1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

5

τοῦ λόγου. Εἰ γὰρ καὶ τὸν Ἰωάννην ἄγγελον ἐκάλεσεν ἡ Γραφὴ καὶ τοὺς ἱερέας, τί θαυμαστόν, εἰ τὸν ἁπάντων ἀμείνω ταῖς δυνάμεσι παραβάλλομεν ἐκείναις; Τί οὖν ἐστιν ἐκείνων τὸ μέγα; Ὅτι μετὰ πάσης ἀκριβείας ὑπακούουσι τῷ Θεῷ· ὅπερ καὶ ὁ ∆αυῒδ ἐκπληττόμενος ἔλεγε· ∆υνατοὶ ἰσχύϊ, ποιοῦντες τὸν λόγον αὐτοῦ. Τούτου γὰρ ἴσον οὐδέν, κἂν μυριάκις ὦσιν ἀσώματοι· τὸ γὰρ μάλιστα ποιοῦν τούτους μακαρίους, τοῦτό ἐστιν, ὅτι πείθονται τοῖς προστάγμασιν, ὅτι οὐδαμοῦ παρακούουσι. Τοῦτο τοίνυν καὶ ὑπὸ τοῦ Παύλου μετὰ ἀκριβείας ἔστιν ἰδεῖν φυλαττόμενον· οὐ γὰρ δὴ τὸν λόγον αὐτοῦ ἐποίησε μόνον, ἀλλὰ καὶ τὰ προστάγματα καὶ ὑπὲρ τὰ προστάγματα, καὶ τοῦτο δηλῶν ἔλεγε· Τίς οὖν μοί ἐστιν ὁ μισθός, ἵνα εὐαγγελιζόμενος ἀδάπανον θήσω τὸ εὐαγγέλιον τοῦ Χριστοῦ; Τί ἕτερον θαυμάζων αὐτοὺς ὁ προφήτης ἔλεγεν; Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, φησί, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πῦρ φλέγον. Ἀλλὰ καὶ τοῦτο ἐπὶ Παύλου ἔστιν ἰδεῖν· καθάπερ γὰρ πνεῦμα καὶ πῦρ, οὕτω τὴν οἰκουμένην διέδραμεν ἅπασαν, καὶ τὴν γῆν ἐξεκάθηρεν. Ἀλλ' οὔπω τὸν οὐρανὸν ἔλαχε; Τὸ γὰρ θαυμαστὸν τοῦτο, ὅτι ἐν τῇ γῇ τοιοῦτος ἦν, καὶ σῶμα θνητὸν περικείμενος, πρὸς τὰς ἀσωμάτους ἡμιλλᾶτο δυνάμεις. 1.16 Πόσης οὖν οὐκ ἂν εἴημεν καταγνώσεως ἄξιοι, ὅταν ἑνὸς ἀνθρώπου πάντα συνειληχότος ἑαυτῷ τὰ καλά, ἡμεῖς οὐδὲ τὸ πολλοστὸν μέρος μιμήσασθαι αὐτὸν σπουδάζωμεν; Ταῦτ' οὖν ἐννοήσαντες, καὶ τῆς κατηγορίας ἑαυτοὺς ἀπαλλάξωμεν, καὶ σπουδάσωμεν πρὸς τὸν ἐκείνου ζῆλον ἐλθεῖν, ἵνα δυνηθῶμεν καὶ τῶν αὐτῶν ἀγαθῶν ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

2.t Τοῦ αὐτοῦ ἐγκώμιον εἰς τὸν ἅγιον ἀπόστολον Παῦλον λόγος βʹ 2.1 Τί ποτέ ἐστιν ἄνθρωπος, καὶ ὅση τῆς φύσεως τῆς ἡμετέρας ἡ εὐγένεια, καὶ ὅσης ἐστὶ δεκτικὸν ἀρετῆς τουτὶ τὸ ζῶον, ἔδειξε μάλιστα πάντων ἀνθρώπων Παῦλος· καὶ νῦν ἕστηκεν, ἐξ οὗ γέγονε, λαμπρᾷ τῇ φωνῇ πρὸς ἅπαντας τοὺς ἐγκαλοῦντας ἡμῶν τῇ κατασκευῇ ἀπολογούμενος ὑπὲρ τοῦ ∆εσπότου, καὶ προτρέπων ἐπ' ἀρετῇ, καὶ τὰ ἀναίσχυντα τῶν βλασφήμων ἐμφράττων στόματα, καὶ δεικνὺς ὅτι ἀγγέλων καὶ ἀνθρώπων οὐ πολὺ τὸ μέσον, ἐὰν ἐθέλωμεν προσέχειν ἑαυτοῖς. Οὐ γὰρ ἄλλην φύσιν λαχών, οὐδὲ ἑτέρας κοινωνήσας ψυχῆς, οὐδὲ ἄλλον οἰκήσας κόσμον, ἀλλ' ἐν τῇ αὐτῇ γῇ καὶ χώρᾳ καὶ νόμοις καὶ ἔθεσι τραφείς, πάντας ἀνθρώπους ὑπερηκόντισε τοὺς ἐξ οὗ γεγόνασιν ἄνθρωποι γενομένους. Ποῦ τοίνυν οἱ λέγοντες ὅτι δύσκολον ἡ ἀρετή, καὶ εὔκολον ἡ κακία; Οὗτος γὰρ ἀντιφθέγγεται τούτοις, λέγων· Τὸ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως καθ' ὑπερβολὴν εἰς ὑπερβολὴν αἰώνιον βάρος δόξης κατεργάζεται. Εἰ δὲ αἱ τοιαῦται θλίψεις ἐλαφραί, πολλῷ μᾶλλον αἱ οἴκοθεν ἡδοναί. 2.2 Καὶ οὐ τοῦτο μόνον ἐστὶν αὐτοῦ τὸ θαυμαστόν, ὅτι περιουσίᾳ τῆς προθυμίας οὐδὲ ᾐσθάνετο τῶν πόνων τῶν ὑπὲρ τῆς ἀρετῆς, ἀλλ' ὅτι οὐδὲ ἐπὶ μισθῷ ταύτην μετῄει. Ἡμεῖς μὲν γὰρ οὐδὲ μισθῶν προκειμένων ἀνεχόμεθα τῶν ὑπὲρ αὐτῆς ἱδρώτων· ἐκεῖνος δὲ καὶ χωρὶς τῶν ἐπάθλων αὐτὴν ἠσπάζετο καὶ ἐφίλει, καὶ τὰ δοκοῦντα αὐτῆς εἶναι κωλύματα μετὰ πάσης ὑπερήλατο τῆς εὐκολίας· καὶ οὔτε σώματος ἀσθένειαν, οὐ πραγμάτων περίστασιν, οὐ φύσεως τυραννίδα, οὐκ ἄλλο οὐδὲν ᾐτιάσατο. Καίτοι καὶ στρατηγῶν καὶ βασιλέων ἁπάντων τῶν ὄντων ἐπὶ γῆς μείζονα φροντίδα ἐγχειρισθείς, ἀλλ' ὅμως καθ' ἑκάστην ἤκμαζε τὴν ἡμέραν. Καὶ τῶν κινδύνων ἐπιτεινομένων αὐτῷ, νεαρὰν ἐκέκτητο τὴν προθυμίαν, καὶ τοῦτο δηλῶν ἔλεγε· Τῶν μὲν ὀπίσω