1

 2

 3

 4

 5

 6

 7

 8

 9

2

καὶ λογογράφων καὶ σοφιστῶν εὐτονωτέρους ἀποφαίνουσαν. Μὴ τοίνυν αἰσχύνην τις ἡγείσθω τῆς Ἐκκλησίας, ὅτι βαρβάρους εἰς μέσον ἀναστῆναι καὶ εἰπεῖν παρεσκευάσαμεν· τοῦτο γὰρ τῆς Ἐκκλησίας κόσμος, τοῦτο καλλώπισμα, τοῦτο τῆς ἐν τῇ πίστει δυνάμεως ἀπόδειξις· τοῦτο καὶ ὁ προφήτης ἄνωθεν προαναφωνῶν ἔλεγεν· Οὐκ εἰσὶ λαλιαὶ οὐδὲ λόγοι, ὧν οὐχὶ ἀκούονται αἱ φωναὶ αὐτῶν· εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. Τοῦτο καὶ ἕτερος 63.502 παραδηλῶν πάλιν, ἑτέροις ῥήμασιν ᾐνίττετο λέγων· Λύκοι καὶ ἄρνες ἅμα βοσκηθήσονται, καὶ πάρδαλις συναναπαύσεται ἐρίφῳ, καὶ λέων ὡς βοῦς φάγεται ἄχυρα· οὐ περὶ λεόντων καὶ ἀρνῶν καὶ παρδάλεων καὶ ἐρίφων διηγούμενος, ἀλλὰ προαναφωνῶν ἡμῖν καὶ δεικνὺς, ὅτι δὴ τὸ θηριῶδες τῶν ἀνθρώπων εἰς τοσαύτην ἥξει ἡμερότητα τῇ φιλοσοφίᾳ τοῦ κηρύγματος κερασθὲν, ὥστε μετὰ τῶν ἡμέρων καὶ πραοτάτων ἀνδρῶν συναγελάζεσθαι. Καὶ τοῦτο σήμερον ἑωράκατε, τοὺς πάντων ἀνθρώπων βαρβαρικωτέρους μετὰ τῶν τῆς Ἐκκλησίας προβάτων ἑστῶτας, καὶ κοινὴν οὖσαν τὴν νομὴν καὶ τὸν σηκὸν ἕνα, καὶ μίαν ἅπασι τράπεζαν προκειμένην.

