1

 2

 3

 4

 5

 6

 7

 8

4

λέγω, οὐ τῆς ἑρμηνείας· μᾶλλον δὲ οὐδὲ ἀπὸ τῆς ῥήσεως, ἀλλ' ἀπὸ τῆς διεστραμμένης τῶν αἱρετικῶν ἑρμηνείας, ἀνάγκη διπλῆν τινα ἐπεισάγεσθαι κτίσιν. Πῶς καὶ τίνι τρόπῳ; Ἐὰν μή τι βλέπῃ, φησὶ, τὸν Πατέρα ποιοῦντα, οὐ δύναται ποιεῖν. Οὐκοῦν ἀνάγκη πᾶσα εἶναι μὲν ἔργα τοῦ Πατρὸς ἀπηρτισμένα, εἶναι δὲ καὶ ἕτερα τοῦ Υἱοῦ, ἃ πρὸς ἐκεῖνα βλέπων κατεσκεύασεν καὶ αὐτός. Ἐὰν γὰρ μή τι βλέπῃ ποιοῦντα, οὐ ποιεῖ, φησίν.

Ἵνα οὖν 56.251 ἴδῃ, ἀνάγκη εἶναι τὰ ἔργα. Τί οὖν; εἰπέ μοι· ἕνα ἥλιον ὁρῶμεν, μὴ δύο δεῖξαί μοι δυνήσῃ, ἵνα τὸν μὲν τοῦ Πατρὸς, τὸν δὲ τοῦ Υἱοῦ ὑποπτεύσω; καὶ σελήνας δύο, καὶ γῆν, καὶ θάλατταν; οὕτω καὶ τὰ ἄλλα πάντα; Ἀλλ' οὐκ ἂν ἔχοις εἰπεῖν· εἷς γάρ ἐστιν ὁ ἥλιος. Πῶς οὖν, ἐὰν μή τι βλέπῃ ποιοῦντα αὐτὸν, οὐ ποιεῖ; Τίνος ἔργον εἶναι βούλει τὸν ἥλιον; τοῦ Πατρός; Ποῦ οὖν ὁ τοῦ Υἱοῦ; Ἀλλὰ τοῦ Υἱοῦ; Ποῦ οὖν ὁ τοῦ Πατρὸς, ὃν ἰδὼν οὗτος, ἄλλον τοιοῦτον ἐποίησεν; Πῶς δὲ ἐκεῖνο στήσεται τὸ, Πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν; Εἰ γὰρ πάντα δι' αὐτοῦ, ποῖον ἂν ἔχοι καιρὸν αὕτη ἡ διαίρεσις; Ὁρᾷς τὰ τῶν λογισμῶν; πῶς ἑαυτοὺς περιπείρετε, καὶ ἑαυτὸ ἐλέγχει τὸ ψεῦδος; Ἰδοὺ τὴν ἑρμηνείαν αὐτῶν εἰς μέσον ἀγαγὼν, πῶς ἔδειξα αὐτὴν ὑφ' ἑαυτῆς βαλλομένην. Ἐγὼ δὲ κἀκεῖνο ἡδέως ἂν ἐροίμην· τίς ὁ τὴν σάρκα ἀναλαβὼν τὴν ἡμετέραν, καὶ εἰς μήτραν ἐλθὼν παρθενικήν; ὁ Πατὴρ ἢ ὁ Υἱός; εἰπέ. Οὐ παντί που δῆλον, ὅτι ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ; Καὶ γὰρ ὁ Παῦλος οὕτως φησίν· Τοῦτο φρονείσθω ἐν ὑμῖν, ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών.

