1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

13

λέγων· μὴ δύνασθαι φθέγγεσθαι, ἕως ἂν τὴν λάρνακα τὴν ἐκείνου βλέπῃ πλησίον· καὶ γὰρ ἐκ γειτόνων ἦν κειμένη. Μετὰ τοῦτον πάλιν, ὁ θεῖος ὁ τούτου εἰς τὰ ἱερὰ σκεύη ἐνυβρίσας, σκωληκόβρωτος γεγονὼς ἐξέψυξε· καὶ ὁ ταμίας δὲ τῶν βασιλικῶν χρημάτων δι' ἑτέραν παρανομίαν εἰς τὴν Ἐκκλησίαν ὑπ' αὐτοῦ γενομένην, μέσον λακίσας ἀπώλετο. Πάλιν αἱ πηγαὶ αἱ παρ' ἡμῖν, αἱ νικῶσαι τῷ ῥεύματι τοὺς ποταμούς, ἀθρόον ἔφυγον καὶ ἀπεπήδησαν, μηδέποτε τοῦτο παθοῦσαι πρότερον, ἀλλ' ὅτε θυσίαις καὶ σπονδαῖς τὸ χωρίον ἐμόλυνεν ὁ βασιλεύς. Τί ἄν τις εἴποι τὸν λιμὸν τὸν πανταχοῦ τῆς οἰκουμένης μετὰ τοῦ βασιλέως ταῖς πόλεσι συνεμπεσόντα, αὐτοῦ τοῦ βασιλέως τὸν θάνατον, τὸν ἐν τῇ Περσῶν χώρᾳ, τὴν πρὸ τοῦ θανάτου ἀπάτην, τὸ στρατόπεδον τὸ ἐν μέσοις ἀποληφθὲν τοῖς βαρβάροις, καθάπερ ἐν σαγήνῃ τινὶ καὶ δικτύοις, τὴν ἄνοδον ἐκεῖθεν τὴν θαυμαστὴν καὶ παράδοξον; Ἐπειδὴ γὰρ ὁ μὲν ἀσεβὴς βασιλεὺς ἔπεσεν ἐλεεινῶς, ἕτερος δὲ εὐσεβὴς διεδέξατο, πάντα εὐθέως ἐλύετο τὰ δεινά· καὶ οἱ ἐν μέσοις εἰλημμένοι δικτύοις καὶ οὐδεμίαν οὐδαμόθεν διέξοδον ἔχοντες στρατιῶται, τοῦ Θεοῦ λοιπὸν νεύσαντος, τῶν βαρβάρων ἀπαλλαγέντες μετὰ ἀσφαλείας ἐπανῄεσαν ἁπάσης. Ταῦτα τίνα οὐχ ἱκανὰ ἐφελκύσασθαι πρὸς τὴν εὐσέβειαν; 4.7 Τὰ δὲ παρόντα οὐ πολλῷ τούτων θαυμαστότερα; οὐ σταυρὸς κηρύττεται, καὶ ἡ οἰκουμένη προστρέχει; οὐ θάνατος καταγγέλλεται ἐπονείδιστος, καὶ πάντες ἐπιπηδῶσι; μὴ γὰρ οὐκ ἐσταυρώθησαν μυρίοι; μὴ γὰρ μετ' αὐτοῦ τοῦ Χριστοῦ οὐχὶ δύο λῃσταὶ ἀνεσκολοπίσθησαν; μὴ γὰρ οὐκ ἐγένοντο πολλοὶ σοφοί; μὴ γὰρ οὐκ ἐγένοντο πολλοὶ δυνατοί; τίνος ὄνομά ποτε οὕτως ἐκράτησε; καὶ τί λέγω σοφοὺς καὶ δυνατούς; μὴ γὰρ οὐκ ἐγένοντο βασιλεῖς ἐπίδοξοι; τίς οὕτω περιεγένετο τῆς οἰκουμένης ἐν βραχεῖ χρόνῳ; Μὴ γάρ μοι λέγε τὰς αἱρέσεις τὰς ποικίλας καὶ παντοδαπάς· πάντες