1

 2

 3

 4

 5

 6

 7

 8

5

Οἴμοι ψυχὴ, ὅτι ἀπόλωλεν εὐλαβὴς ἀπὸ τῆς γῆς, καὶ ὁ κατορθῶν ἐν ἀνθρώποις οὐχ ὑπάρχει· πάντες εἰς αἵματα δικάζουσιν. Ὁ Θεὸς πάλιν· Μεμίσηκα, ἀπῶσμαι τὰς ἑορτὰς ὑμῶν, καὶ οὐ μὴ ὀσφρανθῶ θυσίας ἐν ταῖς πανηγύρεσιν ὑμῶν. Ὁ Ἡλίας· Τὰ θυσιαστήριά σου κατέσκαψαν, καὶ τοὺς προφήτας σου ἀπέκτειναν· καὶ ὑπελείφθην ἐγὼ μόνος, καὶ ζητοῦσι τὴν ψυχήν μου. Πάλιν ὁ Θεός· Ἐγκατέλιπον τὸν οἶκόν μου, ἀφῆκα τὴν κληρονομίαν μου, ἔδωκα τὴν ἠγαπημένην ψυχήν μου εἰς χεῖρας ἐχθρῶν αὐτῆς. Ὁ ∆αυῒδ πάλιν· Ἔθυσαν τοὺς υἱοὺς αὐτῶν, καὶ τὰς θυγατέρας αὐτῶν τοῖς δαιμονίοις, καὶ ἐξέχεαν αἷμα ἀθῷον, αἷμα υἱῶν αὐτῶν καὶ θυγατέρων. δʹ. Εἶδες κακίας τυραννίδα; Κύνες ἐγένοντο καὶ ἵπποι, καὶ ὄνων ἀλογώτεροι, καὶ βοῶν ἀναισθητότεροι, καὶ εἰς αὐτὴν τὴν φύσιν ἐμάνησαν. Ἀλλὰ μετὰ τὴν σάρκωσιν τοῦ Χριστοῦ τί φησιν ἡ Γραφή; Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς. Καὶ πρὸ μὲν τούτου ἔλεγεν ἡ Γραφή· Πορεύθητι πρὸς τὸν μύρμηκα, ὦ ὀκνηρέ· μετὰ δὲ ταῦτα καὶ υἱοθεσίας ἠξιώθημεν, καὶ εἰς τὸν οὐρανὸν ἀπεγράφημεν, καὶ μετὰ τῶν ἀγγέλων χορεύομεν, καὶ τῆς μελωδίας αὐτοῖς κοινωνοῦμεν, καὶ πρὸς ἀσωμάτους δυνάμεις τὴν ἅμιλλαν ἐθέμεθα. Καὶ ἀνῄρηνται βουνοὶ, καὶ κατεσκάφησαν ναοί. Καὶ ὁ λίθος ἐφάνη λίθος, καὶ τὸ ξύλον, ξύλον, καὶ τὰ δένδρα, δένδρα, καὶ αἱ πηγαὶ, πηγαί.

Ἐπειδὴ γὰρ ὁ τῆς δικαιοσύνης ἥλιος ἔλαμψεν, ἔδειξε τῶν πραγμάτων τὴν φύσιν, ἣν πρὶν ἐπεκάλυπτεν ἡ τῆς πλάνης νὺξ, καὶ τὸ βαθὺ τῆς ἀγνωσίας σκότος, συγχέον τὴν ὄψιν τῶν ἀπατωμένων. Ἀλλ' ἐπειδὴ διεσκέδασε τὴν πυκνὴν νεφέλην τῆς πλάνης ἡ ἀκτὶς ἡ τοῦ ἡλίου τῆς δικαιοσύνης, πανταχοῦ φῶς καὶ ἡμέρα, λαμπρὰ καὶ σταθηρὰ μεσημβρία. Καὶ οἱ μητέρας γαμοῦντες Πέρσαι παρθενίαν ἀσκοῦσι νῦν. Καὶ οἱ τοὺς υἱοὺς ἀγνοοῦντες τοὺς ἑαυτῶν καὶ σφάττοντες, πάντων γεγόνασιν ἡμερώτεροι καὶ πραότεροι. Οἱ λύκοι πρὸς τὴν τῶν προβάτων μετέστησαν ἡμερότητα· μᾶλλον δὲ καὶ οἱ λύκων χείρους. Λύκος γὰρ οὐκ ἀγνοεῖ τὴν φύσιν, ἀλλ' ἐπιγινώσκει τὸ τεχθέν· ἄνθρωποι δὲ καὶ τούτων ἐγένοντο ἀγριώτεροι. Ἀλλὰ μετὰ τὴν σάρκωσιν τοῦ Μονογενοῦς καὶ τὴν οἰκονομίαν, ἐκβαλόντες τὴν θηριωδίαν, πρὸς τὴν οἰκείαν ἐπανῆλθον εὐγένειαν· μᾶλλον δὲ πρὸς τὴν τῶν ἀγγέλων ἀνέβησαν ἀρετήν. Καὶ πρὸ τούτου μὲν αἱ πόλεις ἦσαν ἀσεβείας πεπλησμέναι, σήμερον δὲ καὶ ἡ ἔρημος φιλοσοφεῖ, καὶ καλύβαι μοναχῶν ἐν ὄρεσι καὶ νάπαις, ἀγγέλων μιμουμένων πολιτείαν, καὶ τὸν παρόντα ἀποδυσάμενοι βίον.

