1

 2

 3

 4

 5

 6

 7

 8

6

ἀπεπήδησα, ἀρκοῦσαν λαβὼν τὴν νίκην καὶ λαμπρὸν τὸ τρόπαιον, καὶ μεγίστην παρασχόμενος τῆς ἀνοίας αὐτῶν ἀπόδειξιν.

Ἐπειδὴ δὲ οὐκ ἐπιστομίσαι βούλομαι τοὺς ἐναντίους μόνον, ἀλλὰ καὶ παιδεῦσαι τοὺς μεθ' ἡμῶν ὄντας, καὶ σοφίσαι τὰ μέλη τὰ ἡμέτερα, οὐκ ἐνταῦθα καταλύσω τὸν λόγον, ἀλλὰ περαιτέρω χωρῆσαι πειράσομαι, ἕτερον πάλιν δείξας ἔργον τὸ ἐλέγχον αὐτῶν τὴν ἀναίσχυντον ἀντιλογίαν. Τί γάρ φησιν; Ὁ Πατὴρ οὐ κρίνει οὐδένα, ἀλλὰ πάντας ὁ Υἱός. εʹ. Ἐρωτῶ οὖν τὸν αἱρετικὸν, εἰ οὐδένα κρίνει ὁ Πατὴρ, ὁ δὲ Υἱὸς κρίνει, πῶς κρίνει; Εἰ γὰρ μηδὲν δύναται ποιεῖν ἀφ' ἑαυτοῦ, ἐὰν μή τι βλέπῃ τὸν Πατέρα ποιοῦντα, ὁ δὲ Πατὴρ οὐ κρίνει, αὐτὸς δὲ πάντας κρίνει, πῶς ὃ μὴ εἶδε δύναται ποιῆσαι; Καὶ μηδὲ τοῦτο ἁπλῶς παραδράμῃς· οὐδὲ γὰρ τοῦτο μικρὸν, ἀλλὰ μεγίστης δυνάμεως. Ἐννόησον γὰρ ἡλίκον ἐστὶ, τοὺς ἀπὸ Ἀδὰμ μέχρι τῆς συντελείας γενομένους Ἕλληνας, Ἰουδαίους, αἱρετικοὺς, τοὺς ἐν τῇ ὀρθοδόξῳ πίστει διαμαρτόντας, πάντας ἀγαγεῖν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ πάντων τὰ ἀπόῤῥητα εἰς μέσον ἐξαγαγεῖν τὰ πράγματα, τὰ ῥήματα, τοὺς δόλους, τὰς ἐπιβουλὰς, τὰ ἀπόῤῥητα τῆς διανοίας, οὐ μαρτυριῶν φερομένων, οὐκ ἐλέγχων, οὐκ εἰκόνων, οὐκ ἀποδείξεων, οὐκ ἄλλων τῶν τοιούτων οὐδενὸς, ἀλλὰ τῇ οἰκείᾳ δυνάμει πρὸς τὸν ἔλεγχον κεχρημένων.

