7
ἀσθενείας, ἀλλὰ δυνάμεώς ἐστιν ἀπόδειξις. Εἰ δὲ καινὸν τὸ εἰρημένον, ἀλλ' ὅμως παρεξόμεθα τὴν ἀπόδειξιν σαφῆ. Ἐὰν εἴπω, ὅτι οὐ δυνατὸν ἁμαρτῆσαι τὸν Θεὸν, οὐκ ἀσθενείας αὐτοῦ κατηγορῶ, ἀλλὰ μεγίστην αὐτῷ μαρτυρῶ δύναμιν. Ἐὰν εἴπω, ὅτι οὐ δυνατὸν ψεύσασθαι τὸν Θεὸν, καὶ πάλιν τὸ αὐτὸ ἀποδείκνυμι. Καθάπερ καὶ ὁ Παῦλος ἔλεγεν· Εἰ ὑπομένομεν, καὶ συμβασιλεύσομεν· εἰ ἀπιστοῦμεν, ἐκεῖνος πιστὸς μένει· ἀρνήσασθαι γὰρ ἑαυτὸν οὐ δύναται. Ὁρᾷς τὸ, Οὐ δύναται, δυνάμεως σημεῖον ὄν; Καὶ τί λέγω περὶ Θεοῦ; Ἐπὶ γὰρ τῶν ὑλῶν τούτων τῶν αἰσθητῶν γυμνάζω τὸν λόγον. Ἐὰν εἴπω, ὅτι ὁ ἀδάμας οὐ δύναται διασπασθῆναι, ἆρα ἀσθένειαν αὐτῷ διὰ τοῦ, οὐ δύναται, ἢ δύναμιν αὐτῷ μαρτυρῶ μεγίστην; Ὅταν οὖν ἀκούσῃς, ὅτι οὐ δύναται ὁ Θεὸς ἁμαρτεῖν, οὐδὲ δύναται ψεύσασθαι, οὐδὲ δύναται ἀρνήσασθαι ἑαυτὸν, μὴ ἀσθένειαν νομίσῃς ἐκ τοῦ μὴ δύνασθαι λέγεσθαι, ἀλλὰ μεγίστην σφόδρα δύναμιν, ὅτι ἀνεπίδεκτος αὐτοῦ ἡ οὐσία πονηρίας πάσης, ἄβατος, καθαρὰ, ἀνωτέρα. Ἐπεὶ οὖν τοῦτο διευκρίνηται, φέρε δὴ ἐπὶ τὸ προκείμενον ἀγάγωμεν τοῦ λόγου τὴν γυμνασίαν. Οὐ δύναται ὁ Υἱὸς ἀφ' ἑαυτοῦ ποιεῖν οὐδέν. Τί οὖν ἐστι τὸ, Ἀφ' ἑαυτοῦ; Ἐὰν γὰρ τοῦτο μάθητε μετὰ 56.255 ἀκριβείας, τότε εἴσεσθε αὐτοῦ τὴν πολλὴν ἐγγύτητα τὴν πρὸς τὸν γεγεννηκότα, τὸ ἀπαράλλακτον τῆς οὐσίας, τὸ τοιαύτης αὐτὸν εἶναι οὐσίας, οἵας καὶ ὁ Πατήρ. Τί οὖν ἐστι τὸ, Οὐ δύναται ἀφ' ἑαυτοῦ; Ἴδιόν τι παρὰ τὸν Πατέρα ποιεῖν, οὐ δύναται ξένον καὶ κεχωρισμένον παρὰ τὸν Πατέρα ποιεῖν, οὐδὲ ἠλλοτριωμένον τι ποιῆσαι, οὐδὲ ἄλλο τι παρ' ὃ ποιεῖ ὁ Πατήρ· ἃ γὰρ ἐκεῖνος ποιεῖ, ταῦτα καὶ οὗτος ποιεῖ. Τὸ οὖν, Ἀφ' ἑαυτοῦ οὐ δύναται ποιεῖν, οὐκ ἐλευθερίας ἀναίρεσις, οὐδὲ ἐξουσίας ἀφανισμὸς, ἀλλ' ὁμονοίας ἀπόδειξις, καὶ συμφωνίας μαρτυρία, καὶ ἀκριβοῦς ἐγγύτητος, καὶ ἀπαραλλαξίας σημεῖον. Ἐπειδὴ γὰρ τὸ σάββατον ἔλυσε, καὶ παρανομίαν αὐτῷ ἐνεκάλουν λέγοντες· Ἄλλα μὲν ὁ Θεὸς ἐπέταξεν, ἄλλα δὲ σὺ ποιεῖς· ταύτην ἐμφράττων αὐτῶν τὴν ἀναισχυντίαν λέγει· Οὐκ ἔστιν ὑπ' ἐμοῦ ἄλλο τι γεγενημένον παρὰ τὸ γενόμενον ὑπὸ τοῦ Πατρός· οὐδὲ ἐναντίος αὐτοῦ εἰμι καὶ πολέμιος.
