3
ποιοῦσιν, οὐ πρότερον τὴν κρηπῖδα καταβάλλονται τῶν οἰκημάτων, ἕως ἂν τὰ σεσαθρωμένα ἀνέλωσιν, ἵνα μετὰ ἀσφαλείας οἰκοδομῶσιν. Τούτους δὴ καὶ ἡμεῖς μιμησώμεθα. Εἰπὲ οὖν, οὐ δύναται ὁ Υἱὸς ποιεῖν ἀφ' ἑαυτοῦ καθόλου οὐδέν; Οὐδὲ γὰρ εἶπεν, ὅτι ἀνθρώπους μὲν δύναται ποιεῖν, ἀγγέλους δὲ οὐ δύναται· οὐδὲ ἀγγέλους μὲν δύναται, ἀρχαγγέλους δὲ οὐ δύναται· ἀλλ' εἶπεν, ὅτι οὐδέν. Οὐκοῦν ἀσθενείας τὸ ῥῆμα; εἴ γε μὴ δύναται, κατὰ τὴν ὑπόνοιαν τὴν σὴν, καὶ βίας καὶ ἀνάγκης ἐπιτεταμένης· εἴ γε ἀφ' ἑαυτοῦ οὐδὲν ποιεῖ, ἀλλ' ὅσα ἂν βλέπῃ τὸν Πατέρα ποιοῦντα. Ἰδοὺ καὶ διδασκαλίας ὕστερον προσγενομένης, ἅπερ ἅπαντα ἀλλότρια τῆς ἀκηράτου καὶ ἀνωλέθρου οὐσίας ἐκείνης τῆς ἀφράστου καὶ ἀῤῥήτου καὶ ἀκαταλήπτου. Καὶ τί λέγω περὶ τοῦ Χριστοῦ;
Οὐδὲ γὰρ περὶ ἐμοῦ τοῦ μικροῦ καὶ εὐτελοῦς, καὶ ἀπὸ γῆς γενομένου, δυνατὸν τοῦτο λέγεσθαι, ὅτι οὐ δύναμαι ἐγὼ ἀφ' ἑαυτοῦ ποιεῖν οὐδέν· οὐδὲ περὶ σοῦ, οὔτε περὶ ἄλλου οὐδενὸς ἀνθρώπων. Εἰ γὰρ τοῦτο ἀληθὲς, εἰκῆ γέεννα, καὶ κόλασις, καὶ τιμωρία· εἰκῆ στέφανοι, καὶ ἔπαθλα, καὶ ἀγαθά. Οὐδὲ γὰρ ἐκεῖνα ὑποστησόμεθα ἁμαρτά 56.250 νοντες, οὐδὲ τούτων ἀπολαύσομεν κατορθοῦντες, εἴ γε μηδὲν ἀφ' ἑαυτῶν πράττομεν. Τὰ γὰρ ἔπαθλα οὐ τοῖς πράγμασιν ἁπλῶς, ἀλλὰ τῇ γνώμῃ ἀπόκεινται. Οἷόν τι λέγω· ὅταν τις ἀφ' ἑαυτοῦ καλὸν ἐργάζηται, τότε στεφανοῦται καὶ ἀνακηρύττεται, οὐχ ἁπλῶς ὅταν ἐργάζηται, ἀλλὰ μετὰ γνώμης καὶ προαιρέσεως. Καὶ ἵνα μάθητε ὅτι ταῦτά ἐστιν ἀληθῆ· Εἰσὶν εὐνοῦχοι, φησὶν, οἵτινες εὐνουχίσθησαν παρὰ τῶν ἀνθρώπων· καί εἰσιν εὐνοῦχοι, οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν. Εὐνούχους ἐνταῦθά φησιν οὐ τοὺς τὰ μέλη κόψαντας, ἀλλὰ τοὺς τὸν πονηρὸν λογισμὸν καὶ ἀσελγείας γέμοντα ἀποτεμόντας, οὐ σιδηρᾷ μαχαίρᾳ, ἀλλὰ λογισμῷ καὶ φιλοσοφίᾳ, καὶ τῇ τοῦ Θεοῦ βοηθείᾳ χρησαμένους εἰς τοῦτο. Ἰδοὺ δύο εὐνοῦχοι, οἱ μὲν ἐξ ἀνθρώπων ἀποτμηθέντες τὰ μέλη, οἱ δὲ εὐλαβείᾳ ἀποκόψαντες