1

 2

 3

 4

 5

 6

 7

 8

8

Πολλάκις γὰρ καὶ ἔμπροσθεν ἀπεδείξαμεν, ὅτι οὐσίαν οὐδεὶς ἰδεῖν δύναται μετὰ ἀκριβείας, οὐδὲ γνῶναι σαφῶς, ἐὰν μὴ τῆς αὐτῆς φύσεως ᾗ. Ἄγγελον γοῦν γυμνῇ τῇ οὐσίᾳ παραγενόμενον ἄνθρωπος ἰδεῖν οὐκ ἠδυνήθη, καὶ ταῦτα πολλῇ ἀρετῇ κεκοσμημένος ὁ ∆ανιήλ. ∆ιὰ δὴ τοῦτο ὡς ἐξαίρετον τοῦτο ὂν αὐτοῦ τῆς φύσεως ἐτίθει λέγων· Θεὸν οὐδεὶς ἑώρακε πώποτε· ὁ μονογενὴς Υἱὸς, ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρὸς, ἐκεῖνος ἐξηγήσατο. Καὶ πάλιν· Οὐχ ὅτι τὸν Πατέρα τις ἑώρακεν, εἰ μὴ ὁ ὢν παρὰ τοῦ Θεοῦ, αὐτὸς ἑώρακε τὸν Πατέρα. Καίτοι πολλοὶ εἶδον καὶ ἄλλοι, προφῆται, καὶ πατριάρχαι, καὶ δίκαιοι, καὶ ἄγγελοι· ἀλλὰ τὴν ἀκριβῆ λέγει γνῶσιν. Οὐ μὴν τοῦτο ἐροῦμεν, ὅτι βλέπων αὐτὸν τότε ποιεῖ· ἐπεὶ τὸ, Πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν, πῶς ἂν ἔχοι λόγον; καὶ τὸ, Τὰ ἔργα, ἃ ἐκεῖνος ποιεῖ, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ; Εἰ γὰρ ὁμοίως ποιεῖ, πῶς βλέπων αὐτὸν πρότερον τότε ποιεῖ; Ἀνάγκη γὰρ ἔσται κατὰ τὸν σὸν λόγον, καὶ τὸν Πατέρα βλέποντα ἕτερον ἐργαζόμενον οὕτως ποιεῖν· ὅπερ ἐσχάτης μανίας καὶ ἀνοίας ἐστίν. Ἀλλ' ἵνα μὴ τὰ ἀσθενῆ ταῦτα διελέγχοντες καὶ ἄτοπα, μηκύνωμεν τὸν λόγον, ἐκεῖνο ἐροῦμεν· ὅτι ἐπειδὴ πρὸς Ἰουδαίους ὁ λόγος ἦν αὐτῷ, τοὺς ἀντίθεον αὐτὸν εἶναι λέγοντας καὶ πολέμιον τῷ νομοθέτῃ, καὶ ἀπὸ τῶν γινομένων τοῦτο συλλέγοντας, διὰ τοῦτο οὕτως ἐσχημάτισε τὸν λόγον ἀνθρωπινώτερον καὶ παχύτερον, τῷ συνετῷ ἀκροατῇ καταλιμπάνων εἰδέναι τὴν θεοπρεπῆ ἔννοιαν, καὶ τοὺς παχύτερόν τι ἐννοοῦντας διορθούμενος· διὸ ἔφησε· Τὰ γὰρ ἔργα ἃ ἐκεῖνος ποιεῖ, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ.

Οὐ γὰρ δὴ ἀναμένει τὸν Πατέρα ἰδεῖν ἐργαζόμενον, καὶ τότε ποιεῖ, οὐδὲ μαθητείας δεῖται· ἀλλ' ὁρᾷ μὲν αὐτοῦ τὴν οὐσίαν, καὶ οἶδεν αὐτὴν σαφῶς· Καθάπερ γὰρ γινώσκει με, φησὶν, ὁ Πατὴρ, κἀγὼ γινώσκω τὸν Πατέρα· ἐργάζεται δὲ ἅπαντα καὶ δημιουργεῖ μετ' ἐξουσίας τῆς αὐτῷ προσηκούσης, μετὰ συνέσεως καὶ σοφίας τῆς αὐτῷ συγκεκληρωμένης, οὐ δεόμενος μανθάνειν, οὐ δεόμενος ἰδεῖν. Πῶς γὰρ ἀπηκριβωμένη εἰκὼν πρὸς τὸν γεγεννηκότα ὢν καὶ ὁμοίως πάντα ἐκείνῳ ποιῶν, καὶ μετὰ τῆς αὐτῆς δυνάμεως; Περὶ γὰρ δυνάμεως διαλεγόμενος ταῦτα ἐπήγαγε λέγων· Ἐγὼ καὶ ὁ Πατὴρ ἔν ἐσμεν.

Ταῦτα οὖν ἅπαντα εἰδότες καὶ ἀποσυλλέξαντες τὰ εἰρημένα, ἀποστρεφώμεθα τῶν αἱρετικῶν τοὺς συλλόγους, ἐχώμεθα δὲ διηνεκῶς τῆς ὀρθῆς πίστεως, καὶ βίον ἀκριβῆ καὶ πολιτείαν τοῖς δόγμασιν ἴσην ἐπιδειξώμεθα, ἵνα τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ οἰκτιρμοῖς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα, καὶ τὸ κράτος, ἅμα τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.