Τί γὰρ δεῖ τῆς τῶν λόγων κατασκευῆς, τῶν πραγμάτων βοώντων, καὶ ἡλίου φανερώτερον δεικνύντων τὰ ἀγαθὰ, ἃ μετὰ τὴν ὠδῖνα τῆς Παρθένου τὴν θαυμαστὴν ἐκείνην, καὶ πνευματικὴν, καὶ τὴν οἰκονομίαν, καὶ τὴν σάρκωσιν, τὴν οἰκουμένην κατέλαβεν ἅπασαν; Ἀλλ' ὅμως τοσοῦτον καὶ τηλικοῦτον κατόρθωμα ἀφ' ἑαυτοῦ πεποίηκεν· καὶ βοᾷ Παῦλος λέγων· 56.253 Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών. Ἀκούεις, αἱρετικὲ, ὅτι ἑαυτὸν ἐκένωσε; Καὶ πάλιν ἀλλαχοῦ· Καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς, καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν προσφορὰν καὶ θυσίαν τῷ Θεῷ εἰς ὀσμὴν εὐωδίας. Ὃς καὶ ἐσταυρώθη ἀφ' ἑαυτοῦ, καὶ ἐσφάγη ἀφ' ἑαυτοῦ· διὸ καὶ αὐτὸς ἔλεγεν· Ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν. Οὐδεὶς αἴρει αὐτὴν ἀπ' ἐμοῦ· ἐγὼ τίθημι αὐτὴν ἀφ' ἑαυτοῦ. Τί λέγεις ἐνταῦθα, ὦ αἱρετικὲ, ὁ παράγων τὴν ῥῆσιν τὴν εὐαγγελικὴν τὴν λέγουσαν, Οὐδὲν δύναται ἀφ' ἑαυτοῦ ὁ Υἱός; Ἰδοὺ αὐτός φησιν· Ἐγὼ αὐτὴν τίθημι ἀφ' ἑαυτοῦ, καὶ λαμβάνω αὐτὴν ἀφ' ἑαυτοῦ. Οὐ μικρὸν δὲ τὸ εἰρημένον, ἀλλὰ καὶ σφόδρα μέγα. Καὶ περὶ τοῦ Πατρὸς εἴρηται, ὅτι θανάτου καὶ ζωῆς ἐξουσίαν ἔχει. Ὁρᾷς πῶς εἴσω τῶν δικτύων ἐξέβης; Τί γὰρ πρὸς ταύτην ἐρεῖς τὴν ῥῆσιν; Ἐγὼ τίθημι αὐτὴν ἀφ' ἑαυτοῦ, καὶ λαμβάνω αὐτὴν ἀφ' ἑαυτοῦ. Πῶς οὖν ἔφης, ὅτι οὐδὲν ποιεῖ ἀφ' ἑαυτοῦ; Ἀλλ', ὅπερ ἔφην, εἰ μὲν πρὸς αἱρετικοὺς ἡμῖν ὁ λόγος, ἀφεὶς ἂν αὐτοὺς εἰς ἀπορίαν καὶ δεσμώσας, οὕτως