τὸν πονηρὸν λογισμόν. Ἀλλ' ὅμως εἰ καὶ διαφόρως εὐνουχίσθησαν, ὁμοίως ἀμφότεροι γυναικῶν ἀπέχονται μίξεως. Τὸ ὁμοίως δὲ εἶπον, οὐ κατὰ γνώμην, ἀλλὰ κατὰ τὴν τοῦ πράγματος φύσιν. Οὐδὲ γὰρ εὐνοῦχος δύναιτ' ἂν συγγενέσθαι γυναικὶ, οὔτε ὁ μοναχὸς ὁ εὐνουχίσας ἑαυτόν. Καὶ τὸ μὲν πρᾶγμα ἓν, τὸ δὲ τέλος οὐχ ἕν. ∆ιὰ τοῦτο περὶ μὲν ἐκείνων εἰπὼν ὅτι εὐνουχίσθησαν ὑπὸ τῶν ἀνθρώπων, οὐδὲν αὐτοῖς διὰ τοῦτο ἔθηκεν ἔπαθλον· φύσεως γὰρ, οὐ γὰρ ἀσκήσεως τὸ πρᾶγμα ἦν. Τούτους δὲ εἰς μέσον ἀγαγὼν, τῇ βασιλείᾳ αὐτοὺς ἐστεφάνωσεν, εἰπὼν, ∆ιὰ τὴν βασιλείαν τῶν οὐρανῶν. Καίτοι οὔτε οὗτος μίγνυται γυναικὶ, οὔτε ἐκεῖνος· ἀλλ' ὁ μὲν ὑπὸ τῆς ἀνάγκης δεδεμένος, ὁ δὲ τῇ προαιρέσει τὸ πρᾶγμα κατορθώσας, καὶ ἀφ' ἑαυτοῦ τοῦτο ἐργασάμενος καὶ ἀνύσας.
Εἶτα οἱ μὲν ἄνθρωποι ἀφ' ἑαυτῶν δύνανται τοιαῦτα πράττειν, καὶ ποιεῖν, καὶ φιλοσοφεῖν, καὶ φθέγγεσθαι, καὶ μυρία ἕτερα ἐργάζεσθαι· ὁ δὲ τῶν ἀγγέλων ∆εσπότης οὐ δυνήσεται οὐ μικρὸν οὐ μέγα ποιεῖν ἀφ' ἑαυτοῦ; Καὶ τίς ταῦτα ἀνέξεται; Οὐκ ἀκούεις Παύλου λέγοντος, ὅτι Ἐν μεγάλῃ οἰκίᾳ οὐκ ἔστι μόνον σκεύη χρυσᾶ καὶ ἀργυρᾶ, ἀλλὰ καὶ ξύλινα καὶ ὀστράκινα· καὶ ἃ μὲν εἰς τιμὴν, ἃ δὲ εἰς ἀτιμίαν. Ἐὰν οὖν τις ἐκκαθάρῃ ἑαυτὸν ἐκ τούτων, ἔσται σκεῦος εἰς τιμὴν ἡγιασμένον τῷ ∆εσπότῃ.
γʹ. Ὁρᾷς καὶ τούτους ἀφ' ἑαυτῶν διορθουμένους; Τοῦτο γάρ ἐστιν· Ἐάν τις
ἑαυτὸν ἐκκαθάρῃ. Τί οὖν ἐστι τὸ εἰρημένον; Εἰ πρὸς οἰκείους μόνον ὁ λόγος ἡμῖν ἦν, ἤδη καὶ τὴν λύσιν ἂν ἐπήγαγον· ἐπειδὴ δὲ πρὸς ἐχθροὺς καὶ πολεμίους, ἔτι τὰ ἐκείνων καθελεῖν ἀναγκαῖον· πάλιν τὴν ῥῆσιν εἰς μέσον ἀγαγόντες, οὕτως ταύτην ποιήσωμεν σαφῆ. Ὅτι μὲν γὰρ ἡμῖν δυνατὸν ἀφ' ἑαυτῶν καὶ ποιεῖν καὶ λέγειν, ἱκανῶς ὁ λόγος ἀπέδειξεν. Εἰ γὰρ μὴ τοῦτο ἦν, οὐκ ἂν ἐστεφανώθημεν κατορθοῦντες. Ἐρωτητέον δὲ πάλιν τὸν αἱρετικόν· τί ἐστιν, Ἐὰν μή τι βλέπῃ τὸν Πατέρα ποιοῦντα, οὐ δύναται ἀφ' ἑαυτοῦ ποιεῖν οὐδέν; Ἀπὸ γὰρ τῆς ῥήσεως ταύτης,