Εἰ δὲ μὴ οὕτως εἶπεν, ἀλλ' ἀνθρωπινώτερον καὶ παχύτερον τὸν λόγον ἐσχημάτιζεν, ἐννόησον ὅτι πρὸς Ἰουδαίους διελέγετο, τοὺς ἀντίθεον αὐτὸν νομίζοντας. ∆ιά τοι τοῦτο καὶ ταχέως ἐπήγαγεν, ἵνα μηδεὶς μηδὲν τοιοῦτον ὑποπτεύσῃ· Τὰ γὰρ ἔργα, ἃ ἐκεῖνος ποιεῖ, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ. Εἰ δὲ μηδὲν ἀφ' ἑαυτοῦ ποιεῖ, πῶς ὁμοίως ποιεῖ; Οὐ γὰρ τὸ ποιῆσαι μέγα· τοῦτο γὰρ καὶ οἱ ἀπόστολοι ἐποίουν, νεκροὺς ἤγειρον, λεπροὺς ἐκάθηρον, ἀλλ' οὐχ Ὁμοίως ὡς αὐτός. Ἀλλὰ πῶς ἐκεῖνοι; Τί ἡμῖν προσέχετε, ὡς ἰδίᾳ δυνάμει ἢ ἐξουσίᾳ πεποιηκόσι τοῦ περιπατεῖν αὐτόν; Πῶς δὲ Ἰησοῦς; Ἵνα εἰδῆτε, ὅτι ἐξουσίαν ἔχει ὁ Υἱὸς τοῦ ἀνθρώπου ἀφιέναι ἁμαρτίας ἐπὶ τῆς γῆς· καὶ πάλιν ἐπὶ τῆς τῶν νεκρῶν ἀναστάσεως· Ὥσπερ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτως καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ. Καίτοι ἤρκει τὸ, Οὕτως· ἀλλ' ἐκ περιουσίας τὴν ἀναισχυντίαν τῶν φιλονεικεῖν βουλομένων ἀναστέλλων, καὶ τὸ, Θέλει, προσέθηκε, δῆλον ὅτι μετ' ἐξουσίας ἁπάσης. ∆ιὰ τοῦτό φησι· Τὰ γὰρ ἔργα, ἃ ἐκεῖνος ποιεῖ· οὐκ εἶπε, τοιαῦτα καὶ ὁ Υἱὸς ποιεῖ, ἀλλ' αὐτὰ ἐκεῖνα ὁ Υἱὸς ποιεῖ. Πάντα γὰρ δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν. Ὁρᾷς πῶς συνωθεῖ τὸν λόγον εἰς ἀκριβῆ τινα ἑνότητα καὶ συνάφειαν καὶ ἐγγύτητα, οὐ τοιαῦτα λέγων, ἀλλ', Αὐτὰ, καὶ, Ὁμοίως, λέγων, ὡς Πατήρ; ∆ιὰ δὴ τοῦτο καὶ ἐν τῇ συγκαταβάσει τοῦ λόγου σχηματίζων αὐτὸν, καὶ ἐκεῖ μετὰ ἀσφαλείας πολλῆς ἐχρήσατο τῇ ῥήσει. Οὐ γὰρ εἶπεν, ἐὰν μή τι διδάσκηται παρὰ τοῦ Πατρὸς, ἵνα μὴ μαθητεύοντα αὐτὸν εἰσαγάγῃς· οὐδὲ εἶπεν, ἐὰν μή τι κελεύηται, ἵνα μὴ τῆς τῶν δούλων τάξεως ὑποπτεύσῃς· ἀλλὰ, Ἂν μή τι βλέπῃ τὸν Πατέρα ποιοῦντα. Καὶ τοῦτο δὲ αὐτὸ πολλῆς πρὸς τὸν Πατέρα ἐγγύτητος, καὶ οὕτως εἰρημένον. Εἰ γὰρ δύναται τὸν 56.256 Πατέρα ὁρᾷν ἐργαζόμενον, καὶ εἰδέναι πῶς ἐργάζηται, τῆς αὐτῆς ἐστιν οὐσίας.