1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

6

ἐπιλανθανόμενος, τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενος· καὶ θανάτου προσδοκωμένου, εἰς κοινωνίαν τῆς ἡδονῆς ταύτης ἐκάλει λέγων· Χαίρετε καὶ συγχαίρετέ μοι· καὶ κινδύνων ἐπικειμένων καὶ ὕβρεων, καὶ ἀτιμίας ἁπάσης, ἐσκίρτα πάλιν, καὶ Κορινθίοις ἐπιστέλλων ἔλεγε· ∆ιὸ καὶ εὐδοκῶ ἐν ἀσθενείαις, ἐν ὕβρεσιν, ἐν διωγμοῖς· 2.3 Καὶ ὅπλα δὲ αὐτὰ δικαιοσύνης ἐκάλεσε, δεικνὺς ὅτι καὶ ἐντεῦθεν τὰ μέγιστα ἐκαρποῦτο, καὶ τοῖς ἐχθροῖς πάντοθεν ἀχείρωτος ἦν· καὶ πανταχοῦ μαστιζόμενος, ὑβριζόμενος, λοιδορούμενος, ὥσπερ ἐν θριάμβοις ἐμπομπεύων, καὶ τὰ τρόπαια συνεχῆ πανταχοῦ γῆς ἱστάς, οὕτως ἐκαλλωπίζετο, καὶ χάριν ὡμολόγει τῷ Θεῷ λέγων· Χάρις δὲ τῷ Θεῷ τῷ πάντοτε θριαμβεύοντι ἡμᾶς. Καὶ τὴν ἀσχημοσύνην καὶ τὴν ὕβριν τὴν διὰ τὸ κήρυγμα μᾶλλον, ἢ ἡμεῖς τὴν τιμὴν ἐδίωκε, καὶ τὸν θάνατον, ἢ ἡμεῖς τὴν ζωήν, καὶ τὴν πενίαν, ἢ τὸν πλοῦτον ἡμεῖς, καὶ τοὺς πόνους μᾶλλον, ἢ τὰς ἀνέσεις ἕτεροι, καὶ οὐχ ἁπλῶς μᾶλλον, ἀλλὰ πολλῷ μᾶλλον, καὶ τὸ λυπεῖσθαι πλέον, ἢ τὸ χαίρειν ἕτεροι, τὸ ὑπερεύχεσθαι τῶν ἐχθρῶν μᾶλλον, ἢ τὸ κατεύχεσθαι ἕτεροι. Καὶ ἀντέστρεψε τῶν πραγμάτων τὴν τάξιν, μᾶλλον δὲ ἡμεῖς ἀντεστρέψαμεν, ἐκεῖνος δέ, ὥσπερ ὁ Θεὸς ἐνομοθέτησεν, οὕτως αὐτὴν ἐφύλαττε. Ταῦτα μὲν γὰρ κατὰ φύσιν ἅπαντα, ἐκεῖνα δὲ τοὐναντίον. Τίς τούτων ἀπόδειξις; Παῦλος, ἄνθρωπος ὤν, καὶ τούτοις ἐπιτρέχων μᾶλλον ἢ ἐκείνοις. 2.4 Ἓν τούτῳ φοβερὸν ἦν μόνον καὶ φευκτόν, τὸ προσκροῦσαι Θεῷ, ἕτερον δὲ οὐδέν· ὥσπερ οὖν οὐδὲ ποθεινὸν ἄλλο τι, ὡς τὸ ἀρέσαι Θεῷ· καὶ οὐ λέγω τῶν παρόντων οὐδέν, ἀλλ' οὐδὲ τῶν μελλόντων. Μὴ γάρ μοι πόλεις εἴπῃς καὶ ἔθνη καὶ βασιλεῖς καὶ στρατόπεδα καὶ ὅπλα καὶ χρήματα καὶ σατραπείας καὶ δυναστείας· οὐδὲ γὰρ ἀράχνην ταῦτα εἶναι ἐνόμισεν· ἀλλ' αὐτὰ τὰ ἐν τοῖς οὐρανοῖς τίθει, καὶ τότε αὐτοῦ ὄψει τὸν σφοδρὸν ἔρωτα τὸν πρὸς τὸν Χριστόν. Οὗτος