1

 2

 3

 4

 5

 6

 7

 8

2

συνεχῶς ταῦτα παραγγέλλω, ἐπειδὴ οἶδα τὸ βάθος ὃ βαδιούμεθα. Ἀλλὰ μὴ θορυβηθῇς βάθος ἀκούσας· τοῦ γὰρ Πνεύματος χειραγωγοῦντος, οὐκ ἔχει ζόφον τὰ ὕδατα, ἀλλὰ πολλὴ ἔσται ἡ εὐκολία· μόνον ἐὰν ταύτην βαδίζητε τὴν ὁδὸν ἣν ἐγὼ κελεύω. Καὶ μὴ θορυβηθῆτε, μηδὲ ταράττησθε. Καὶ γὰρ τὰ κινούμενα σήμερον ἐν ἀρχῇ μὲν ταράττει τὸν ἀκροατὴν τὸν μὴ προσέχοντα, καὶ εἰς ἀπορίαν ἐμβάλλει· εἰ δὲ τὸ τέλος ἐκδέξαιτο, τὴν προσήκουσαν ἰδὼν λύσιν, λευκῆς ἀπολαύσεται γαλήνης, καὶ εἰς λιμένα ἀκύμαντον τὴν ἑαυτοῦ ψυχὴν ὁρμῆσαι δυνήσεται. Ἵν' οὖν ταῦτα γένηται, μὴ θορυβηθῆτε, μηδὲ ταράσσεσθε, ἀλλ' ἕπεσθε τὴν ὁδὸν μετὰ μακροθυμίας ἁπάσης καὶ καρτερίας, ἢν ἡ τοῦ λόγου διδασκαλία δείκνυσιν. Τίνα οὖν ἐστι τὰ παρ' αὐτῶν ἡμῖν ἀντεπαγόμενα; Οὐ δύναται ὁ Υἱὸς, φησὶν, ἀφ' ἑαυτοῦ οὐδὲν, ἐὰν μή τι βλέπῃ τὸν Πατέρα ποιοῦντα. Καίτοι ταῦτα ἡ Γραφὴ εἴρηκεν. Τίνος οὖν ἕνεκεν παρ' αὐτῶν ταῦτα ἀντεπάγεται; Οὐχ ὡς εἴρηται παρὰ τῆς Γραφῆς, οὕτως ἐπάγεται. Τί γὰρ ἐκ τούτου, φησὶν, κατασκευάζειν βούλονται; Ὁρᾷς πῶς ἀνέτρεψε, φησὶν, ὁ Υἱὸς τοῦ Θεοῦ τὴν ὑπόνοιαν ἐκείνην τὴν τῆς ἰσότητος; Ἐπειδὴ γὰρ οἱ Ἰουδαῖοι, φησὶ, τοῦτο ὑπώπτευον, ὅτι ἴσον ἑαυτὸν ποιεῖ τῷ Θεῷ, διὰ τοῦτο ἀντεπήγαγε λέγων· Οὐ δύναται ὁ Υἱὸς ἀφ' ἑαυτοῦ ποιεῖν οὐδέν.

βʹ. Ἆρα μὴ μάτην εἶπον, ὅτι θορυβεῖν ὑμᾶς ἔχει τὰ ῥήματα, καὶ ἐκ προοιμίων

λεγόμενα διαταράττειν τὸν ἀκροατήν; Ἀλλ' ἀναμείνατε, καὶ ὄψεσθε τοῖς οἰκείοις αὐτοὺς ἀναλισκομένους ὅπλοις. Μάλιστα μὲν γὰρ οὐκ ἦν Ἰουδαίων ὑπόνοια τὸ λεγόμενον· ὃ καὶ ἐν τῇ προτέρᾳ 56.249 διαλέξει μετὰ πάσης ἀπεδείξαμεν τῆς σαφηνείας· ἅπερ ἵνα μὴ πάλιν ἀνακινῶμεν, ἐκεῖ παραπέμψαντες τὸν ἀκροατὴν, τὸ νῦν ἐπαγόμενον διαλῦσαι πειρασόμεθα, δεικνύντες ὅτι οὐκ ἀνατρέπων τὴν ὑπόνοιαν ἐκείνην, ταῦτα λέγει, ἀλλὰ μετὰ πολλῆς ἀκριβείας ἱστῶν καὶ βεβαιῶν, καὶ τῆς πρὸς τὸν γεγενηκότα ἐγγύτητος, καὶ πολλῆς γνησιότητος καὶ συναφείας καὶ ὁμονοίας ἀπόδειξιν ἡμῖν παρέχων.