Καὶ, Ἐξαπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ, γενόμενον ἐκ γυναικὸς, γενόμενον ὑπὸ νόμον. Καὶ πᾶσα Γραφὴ, εἴτε παλαιὰ, εἴτε καινὴ, τούτων ἐμπέπλησται τῶν μαρτυριῶν· καὶ τὰ πράγματα βοᾷ, ὅτι ὁ Μονογενὴς ἐσαρκώθη, οὐχ ὁ Πατήρ. Πότερον οὖν ἰδὼν τὸν Πατέρα σαρκωθέντα ὁ Υἱὸς ἐσαρκώθη; [Οὐ γὰρ ἂν ἐσαρκώθη], εἰ μὴ θεασάμενος αὐτόν. Οὐ γὰρ δύναται ἀφ' ἑαυτοῦ ποιεῖν οὐδὲν, ἐὰν μή τι βλέπῃ τὸν Πατέρα ποιοῦντα. Πότε ἂν ἴδοιμι τοῦτο ἐργασάμενον τὸν Πατέρα; Οὐκ ἂν ἔχοις εἰπεῖν. Καὶ μήτε μικρὸν εἶναι νομίσῃς τὸ γεγενημένον. Τὸ γὰρ κεφάλαιον τῆς σωτηρίας ἡμῶν ἡ σάρκωσίς ἐστι τοῦ Μονογενοῦς, ἡ συγκατάβασις αὐτοῦ. Πρὶν ἢ γὰρ γενέσθαι ἄνθρωπον, τὰ τῆς κακίας ἐτυράννει, καὶ βαθυτάτη νὺξ πάντα κατεῖχεν, καὶ πανταχοῦ βωμοὶ καὶ ναοὶ τοῖς εἰδώλοις, καὶ κνίσσαι, καὶ καπνὸς, καὶ αἱμάτων χείμαῤῥοι, οὐκ ἀπὸ προβάτων καὶ βοῶν μόνον, ἀλλὰ καὶ ἀπὸ ἀνθρώπων ῥέοντες. Ἔθυσαν γὰρ τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν τοῖς δαιμονίοις· καὶ ταῦτα ὁ δῆμος ὁ προφήτας ἔχων, ὁ νόμου μετασχὼν, ὁ θεοπτίας ἀπολαύσας, ὁ τοσούτοις ἐντραφεὶς θαύμασιν.

Εἰ δὲ οὗτοι τοιοῦτοι, ἐννόησον τὰ λοιπὰ μέρη τῆς οἰκουμένης πῶς διέκειντο, ὑπὸ δαιμόνων βακχευόμενοι, ὑπὸ κακίας τυραννούμενοι, τοῖς παθήμασι πᾶσιν ὑποκλινόμενοι, ξύλα θεραπεύοντες, λίθους προσκυνοῦντες, ὄρη, καὶ βουνοὺς, καὶ νάπας, καὶ δένδρα, καὶ λίμνας, καὶ πηγὰς, καὶ ποταμούς. Καὶ τί δεῖ τὰ τῶν ἄλλων λέγειν; Ἀπὸ γὰρ τῶν ἐν Ἰουδαίοις κακῶν ὄψομαι τὴν ἐν τοῖς ἄλλοις ὑπερβολήν. Ἵπποι θηλυμανεῖς ἐγένοντο, ἕκαστος ἐπὶ τὴν γυναῖκα τοῦ πλησίον ἐχρεμέτιζον. Ἔγνω βοῦς τὸν κτησάμενον, καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ, Ἰσραὴλ δέ με οὐκ ἔγνω. Κύνες ἐνεοὶ οὐ δυνάμενοι ὑλακτεῖν. Ὄψις πόρνης ἐγένετό σοι, ἀπηνῃσχύντησας πρὸς πάντας Οὐκ ἔστιν ὁ συνιὼν, 56.252 οὐκ ἔστιν ὁ ἐκζητῶν τὸν Θεόν· πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν. Πάλιν ἕτερος· Μάτην [ἀργυροκόπος] ἀργυροκοπεῖ· αἱ πονηρίαι αὐτῶν οὐκ ἐτάκησαν. Ἕτερος πάλιν· Ἀρὰ, καὶ ψεῦδος, καὶ κλοπὴ, καὶ φόνος, καὶ μοιχεία κέχυται ἐπὶ τῆς γῆς, καὶ αἵματα ἐφ' αἵμασι μίσγουσιν. Ἕτερος πάλιν· Εἰ ἀλλάξει Αἰθίοψ τὸ δέρμα αὐτοῦ, καὶ πάρδαλις τὰ ποικίλματα αὐτῆς, καὶ ὁ λαὸς οὗτος δυνήσεται ποιῆσαι κρίσιν, μεμαθηκὼς κακά. Ἕτερος πάλιν·