γὰρ πρὸς ἐκεῖνο τὸ φίλτρον, οὐκ ἀγγέλων ἀξίαν ἐθαύμασεν, οὐκ ἀρχαγγέλων, οὐκ ἄλλο τοιοῦτον οὐδέν. Τὸ γὰρ ἁπάντων μεῖζον εἶχεν ἐν ἑαυτῷ, τὸν τοῦ Χριστοῦ ἔρωτα· μετὰ τούτου πάντων ἑαυτὸν μακαριώτερον εἶναι ἐνόμισε. Καὶ τούτου χωρίς, οὐδὲ τῶν κυριοτήτων καὶ τῶν ἀρχῶν καὶ τῶν ἐξουσιῶν γενέσθαι ηὔχετο, ἀλλὰ μετὰ τῆς ἀγάπης ταύτης ἐν ἐσχάτοις εἶναι ἐβούλετο μᾶλλον καὶ τῶν κολαζομένων, ἢ ταύτης χωρίς, τῶν ἄκρων καὶ τῶν τιμωμένων. 2.5 Κόλασις γὰρ ἐκείνῳ μία, τὸ τῆς ἀγάπης ταύτης ἀποτυχεῖν. Τοῦτο αὐτῷ γέεννα, τοῦτο τιμωρία, τοῦτο μυρία κακά, ὥσπερ καὶ ἀπόλαυσις, τὸ ταύτης ἐπιτυχεῖν· τοῦτο ζωή, τοῦτο κόσμος, τοῦτο ἄγγελος, τοῦτο παρόντα, τοῦτο μέλλοντα, τοῦτο βασιλεία, τοῦτο ἐπαγγελία, τοῦτο τὰ μυρία ἀγαθά. Ἕτερον δὲ οὐδὲν τῶν μὴ φερόντων ἐνταῦθα, οὔτε λυπηρόν, οὔτε ἡδὺ εἶναι ἐνόμιζεν· ἀλλ' οὕτω κατεφρόνει τῶν ὁρωμένων πάντων, ὡς τῆς κατασηπομένης βοτάνης. Τύραννοι δὲ αὐτῷ, καὶ δῆμοι θυμοῦ πνέοντες, κώνωπες εἶναι ἐδόκουν· θάνατος δὲ αὐτῷ καὶ τιμωρίαι καὶ μυρίαι κολάσεις, παίδων ἀθύρματα· πλὴν εἴ ποτε διὰ τὸν Χριστὸν ὑπέμενε. Τότε γὰρ καὶ ταῦτα ἠσπάζετο, καὶ εἰς τὴν ἅλυσιν οὕτως ἐκαλλωπίζετο, ὡς οὐδὲ τὸ διάδημα Νέρων ἐπὶ τῆς κεφαλῆς ἔχων· καὶ τὸ δεσμωτήριον δὲ ᾤκει, ὡς αὐτὸν τὸν οὐρανόν, καὶ τραύματα καὶ μάστιγας ἐδέχετο ἥδιον τούτων τῶν τὰ βραβεῖα ἁρπαζόντων· καὶ τοὺς πόνους ἐφίλει τῶν ἐπάθλων οὐχ ἧττον, ἔπαθλον τοὺς πόνους εἶναι νομίζων· διὰ τοῦτο καὶ χάριν αὐτοὺς ἐκάλει. 2.6 Σκόπει δέ. Ἔπαθλον ἦν, τὸ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι, τὸ δὲ ἐπιμεῖναι τῇ σαρκί, ὁ ἀγὼν οὗτος· ἀλλ' ὅμως τοῦτο μᾶλλον αἱρεῖται ἐκείνου, καὶ ἀναγκαιότερον αὐτῷ εἶναί φησι· τὸ ἀνάθεμα ἀπὸ Χριστοῦ γενέσθαι, ἀγὼν ἦν καὶ πόνος, μᾶλλον δὲ καὶ ὑπὲρ ἀγῶνα καὶ πόνον· τὸ εἶναι μετ' αὐτοῦ, ἔπαθλον. Ἀλλὰ τοῦτο μᾶλλον αἱρεῖται ἐκείνου διὰ τὸν Χριστόν. Ἀλλ' ἴσως εἴποι τις ἂν ὅτι πάντα ταῦτα διὰ τὸν Χριστὸν ἡδέα