1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

15

ἀδείας ἀπέλαυσεν; Ἀλλ' οὐδὲ ἀνέπνει ποτὲ τῶν κινδύνων. Καὶ γὰρ ἐν ἀσθενείᾳ, φησί, καὶ ἐν φόβῳ καὶ ἐν τρόμῳ πολλῷ ἐγενόμην πρὸς ὑμᾶς· οὐκ αὐτὸς δὲ μόνον, ἀλλὰ καὶ οἱ μαθηταὶ τὰ αὐτὰ ἔπασχον. Μέμνησθε γάρ, φησί, τὰς πρότερον ἡμέρας, ἐν αἷς φωτισθέντες, πολλὴν ἄθλησιν ὑπεμείνατε παθη μάτων· τοῦτο μέν, ὀνειδισμοῖς καὶ θλίψεσι θεατριζόμενοι, τοῦτο δὲ κοινωνοὶ τῶν οὕτω πασχόντων γενηθέντες. Καὶ γὰρ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ὑμῶν μετὰ χαρᾶς προσεδέξασθε. Καὶ πάλιν Θεσσαλονικεῦσι γράφων λέγει· Ὑμεῖς γὰρ τὰ αὐτὰ ἐπάθετε ὑπὸ τῶν ἰδίων συμφυλετῶν, καθὼς καὶ αὐτοὶ ὑπὸ τῶν Ἰουδαίων, τῶν καὶ τὸν Κύριον ἀποκτεινάντων, καὶ τοὺς ἰδίους προφήτας, καὶ ἡμᾶς ἐκδιωξάντων, καὶ Θεῷ μὴ ἀρεσκόντων, καὶ πᾶσιν ἀνθρώποις ἐναντίων. Καὶ Κορινθίοις δὲ πάλιν ἐπιστέλλων ἔλεγεν ὅτι· Περισσεύει τὰ παθήματα τοῦ Χριστοῦ εἰς ὑμᾶς, καὶ ὥσπερ κοινωνοί ἐστε τῶν παθημάτων, οὕτω καὶ τῆς παρακλήσεως, καὶ Γαλάταις· Τοσαῦτα ἐπάθετε εἰκῇ, φησίν, εἴ γε καὶ εἰκῇ. 4.13 Ὅταν οὖν καὶ ὁ κηρύττων ἰδιώτης ᾖ καὶ πένης καὶ ἄσημος, καὶ τὸ κηρυττόμενον οὐκ ἐπαγωγόν, ἀλλὰ καὶ σκάνδαλον ἔχον, καὶ οἱ ἀκούοντες αὐτὸ πένητες καὶ ἀσθενεῖς καὶ οὐδένες, καὶ κίνδυνοι ἐπάλληλοι καὶ συνεχεῖς καὶ τοῖς διδασκάλοις καὶ τοῖς μαθηταῖς, καὶ ὁ καταγγελλόμενος ἐσταυρωμένος, τί τὸ ποιῆσαν κρατήσειν; Οὐκ εὔδηλον ὅτι θεία τις καὶ ἀπόρρητος δύναμις; Παντί που δῆλον. Καὶ τοῦτο καὶ ἀπὸ τῶν ἐναντίων ἔστι κατιδεῖν. Ὅταν γὰρ ἴδῃς τὰ ἐναντία τούτων συνδραμόντα, καὶ πλοῦτον, καὶ εὐγένειαν, καὶ πατρίδος μέγεθος, καὶ ῥητο ρείας δεινότητα, καὶ ἄδειαν καὶ θεραπείαν πολλήν, καὶ εὐθέως σβεσθέντα τὰ καινοτομηθέντα, τούτους δὲ ἀπὸ τῶν ἐναντίων περιγενομένους, τί τὸ αἴτιον, εἰπέ μοι; Ταὐτὸν γὰρ συνέβη, οἷον ἂν εἰ μετὰ στρατοπέδων καὶ ὅπλων καὶ παρατάξεως τοῦ βασιλεύοντος μὴ δυνηθέντος κρατῆσαι τῶν βαρβάρων, πτωχός τις γυμνὸς καὶ μόνος, καὶ μηδὲ ἀκόντιον μεταχειρίζων, μηδὲ ἱμάτιον ἔχων, εἰσελθὼν διαπράξοιτο ἃ μετὰ ὅπλων καὶ παρασκευῆς οὐκ ἴσχυσαν ἕτεροι. 