7
αὐτῷ ἦν. Τοῦτο γὰρ καὶ ἐγώ φημι, ὅτι ἅπερ ἀθυμίας ἡμῖν αἴτια, ταῦτα ἐκείνῳ μεγάλην ἔτικτεν ἡδονήν. Καὶ τί λέγω κινδύνους καὶ τὰς ἄλλας ταλαιπωρίας; Καὶ γὰρ ἐν ἀθυμίᾳ διηνεκεῖ ἦν· διὸ καὶ ἔλεγε· Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι; Πλὴν εἰ καὶ τὴν ἀθυμίαν ἡδονὴν ἔχειν εἴποι τις ἄν. Πολλοὶ γὰρ καὶ τῶν τέκνα ἀποβαλόντων, συγχωρούμενοι μὲν θρηνεῖν, παραμυθίαν λαμβάνουσι· κωλυόμενοι δέ, ἀλγοῦσι· καθάπερ οὖν καὶ ὁ Παῦλος, νυκτὸς καὶ ἡμέρας δακρύων, παραμυθίαν ἐλάμβανεν· οὐδεὶς γὰρ οὕτω τὰ οἰκεῖα ἐπένθησε κακά, ὡς τὰ ἀλλότρια ἐκεῖνος. Πῶς γὰρ οἴει διακεῖσθαι αὐτὸν Ἰουδαίων οὐ σωζομένων, ἵνα σωθῶσιν, εὐχόμενον ἐκπεσεῖν τῆς ἄνωθεν δόξης; Ὅθεν δῆλον ὅτι τὸ μὴ σώζεσθαι αὐτοὺς πολλῷ χαλεπώτερον ἦν. Εἰ γὰρ μὴ χαλεπώτερον, οὐκ ἂν ηὔξατο ἐκεῖνο· ὡς γὰρ κουφότερον εἵλετο, καὶ μᾶλλον ἔχον παραμυθίαν· καὶ οὐχ ἁπλῶς ἐβούλετο, ἀλλὰ καὶ ἐβόα λέγων· Ὅτι λύπη μοί ἐστι, καὶ ὀδύνη τῇ καρδίᾳ μου. 2.7 Τὸν οὖν καθ' ἑκάστην, ὡς εἰπεῖν, ὑπὲρ τῶν τὴν 2.7 οἰκουμένην οἰκούντων ἀλγοῦντα, καὶ ὑπὲρ ἁπάντων κοινῇ, καὶ ἐθνῶν, καὶ πόλεων, καὶ ὑπὲρ ἑνὸς ἑκάστου, τίνι ἄν τις δυνηθείη παραβαλεῖν; ποίῳ σιδήρῳ; ποίῳ ἀδάμαντι; Τί ἄν τις ἐκείνην καλέσειε τὴν ψυχήν; χρυσῆν, ἢ ἀδαμαντίνην; καὶ γὰρ ἀδάμαντος ἦν παντὸς στερροτέρα, καὶ χρυσοῦ καὶ λίθων τιμίων τιμιωτέρα· κἀκείνης μὲν οὖν τῆς ὕλης τὴν εὐτονίαν παρελάσει, ταύτης δὲ τὴν πολυτέλειαν. Τίνι ἂν οὖν τις αὐτὴν παραβάλοι; Τῶν μὲν οὐσῶν οὐδεμιᾷ. Εἰ δὲ χρυσὸς ἀδάμας γένοιτο, καὶ ἀδάμας χρυσός, τότε ὁπωσοῦν αὐτῶν τεύξεται τῆς εἰκόνος. Ἀλλὰ τί μοι δεῖ παραβάλλειν ἀδάμαντι καὶ χρυσῷ; Τὸν κόσμον ἀντίθες ἅπαντα, καὶ τότε ὄψει καθέλκουσαν τοῦ Παύλου τὴν ψυχήν. Εἰ γὰρ περὶ τῶν ἐν μηλωταῖς καὶ σπηλαίοις καὶ ἐν μικρῷ μέρει τῆς οἰκουμένης διαπρεψάντων τοῦτό φησιν ἐκεῖνος, πολλῷ μᾶλλον περὶ αὐτοῦ ἂν εἴποιμεν