βʹ. Αἰσχυνέσθωσαν Ἰουδαῖοι οἱ τὰ γράμματα ἀναγινώσκοντες, καὶ τὰ

νοήματα ἀγνοοῦντες· ἐγκαλυπτέσθωσαν Ἕλληνες, τῆς ἀκτῖνος φανοτέραν ὁρῶντες τὴν ἀλήθειαν λάμπουσαν, οἱ τοῖς λίθοις παρακαθήμενοι καὶ τὸ σκότος διώκοντες· καλλωπιζέσθω ἡ Ἐκκλησία ἡ διὰ πάντων λάμπουσα καὶ πετομένη. Ὥσπερ γὰρ ἥλιος κοινὸς καὶ γῆ κοινὴ καὶ θάλαττα καὶ ἀὴρ, οὕτως πολλῷ μᾶλλον ὁ τοῦ κηρύγματος λόγος ἐγένετο κοινός· διὸ καὶ Παῦλος ἔλεγεν· Ἵνα τινὰ καρπὸν σχῶ καὶ ἐν ὑμῖν, καθὼς καὶ ἐν τοῖς λοιποῖς ἔθνεσιν. Ἕλλησί τε καὶ βαρβάροις, σοφοῖς τε καὶ ἀνοήτοις ὀφειλέτης εἰμί· οὕτω τὸ κατ' ἐμὲ πρόθυμον καὶ ὑμῖν τοῖς ἐν Ῥώμῃ εὐαγγελίσασθαι. Καὶ τί θαυμάζεις εἰ ἐν τῇ Καινῇ, ὅπου καὶ ἐν τῇ Παλαιᾷ τὸ αὐτὸ τοῦτο γίνεται. Ὁ γὰρ πρῶτος καὶ τῆς Ἐκκλησίας καὶ τῆς Συναγωγῆς πρόγονος γενόμενος, ἐκείνων μὲν κατὰ σάρκα, ἡμῶν δὲ κατὰ πνεῦμα, βάρβαρος ἦν καὶ ἐκ μέσης Περσίδος ἤγετο, ὁ πατριάρχης λέγω Ἀβραὰμ, καὶ οὔτε γραμμάτων ἀκούσας, οὔτε προφητείας μετασχὼν, οὐ τὸν διδάσκοντα ἔχων, οὐχ ἱστορίαν δεξάμενος· οὔπω γὰρ ἦν Μωϋσῆς γενόμενος· οὐ τῶν πρὸ αὐτοῦ τι μαθὼν, οὐ τὰ μετ' αὐτὸν ἐσόμενα διδαχθεὶς, ἀλλ' ἐν μέσῃ τῇ Περσῶν χώρᾳ τεχθεὶς καὶ τραφεὶς, οὕτως ἀθρόον ἐφιλοσόφησεν, ὡς καὶ τῆς Καινῆς πολλὰ προλαβεῖν ἐπιτάγματα, καὶ διὰ τῶν ἔργων ἐπιδείξασθαι. Καὶ γὰρ κελευόμενος ἐξελθεῖν ἀπὸ τῆς πατρίδος, καὶ ἀφεῖναι οἰκίαν καὶ φίλους καὶ συγγενεῖς, καὶ ἐλθεῖν ἐπὶ τὴν ἀλλοτρίαν, οὐδὲν ἔπαθεν ἀνθρώπινον, οὐδὲ συμπαθείᾳ κατεσχέθη, οὐδὲ ἐλογίσατο πρὸς αὑτὸν καὶ εἶπεν· Τὰ φανερὰ καὶ δῆλα ἀφεὶς, ἐπὶ τὰ ἀφανῆ καὶ ἄδηλα ἀπελεύσομαι; ἀλλὰ τὴν πίστιν ὁδηγὸν ἔχων, καὶ τοῦ Θεοῦ τὴν ὑπόσχεσιν ἀντὶ βακτηρίας κτησάμενος, τὰ μὲν ἐν χερσὶν ἠφίει, τὰ δὲ ἐν ἐλπίσι προσελάμβανε· καὶ γὰρ καὶ κατὰ τοῦτο τῆς Ἐκκλησίας πρόγονος ἦν. Καὶ γὰρ καὶ ἡμεῖς κελευόμεθα τῶν μὲν βιωτικῶν ὑπερορᾷν πραγμάτων καὶ τῶν φαινομένων, πρὸς δὲ τὰ ἄδηλα τὴν ἐλπίδα τείνειν, καὶ τὴν πίστιν κρατεῖν, τὴν ἄγκυραν τῆς ἡμετέρας σωτηρίας, καὶ ἐκεῖνα ζητεῖν· διὸ καὶ Παῦλος ἔλεγε· Τῇ γὰρ ἐλπίδι ἐσώθημεν· ἐλπὶς δὲ βλεπομένη οὐκ ἔστιν ἐλπίς· καὶ πάλιν, Τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως ἡμῶν, καθ' ὑπερβολὴν εἰς ὑπερβολὴν αἰώνιον βάρος δόξης κατεργάζεται ἡμῖν, μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα.

Ἐξελθὼν δὲ ἀπὸ τῆς πατρίδος ὁ μακάριος 63.503 οὗτος Ἀβραὰμ, καὶ ἐν ἀλλοτρίᾳ καλύβην πηξάμενος, ἀποστολικὰ πάλιν παραγγέλματα διὰ τῶν ἔργων ἐπεδείξατο. Ἐπειδὴ γὰρ τὸ λαμπρὸν ἐκεῖνο τρόπαιον ἔστησε, καὶ τὴν παράδοξον νίκην ἤρατο, καὶ τῶν βαρβάρων περιεγένετο, οὐκ ἰσχύϊ σώματος, ἀλλὰ δυνάμει πίστεως, καὶ μισθὸν λαβεῖν τῶν πόνων ἐκείνων καὶ τῆς ταλαιπωρίας παρὰ τῶν