1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

10

ὑμῖν, οὐχ ἵνα λυπηθῆτε, ἀλλὰ ἵνα γνῶτε τὴν ἀγάπην, ἣν ἔχω περισσοτέρως εἰς ὑμᾶς· καὶ πάλιν· Ἐγενόμην τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος, τοῖς ὑπὸ νόμον ὡς ὑπὸ νόμον, τοῖς ἀσθενέσιν ὡς ἀσθενής, τοῖς πᾶσι γέγονα τὰ πάντα, ἵνα πάντως τινὰς σώσω· καὶ ἀλλαχοῦ πάλιν· Ἵνα παραστήσω πάντα ἄνθρωπον τέλειον ἐν Χριστῷ Ἰησοῦ. 3.6 Εἶδες ψυχὴν ὑπερβαίνουσαν πᾶσαν τὴν γῆν; Πάντα ἄνθρωπον προσεδόκησε παραστῆσαι, καὶ τό γε αὐτοῦ μέρος, πάντας παρέστησε. Καὶ γὰρ ὥσπερ τὴν οἰκουμένην ἅπασαν γεννήσας αὐτός, οὕτως ἐθορυβεῖτο, οὕτως ἔτρεχεν, οὕτω πάντας ἐσπούδαζεν εἰσαγαγεῖν εἰς τὴν βασιλείαν, θεραπεύων, παρακαλῶν, ὑπισχνούμενος, εὐχόμενος, ἱκετεύων, τοὺς δαίμονας φοβῶν, τοὺς διαφθείροντας ἐλαύνων, διὰ παρουσίας, διὰ γραμμάτων, διὰ ῥημάτων, διὰ πραγμάτων, διὰ μαθητῶν, δι' ἑαυτοῦ, τοὺς πίπτοντας ἀνορθῶν, τοὺς ἑστῶτας στηρίζων, διεγείρων τοὺς χαμαὶ κειμένους, θεραπεύων τοὺς συντετριμμένους, ἀλείφων τοὺς ῥᾳθυμοῦντας, φοβερὸν ἐμβοῶν ἐπὶ τοῖς ἐχθροῖς, δριμὺ βλέπων ἐπὶ τοῖς πολεμίοις· καθάπερ τις στρατηγὸς ἄριστος, αὐτὸς σκευοφόρος, αὐτὸς ὑπασπιστής, αὐτὸς προασπιστής, αὐτὸς παραστάτης, αὐτὸς πάντα γινόμενος τῷ στρατοπέδῳ. 3.7 Καὶ οὐκ ἐν τοῖς πνευματικοῖς μόνον, ἀλλὰ καὶ ἐν τοῖς σαρκικοῖς πολλὴν τὴν πρόνοιαν ἐπεδείκνυτο, πολλὴν τὴν σπουδήν. Ἄκουσον γοῦν αὐτοῦ, πῶς ὑπὲρ μιᾶς γυναικὸς πρὸς ὁλόκληρον ἐπιστέλλει δῆμον λέγων· Συνίστημι δὲ ὑμῖν Φοίβην, τὴν ἀδελφὴν ἡμῶν, διάκονον οὖσαν τῆς Ἐκκλησίας τῆς ἐν Κεγχρεαῖς, ἵνα προσδέξησθε αὐτὴν ἐν Κυρίῳ ἀξίως τῶν ἁγίων, καὶ παραστῆτε αὐτῇ, ἐν ᾧ ἂν ὑμῶν πράγματι χρῄζῃ· καὶ πάλιν· Οἴδατε τὴν οἰκίαν Στεφανᾶ· ἵνα καὶ ὑμεῖς ὑποτάσσησθε τοῖς τοιούτοις· καὶ πάλιν· Ἐπιγινώσκετε τοὺς τοιούτους. Καὶ γὰρ καὶ τοῦτο ἴδιον τῆς φιλοστοργίας τῶν