ἡμεῖς, ὡς ὅτι πάντων ἀντάξιος ἦν. Εἰ τοίνυν ὁ κόσμος αὐτοῦ οὐκ ἄξιος, τίς ἄξιος; τάχα ὁ οὐρανός; Ἀλλὰ καὶ τοῦτο σμικρόν. Εἰ γὰρ αὐτὸς οὐρανοῦ μετὰ τῶν ἐν τοῖς οὐρανοῖς προετίμησε τοῦ ∆εσπότου τὴν ἀγάπην, πολλῷ μᾶλλον ὁ ∆εσπότης ὁ τοσοῦτον αὐτοῦ ἀγαθώτερος, ὅσον πονηρίας ἀγαθότης, μυρίων αὐτὸν οὐρανῶν προτιμήσει. Οὐ γὰρ ὁμοίως ἡμᾶς φιλεῖ, καθάπερ ἡμεῖς αὐτόν, ἀλλὰ τοσούτῳ πλέον, ὅσον οὐδὲ λόγῳ παραστῆσαι ἔνι. 2.8 Σκόπει γοῦν ἡλίκων αὐτὸν καὶ πρὸ τῆς μελλούσης ἠξίωσεν ἀναστάσεως. Εἰς παράδεισον ἥρπασεν, εἰς τρίτον ἀνήγαγεν οὐρανόν, ἀπορρήτων ἐποίησε κοινωνὸν τοιούτων, ἃ μηδενὶ τῶν τὴν ἀνθρωπίνην λαχόντων φύσιν θέμις εἰπεῖν. Καὶ μάλα εἰκότως· καὶ γὰρ ἐν γῇ βαδίζων, ὡς μετὰ ἀγγέλων περιπολῶν, οὕτως ἔπραττεν ἅπαντα· καὶ σώματι θνητῷ συνδεδεμένος, τὴν ἐκείνων καθαρότητα ἐπεδείκνυτο, καὶ ἀνάγκαις τοσαύταις ὑποκείμενος, ἐφιλονείκει τῶν ἄνω δυνάμεων μηδὲν ἔλαττον φανῆναι. Καὶ γὰρ ὡς πτηνὸς τὴν οἰκουμένην διέδραμε, καὶ ὡς ἀσώματος πόνων ὑπερεώρα καὶ κινδύνων, καὶ ὡς τὸν οὐρανὸν ἤδη λαχὼν, κατεφρόνει τῶν ἐπὶ γῆς, καὶ ὡς μετ' αὐτῶν ἀναστρεφόμενος τῶν ἀσωμάτων δυνάμεων, οὕτω διηνεκῶς ἐγρηγορὼς ἦν. Καίτοι γε ἄγγελοι πολλάκις ἐνεχειρίσθησαν ἔθνη διάφορα· ἀλλ' οὐδὲ εἷς αὐτῶν τὸ ἔθνος, ὃ ἐνεπιστεύθη, οὕτως ᾠκονόμησεν, ὡς Παῦλος τὴν οἰκουμένην ἅπασαν. Καὶ μή μοι λέγε ὅτι Παῦλος οὐκ ἦν ὁ ταῦτα οἰκονομῶν· καὶ γὰρ καὶ αὐτὸς ὁμολογῶ. Εἰ γὰρ καὶ μὴ αὐτὸς ἦν ὁ ταῦτα ἀνύων, ἀλλ' οὐδὲ οὕτως ἐκτὸς ἦν τῶν ἐπὶ τούτοις ἐπαίνων, ἐπειδὴ ἑαυτὸν οὕτω κατεσκεύασεν ἄξιον τῆς τοσαύτης χάριτος. Ὁ Μιχαὴλ τὸ τῶν Ἰουδαίων ἔθνος ἐνεχειρίσθη. Παῦλος δὲ γῆν καὶ θάλατταν, καὶ τὴν οἰκουμένην, καὶ τὴν ἀοίκητον. 2.9 Καὶ ταῦτα οὐκ ἀγγέλους ὑβρίζων λέγω, μὴ γένοιτο, ἀλλὰ δεικνὺς ὅτι δυνατὸν ἄνθρωπον ὄντα μετ' ἐκείνων εἶναι, καὶ ἐγγὺς αὐτῶν ἑστάναι. Καὶ τίνος ἕνεκεν