Οὕτω γὰρ θαῤῥῶ τῷ εἰρημένῳ, ὅτι ταύτην μάλιστά φημι τὴν ῥῆσιν ἀπόδειξιν εἶναι τῆς πρὸς τὸν Πατέρα συγγενείας αὐτοῦ, καὶ τοῦ κατὰ τὴν οὐσίαν ἀπαραλλάκτου. Μηδὲ ταράττεσθε ὑπὸ τῶν λογισμῶν τῶν αἱρετικῶν. Οὐδὲ γὰρ τὰ ξίφη τὰ ἐν τοῖς τοίχοις γεγραμμένα, οὐδὲ τὰ δόρατα, οὐδὲ αἱ αἰχμαὶ θορυβεῖν δύναιντ' ἂν πολεμίους, φοβερὸν καὶ ὀξὺ βλέποντας. Ὅπερ γὰρ ἂν ᾖ, σκιά τίς ἐστι καὶ εἰκὼν, οὐ πραγμάτων ἀλήθεια. Τοιοῦτοι τῶν αἱρετικῶν οἱ λογισμοὶ, οὓς ἵνα διελέγξωμεν, πλησίον ταύτης γενώμεθα τῆς ῥήσεως, συνεχῶς αὐτὴν περιστρέφοντες, καὶ τέως αὐτοὺς ἐρώμεθα, πῶς βούλονται ἑρμηνεύειν τὴν ῥῆσιν. Οὐ γὰρ ἀρκεῖ μόνον ἡ ἀνάγνωσις. Εἰ γὰρ ἤρκει ἡ ἀνάγνωσις, τίνος ἕνεκεν ὁ Φίλιππος πρὸς τὸν εὐνοῦχον ἔλεγεν, Ἆρά γε γινώσκεις ἃ ἀναγινώσκεις; Ὅθεν ἀναγινώσκων ἐκεῖνος, οὐδὲν ᾔδει τῶν ἐγκειμένων· διὸ καὶ ἔλεγε· ∆έομαί σου, περὶ τίνος ὁ προφήτης λέγει, περὶ ἑαυτοῦ, ἢ περὶ ἑτέρου; Εἰ ἤρκει ἡ ἀνάγνωσις, πῶς οἱ Ἰουδαῖοι τὴν Παλαιὰν ἀναγινώσκοντες, καὶ τὰ περὶ τῆς γεννήσεως τοῦ Χριστοῦ, καὶ τῶν σημείων, καὶ τῶν θαυμάτων, καὶ τόπον, καὶ καιρὸν, καὶ σταυρὸν, καὶ τάφον, καὶ ἀνάστασιν, καὶ ἀνάληψιν, καὶ τὴν ἐκ δεξιῶν καθέδραν, καὶ τὴν τοῦ Πνεύματος κάθοδον, καὶ τὴν τῶν ἀποστόλων συνεκδρομὴν, καὶ τὴν τῆς συναγωγῆς ἐκβολὴν, καὶ τὴν τῆς Ἐκκλησίας εὐγένειαν, οὐδέπω καὶ σήμερον ἐπίστευσαν; Οὐκ ἄρα ἀρκεῖ ἡ ἀνάγνωσις, ἐὰν μὴ προσῇ καὶ ἡ γνῶσις.

Ὥσπερ γὰρ ἐάν τις τρέφηται μὲν, μὴ πέπτῃ δὲ, οὐ ζήσεταί ποτε· οὕτως ἐάν τις ἀναγινώσκῃ μὲν, οὐ γινώσκῃ δὲ μηδὲν τῶν ἐγκειμένων, οὐκ ἐπιτεύξεται τῆς ἀληθείας. Μὴ τοίνυν μοι παρέχετε τὴν ῥῆσιν τὴν εὐαγγελικὴν, ἀλλὰ καὶ ἑρμηνεύσατε αὐτήν. Τοῦτο δὲ ἀπαιτῶ παρ' ἐκείνων, ἵν' ὅταν τὰ σαθρὰ αὐτῶν καταλύσω νοήματα, τότε καταβαλῶ τῆς ἀληθείας τὸν θεμέλιον. Οὕτω καὶ οἰκοδόμοι