4.14 Μὴ τοίνυν ἀγνωμόνει, ἀλλὰ καθ' ἑκάστην φέρε τὴν ψῆφον, καὶ προσκύνει τοῦ σταυρωθέντος τὴν δύναμιν. Οὐδὲ γάρ, ἂν ἴδῃς τινὰ πόλεις κατασκευάζοντα, καὶ τάφρους περιελαύνοντα, καὶ μηχανήματα προσάγοντα τείχεσι, καὶ ὅπλα χαλκεύοντα, καὶ στρατιώτας καταλέγοντα, καὶ χρήματα ἔχοντα ἄπειρα, καὶ μὴ δυνάμενον πόλιν μίαν ἑλεῖν, ἄλλον δὲ γυμνῷ σώματι προσβαλόντα, καὶ χερσὶ μόναις χρώμενον, οὐχὶ μίαν καὶ δευτέραν καὶ εἴκοσι πόλεις, ἀλλὰ μυρίας κατὰ τὴν οἰκουμένην ἐπιτρέχοντα, καὶ αὐτάνδρους λαμβάνοντα, ἀνθρωπίνης ἂν εἴποις εἶναι τοῦτο δυνάμεως. Οὕτω δῆλον ὅτι καὶ νῦν. ∆ιὰ γὰρ τοῦτο συνεχώρησεν ὁ Θεὸς καὶ λῃστὰς σταυρωθῆναι, καὶ πρὸ αὐτοῦ τινας ἀπατεῶνας φανῆναι, ἵνα καὶ ἀπὸ συγκρίσεως τοῖς σφόδρα ἀναισθητοῦσι δειχθῇ τῆς ἀληθείας ἡ ὑπεροχή, καὶ σὺ μάθῃς ὅτι οὐκ ἐκείνων εἷς οὗτος, ἀλλὰ πολὺ καὶ ἄπειρον τούτου καὶ ἐκείνων τὸ μέσον. Οὐδὲν γὰρ αὐτοῦ τὴν δόξαν συσκιάσαι ἴσχυσεν, οὐ τὸ τῶν αὐτῶν κοινωνῆσαι παθῶν, οὐ τὸ τοῖς αὐτοῖς χρόνοις συνδραμεῖν. Εἰ μὲν γὰρ τὸν σταυρὸν οἱ δαίμονες δεδοίκασι, καὶ οὐ τοῦ σταυρωθέντος τὴν ἰσχύν, ἐμφράττει τῶν ταῦτα λεγόντων τὸ στόμα τῶν λῃστῶν ἡ ξυνωρίς. Εἰ δὲ καὶ ἡ δυσκολία τῶν καιρῶν τὸ πᾶν ἤνυσεν, ἀπολογοῦνται οἱ περὶ Θευδᾶν καὶ Ἰούδαν, περὶ τῶν αὐτῶν ἡμῖν ἐπιχειρήσαντες μετὰ καὶ ἑτέρων πολλῶν τῶν σημείων, καὶ διαφθαρέντες. Ὅπερ γὰρ ἔφην, διὰ τοῦτο ταῦτα εἴασεν ὁ Θεός, ἵνα ἐκ περιουσίας τὰ αὐτοῦ δείξῃ. ∆ιὰ τοῦτο καὶ ψευδοπροφήτας ἐπὶ τῶν προφητῶν φανῆναι συνεχώρησε, καὶ ψευδαποστόλους ἐπὶ τῶν ἀποστόλων, ἵνα μάθῃς ὅτι οὐδὲν τῶν αὐτοῦ συσκιάσαι δύναται. 4.15 Εἴπω σοι καὶ ἑτέρωθεν δύναμιν κηρύγματος θαυμαστὴν καὶ παράδοξον, καὶ δείξω σοι καὶ διὰ τῶν πολεμούντων αἰρόμενον αὐτὸν καὶ αὐξανόμενον; Τῷ Παύλῳ