὶ τὴν ῥύμην τὴν ἀκάθεκτον, οὐ συνηθείας τυραννὶς παλαιοτάτης, οὐ πατρίων ἐθῶν καὶ νόμων ἰσχύς, οὐ τὸ τῆς διδασκαλίας τῶν νόμων δυσπαράδεκτον, οὐκ ἄλλο τῶν εἰρημένων οὐδέν.
4.19 Καὶ ἵνα μάθῃς ἡλίκον τοῦτό ἐστιν, ἀπείλησον τοῖς Ἕλλησιν, οὐ λέγω κινδύνους καὶ θανάτους καὶ λιμόν, ἀλλ' ὀλίγην ζημίαν χρημάτων, καὶ ὄψει μεταβαλλομένους εὐθέως. Ἀλλ' οὐ τὰ ἡμέτερα τοιαῦτα, ἀλλὰ πάντων κατακοπτομένων καὶ σφαζομένων, καὶ πανταχοῦ πολεμουμένων, καὶ ποικίλοις τρόποις πολέμων, ἀνθηρότερα ταῦτα ἐγίνετο. Καὶ τί λέγω τοὺς παρόντας Ἕλληνας νῦν, τοὺς εὐτελεῖς καὶ εὐκαταφρονήτους; Τοὺς τότε θαυμαστοὺς παραγάγωμεν εἰς μέσον, τοὺς ἐπὶ φιλοσοφίᾳ βεβοημένους, τὸν Πλάτωνα, τὸν ∆ιαγόραν, τὸν Κλαζομένιον, καὶ ἑτέρους πολλοὺς τοιούτους, καὶ ὄψει τότε τοῦ κηρύγματος τὴν ἰσχύν. Μετὰ γὰρ τὸ κώνειον τοῦ Σωκράτους, οἱ μὲν εἰς Μέγαρα ἀπῆλθον, δεδοικότες μὴ τὰ αὐτὰ πάθωσιν· οἱ δὲ καὶ τῆς πατρίδος καὶ τῆς ἐλευθερίας ἐξέπεσον, καὶ πλέον μιᾶς γυναικός, οὐδενὸς ἑτέρου περιεγένοντο· ὁ δὲ Κιτιεὺς ἐν τοῖς γράμμασιν ἀφεὶς τὴν πολιτείαν, οὕτω κατέλυσε. Καίτοι οὐδὲν ἦν τότε τὸ ἐμποδίζον, οὐ κίνδυνος, οὐκ ἰδιωτεία, ἀλλὰ καὶ δεινοὶ λέγειν ἦσαν, καὶ χρημάτων εὐπόρουν, καὶ τῆς παρὰ πᾶσι βοωμένης πατρίδος ἐτύγχανον ὄντες· ἀλλ' οὐδὲν ἴσχυσαν. Τοιοῦτον γὰρ ἡ πλάνη, καὶ μηδενὸς ἐνοχλοῦντος, καταρρεῖ· τοιοῦτον ἡ ἀλήθεια, καὶ πολλῶν πολεμούντων, διεγείρεται. 4.20 Καὶ ταῦτα αὐτὴ ἡ τῶν πραγμάτων ἀλήθεια βοᾷ καὶ οὐδὲν δεῖ λόγων, οὐδὲ ῥημάτων, τῆς οἰκουμένης πάντοθεν φωνὴν ἀφιείσης, τῶν πόλεων, τῶν ἀγρῶν, τῆς γῆς, τῆς θαλάττης, τῆς οἰκουμένης, τῆς ἀοικήτου, τῶν ἐν ταῖς ἀκρωρείαις. Οὐδὲ γὰρ τὴν ἔρημον ἀφῆκεν ἄμοιρον τῆς εὐεργεσίας αὐτοῦ, ἀλλὰ καὶ αὐτὴν μάλιστα ἐνέπλησεν, ὧν ἐκ τοῦ οὐρανοῦ φέρων ἦλθεν ἡμῖν ἀγαθῶν, διὰ τῆς Παύλου γλώττης, διὰ τῆς χάριτος τῆς ἐντεθείσης αὐτῷ. Ἐπειδὴ γὰρ ἀξίαν τῆς δωρεᾶς προθυμίαν παρέσχετο, καὶ δαψιλὴς ἡ χάρις ἐξέλαμψε, καὶ τὰ πλείονα τῶν εἰρημένων διὰ τῆς τούτου κατωρθώθη γλώττης. 4.21 Ἐπεὶ οὖν οὕτω τὸ γένος ἡμῶν ἐτίμησεν ὁ Θεός, ὡς ἕνα ἄνθρωπον καταξιῶσαι τοσούτων γενέσθαι κατορθωμάτων αἴτιον, ζηλώσωμεν, μιμησώμεθα, σπουδάσωμεν γενέσθαι κατ' ἐκεῖνον καὶ ἡμεῖς, καὶ μὴ ἀδύνατον τοῦτο εἶναι νομίζωμεν. Ὃ γὰρ πολλάκις εἶπον, τοῦτο λέγων οὐ παύσομαι, ὅτι καὶ σῶμα ἐν αὐτῷ τὸ αὐτὸ ἦν ἡμῖν, καὶ τροφαὶ αἱ αὐταί, καὶ ψυχὴ ἡ αὐτή· ἀλλ' ἡ προαίρεσις μεγάλη, καὶ ἡ προθυμία