γὰρ τὸν αὐτὸν Χριστὸν κηρύττουσιν, εἰ καὶ μὴ ὑγιῶς πάντες, ἐκεῖνον τὸν ἐν Παλαιστίνῃ πάντες προσκυνοῦσι σταυρωθέντα, τὸν ἐπὶ Ποντίου Πιλάτου. Ταῦτα οὖν οὐ δοκεῖ τῆς δυνάμεως αὐτοῦ σαφεστέραν ἔχειν ἀπόδειξιν τῆς φωνῆς ἐκείνης τῆς ἐξ οὐρανοῦ κατενεχθείσης; ∆ιὰ τί γὰρ μηδεὶς οὕτω περιεγένετο βασιλεὺς ὡς οὗτος ἐκράτησε, καὶ ταῦτα μυρίων ὄντων τῶν κωλυμάτων; καὶ γὰρ βασιλεῖς ἐπολέμησαν, καὶ τύραννοι παρετάξαντο, καὶ δῆμοι πάντες κατεξανέστησαν, καὶ τὰ ἡμέτερα ὅμως οὐκ ἠλαττοῦτο, ἀλλὰ καὶ μᾶλλον λαμπρότερα ἐγίνετο. Πόθεν οὖν, εἴπατέ μοι, ἡ τοσαύτη ἰσχύς; 4.8 Μάγος ἦν, φησί. Μόνος οὖν οὗτος μάγος τοιοῦτος ἐγένετο. Πάντως ἠκούσατε, ὅτι καὶ παρὰ Πέρσαις καὶ Ἰνδοῖς πολλοὶ γεγόνασι μάγοι, καί εἰσιν ἔτι καὶ νῦν· ἀλλ' οὐδὲ ὄνομα αὐτῶν ἐστιν οὐδαμοῦ. Ἀλλ' ὁ ἐκ Τυάνων, φησίν, ἀπατεὼν ἐκεῖνος καὶ γόης, καὶ αὐτὸς ἔλαμψε. Ποῦ καὶ πότε; Ἐν μικρῷ μέρει τῆς οἰκουμένης, καὶ πρὸς βραχὺν χρόνον, καὶ ἐσβέσθη ταχέως καὶ ἀπώλετο, οὐκ Ἐκκλησίαν καταλιπών, οὐ λαόν, οὐκ ἄλλο τι τοιοῦτον οὐδέν. Καὶ τί λέγω μάγους καὶ γόητας τοὺς σβεσθέντας; πόθεν τὰ τῶν θεῶν ἐπαύθη πάντα, καὶ ὁ ∆ωδωναῖος, καὶ ὁ Κλάριος, καὶ πάντα τὰ πονηρὰ ταῦτα ἐργαστήρια σιγᾷ καὶ ἐπεστόμισται; 4.9 Πόθεν οὖν οὐ τοῦτον μόνον τὸν σταυρωθέντα, ἀλλὰ καὶ τὰ ὀστᾶ τῶν ὑπὲρ αὐτοῦ σφαγέντων πεφρίκασι δαίμονες; τίνος δὲ ἕνεκεν καὶ σταυρὸν ἀκούοντες ἀποπηδῶσι; Καὶ μὴν καταγελᾶν ἔδει· μὴ γὰρ λαμπρὸν καὶ ἐπίσημον ὁ σταυρός; Τοὐναντίον μὲν οὖν, αἰσχρὸν καὶ ἐπονείδιστον. Θάνατος γάρ ἐστι καταδίκου· θάνατός ἐστιν ὁ κακῶν ἔσχατος, καὶ παρὰ Ἰουδαίοις ἐπάρατος, καὶ παρὰ Ἕλλησι βδελυκτός. Πόθεν οὖν αὐτὸν ἐδεδοίκεισαν δαίμονες; ἆρ' οὐκ ἀπὸ τῆς τοῦ σταυρωθέντος δυνάμεως; Εἰ γὰρ αὐτὸ καθ' ἑαυτὸ τὸ πρᾶγμα ἐδεδοίκεισαν, μάλιστα μὲν οὖν καὶ τοῦτο ἀνάξιον θεῶν· πλὴν πολλοὶ καὶ πρὸ αὐτοῦ καὶ μετ' αὐτὸν ἐσταυρώθησαν, καὶ μετ' αὐτοῦ δὲ δύο.