Ἀλλ' ὅμως τοσοῦτον καὶ τηλικοῦτον κατόρθωμα αὐτὸς ποιεῖ, οὐ πρότερον τὸν Πατέρα ἰδὼν, καὶ οὕτω μιμησάμενος· ὁ Πατὴρ γὰρ οὐ κρίνει οὐδένα. Ὅρα δὲ αὐτὸν καὶ ἀλλαχοῦ πάντα μετ' ἐξουσίας ἐργαζόμενον, ἔν τε τοῖς θαύμασι καὶ ταῖς νομοθεσίαις, καὶ τοῖς ἄλλοις ἅπασιν. Ἐπειδὴ γὰρ ἀνῆλθεν εἰς τὸ ὄρος, καὶ τὴν καινὴν ἔμελλε διδόναι διαθήκην, φησίν· Ἠκούσατε ὅτι ἐῤῥέθη τοῖς ἀρχαίοις, Οὐ φονεύσεις· ὃς δ' ἂν φονεύσῃ, ἔνοχος ἔσται τῇ κρίσει· ὃς δ' ἂν εἴπῃ, Μωρὲ, ἔνοχος ἔσται ἐν τῇ γεέννῃ τοῦ πυρός. Ἐγὼ δὲ λέγω ὑμῖν, ὅτι πᾶς ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ εἰκῆ, ἔνοχος ἔσται τῇ κρίσει. Ἠκούσατε ὅτι ἐῤῥέθη, Ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, καὶ ὀδόντα ἀντὶ ὀδόντος. Ἐγὼ δὲ 56.254 λέγω, μὴ ἀντιστῆναι τῷ πονηρῷ, ἀλλ' ὅστις σε ῥαπίσει ἐπὶ τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην. Τί τοῦτο; ὁ μηδὲν ἀφ' ἑαυτοῦ ποιῶν καὶ τὰ τοῦ Πατρὸς διορθοῦται, καὶ τὴν νομοθεσίαν ἐπὶ τὸ βέλτιον ἄγει; Ὅταν δὲ εἴπω, διορθοῦται, μηδὲν βλάσφημον ὑποπτεύσῃς, ὡς τοῦ Πατρὸς ἀτονωτέρου ὄντος. Εἰ γὰρ καὶ ἡ νομοθεσία ἐλάττων, ἀλλ' οὐ παρὰ τὸν Θεὸν, ἀλλὰ παρὰ τοὺς δεξαμένους τὸν νόμον. Ἀλλὰ καὶ ἡ Παλαιὰ τοῦ Μονογενοῦς, καὶ ἡ Καινὴ τοῦ Πατρός. Πῶς οὖν, εἰπέ μοι, οὐδὲν ἀφ' ἑαυτοῦ ποιεῖ, τῇ Παλαιᾷ προστιθεὶς, ὁ τοσαύτην ἐπιδεικνύμενος ἐξουσίαν; Ἆρά τι γένοιτ' ἂν αἱρετικῶν ἀσθενέστερον; Ἰουδαῖοι μὲν γὰρ ἐξεπλήττοντο, ὅτι ταῦτα ἐδίδασκεν αὐτοὺς Ὡς ἐξουσίαν ἔχων, καὶ οὐχ ὡς οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι· Ἰουδαῖοι ἐξουσίαν αὐτῷ μαρτυροῦσιν· οὗτοι δὲ οὐδὲν ἀφ' ἑαυτοῦ δύνασθαι μαρτυροῦσι. Καὶ οὐκ εἶπαν, ὡς ἐξουσίαν ἔχων, ἀλλ', Ὡς ἐξουσίαν ἔχων.

Οὐ γὰρ ὕστερον αὐτῷ ἡ ἐξουσία προσεγένετο, ἀλλ' ἀπηρτισμένη ἡ ἐξουσία ἐγενήθη οὐδενὸς προσδεομένη. ∆ιὸ καὶ ἔλεγε περὶ βασιλείας ἐρωτώμενος· Ἐγὼ εἰς τοῦτο γεγέννημαι. Πάλιν προσηνέχθη αὐτῷ παραλυτικὸς, καί φησιν, ἐπειδὴ τὰ ἁμαρτήματα αὐτοῦ ἴασεν· Ἵνα δὲ εἰδῆτε, ὅτι ἐξουσίαν ἔχει ὁ Υἱὸς τοῦ ἀνθρώπου ἀφιέναι ἁμαρτίας ἐπὶ τῆς γῆς, λέγει αὐτῷ· Ἆρον τὴν κλίνην, καὶ ὕπαγε εἰς τὸν οἶκόν σου. Οἱ ὄχλοι ἔλεγον ὅτι ὡς ἐξουσίαν ἔχων πάντα ποιεῖ· αὐτὸς δὲ, ὅτι Ἐξουσίαν ἔχει ὁ Υἱὸς τοῦ ἀνθρώπου ἀφιέναι ἁμαρτίας ἐπὶ τῆς γῆς· καὶ, Ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω λαβεῖν αὐτήν. Νομοθετεῖ μετὰ ἐξουσίας, ἁμαρτήματα λύει μετὰ ἐξουσίας, θανάτου καὶ ζωῆς ἐξουσίαν ἔχει, καὶ πῶς λέγεις, ὅτι ἀφ' ἑαυτοῦ ποιεῖ οὐδέν; Ἆρά τι γένοιτο τῆς νίκης ταύτης σαφέστερον; ϛʹ. Ἀλλ' εἰ βούλεσθε λοιπὸν, τῶν αἱρετικῶν ἀπαλλαγέντες, τὴν λύσιν ἐπάγωμεν τοῖς εἰρημένοις, πρότερον ἐκεῖνο ὑμᾶς διδάξαντες, ὅτι τὸ, Οὐ δύναται, ἐπὶ Θεοῦ λεγόμενον, οὐκ