ἁγίων, τὸ καὶ ἐν τούτοις βοηθεῖν. Οὕτω καὶ ὁ Ἑλισσαῖος τὴν ὑποδεξαμένην αὐτὸν γυναῖκα, οὐκ ἐν τοῖς πνευματικοῖς μόνον ὠφέλει, ἀλλὰ καὶ ἐν τοῖς σαρκικοῖς ἐσπούδαζεν ἀμείβεσθαι· διὸ καὶ ἔλεγεν· Εἴ σοί τίς ἐστι λόγος πρὸς τὸν βασιλέα, ἢ πρὸς τὸν ἄρχοντα; 3.8 Καὶ τί θαυμάζεις, εἰ τὴν ἀπὸ τῶν γραμμάτων παρεῖχε σύστασιν ὁ Παῦλος, ὅπου γε καὶ καλῶν τινας πρὸς ἑαυτόν, οὐδὲ τοῦτο ἀνάξιον εἶναι ἐνόμισε, τὸ καὶ περὶ ἐφοδίων αὐτῶν φροντίσαι, καὶ καταθέσθαι αὐτὸ ἐν ἐπιστολῇ; Καὶ γὰρ ἐπιστέλλων Τίτῳ φησί· Ζηνᾶν τὸν νομικὸν καὶ Ἀπολλὼ σπουδαίως πρόπεμψον, ἵνα μηδὲν αὐτοῖς λείπῃ. Εἰ δὲ παρατιθέμενος οὕτω σπουδαίως ἐξέπεμπε, πολλῷ μᾶλλον, εἴ που κινδυνεύοντας εἶδε, πάντα ἂν ἔπραξεν. Ὅρα γοῦν καὶ πρὸς τὸν Φιλήμονα ἐπιστέλλων, διὰ Ὀνήσιμον πόσην ποιεῖται σπουδήν, καὶ πῶς συνετῶς, πῶς κηδεμονικῶς ἐπιστέλλει. Ὁ δὲ ὑπὲρ ἑνὸς οἰκέτου, καὶ ταῦτα φυγάδος γεγενημένου, καὶ ὑφελομένου πολλὰ τῶν δεσποτικῶν, ὁλόκληρον μὴ παραιτησάμενος συνθεῖναι ἐπιστολήν, ἐννόησον ἡλίκος περὶ τοὺς ἄλλους ἦν. Καὶ γὰρ ἓν μόνον αἰσχύνης ἄξιον ἐνόμιζεν εἶναι, τό, δέον γενέσθαι τι πρὸς σωτηρίαν, παριδεῖν. ∆ιὰ τοῦτο πάντα ἐκίνει, καὶ οὐδὲν ὤκνει δαπανᾶν ὑπὲρ τῶν σωζομένων, οὐ ῥήματα, οὐ χρήματα, οὐ σῶμα· ὁ γὰρ μυριάκις ἑαυτὸν θανάτοις ἐκδούς, πολλῷ μᾶλλον οὐδὲ χρημάτων ἐφείσατο, εἴ γε παρῆν. Καὶ τί λέγω, εἴ γε παρῆν; Καὶ γὰρ μὴ παρόντων δυνατὸν δεῖξαι, ὅτι οὐκ ἐφείσατο. Καὶ μὴ νομίσῃς αἴνιγμα εἶναι τὸ ῥῆμα, ἀλλ' αὐτοῦ πάλιν ἄκουσον γράφοντος Κορινθίοις· Ἥδιστα δαπανήσω, καὶ ἐκδαπανηθήσομαι ὑπὲρ τῶν ψυχῶν ὑμῶν. Καὶ Ἐφεσίοις δὲ δημηγορῶν ἔλεγεν· Αὐτοὶ οἴδατε ὅτι ταῖς χρείαις μου καὶ τοῖς οὖσι μετ' ἐμοῦ ὑπηρέτησαν αἱ χεῖρες αὗται. 3.9 Καὶ ὢν μέγας, ἐν τῷ κεφαλαίῳ τῶν ἀγαθῶν, τῇ ἀγάπῃ, φλογὸς πάσης σφοδρότερος ἦν· καὶ καθάπερ σίδηρος εἰς πῦρ ἐμπεσών, ὅλος γίνεται πῦρ, οὕτω καὶ