31
πίστιν ἢ ἐκεῖνο τὸ πρότερον, καὶ μᾶλλον ἠδύνατο πεῖσαι τὰς διανοίας τῶν ἀνθρώπων τὸ σημεῖα φαίνεσθαι ἐν τῷ ὀνόματι αὐτοῦ γινόμενα, ἢ τὸ ἰδεῖν αὐτὸν ἀναστάντα, δῆλον ἐκεῖθεν. Ἀνέστη καὶ ἔδειξεν ἑαυτὸν τοῖς μαθηταῖς ὁ Χριστός· ἀλλ' ὅμως εὑρέθη τις ἀπιστῶν καὶ ἐν ἐκείνοις Θωμᾶς ὁ λεγόμενος ∆ίδυμος, καὶ ἐδεήθη τοῦ τὰς χεῖρας εἰσενεγκεῖν εἰς τοὺς τύπους τῶν ἥλων· ἐδεήθη δὲ καὶ τὴν πλευρὰν αὐτοῦ καταμαθεῖν. Εἰ δὲ ὁ μαθητὴς ἐκεῖνος ὁ τρεῖς χρόνους διατρίψας μετ' αὐτοῦ, ὁ τραπέζης ∆εσποτικῆς κοινωνήσας, ὁ σημεῖα καὶ τέρατα θεασάμενος μέγιστα, ὁ ῥημάτων ∆εσποτικῶν μετασχὼν, καὶ ἰδὼν αὐτὸν ἀναστάντα, οὐ πρότερον ἐπίστευσεν, ἕως ὅτε τοὺς τύπους τῶν ἥλων καὶ τῆς λόγχης τὰ τραύματα εἶδε· πῶς ἡ οἰκουμένη πιστεύειν ἔμελλεν, εἰπέ μοι, εἰ εἶδεν αὐτὸν ἀναστάντα; Καὶ τίς ἂν ταῦτα εἴποι; Οὐκ ἐντεῦθεν δὲ μόνον, ἀλλὰ καὶ ἑτέρωθεν δείξομεν, ὅτι μᾶλλον ἔπειθε τὰ σημεῖα τοῦ θεάσασθαι κατ' ὄψιν ἀναστάντα. Ἀκούσαντες γὰρ οἱ ὄχλοι τοῦ Πέτρου τῷ χωλῷ λέγοντος, Ἐν ὀνόματι Ἰησοῦ Χριστοῦ ἔγειραι καὶ περιπάτει, τρισχίλιοι ἐπίστευσαν καὶ πεντακισχίλιοι τῷ Χριστῷ ἄνδρες· ὁ δὲ μαθητὴς ἰδὼν ἀναστάντα ἠπίστησεν. Ὁρᾷς πῶς τοῦτο εὐκολώτερον μᾶλλον πρὸς τὴν τῆς ἀναστάσεως πίστιν; Ἐκεῖνο μὲν γὰρ καὶ ὁ οἰκεῖος μαθητὴς ἰδὼν ἠπίστησε· ταῦτα δὲ καὶ οἱ ἐχθροὶ θεασάμενοι ἐπί 51.107 στευσαν. Οὕτω μεῖζον τοῦτο ἐκείνου καὶ σαφέστερον, καὶ μᾶλλον αὐτοὺς ἐπεσπᾶτο καὶ ἔπειθε πρὸς τὴν ἀνάστασιν. Καὶ τί λέγω τὸν Θωμᾶν; Ὅτι γὰρ οὐδὲ οἱ λοιποὶ μαθηταὶ ἐκ πρώτης ὄψεως ἐπίστευον, ἄκουσον νουνεχῶς. Ἀλλὰ μὴ καταγνῷς αὐτῶν, ἀγαπητέ· εἰ γὰρ ὁ Χριστὸς οὐ κατέγνω αὐτῶν, μηδὲ σὺ καταγνῷς αὐτῶν· καὶ γὰρ πρᾶγμα ξένον εἶδον οἱ μαθηταὶ καὶ παράδοξον, πρωτότοκον αὐτὸν ἐκ τῶν νεκρῶν ἀναστάντα· τὰ δὲ τοιαῦτα μέγιστα θαύματα ἐκ πρώτης ἐκπλήττειν εἴωθεν, ἕως ἂν τῷ χρόνῳ μόνιμα γένηται ἐν ταῖς τῶν πιστευόντων ψυχαῖς· ὅπερ οὖν καὶ ἐπὶ τῶν μαθητῶν ἐγένετο τότε. Ἐπειδὴ γὰρ ἀναστὰς ὁ Χριστὸς ἐκ νεκρῶν εἶπεν αὐτοῖς· Εἰρήνη ὑμῖν, Πτοηθέντες, φησὶν, ἐκεῖνοι καὶ ἔμφοβοι γενόμενοι ἐδόκουν πνεῦμα θεωρεῖν, καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Τί τεταραγμένοι ἐστέ; Καὶ μετὰ ταῦτα ἐπιδείξας αὐτοῖς τὰς χεῖρας καὶ τοὺς πόδας, καὶ Ἀπιστούντων αὐτῶν ἀπὸ τῆς χαρᾶς, καὶ θαυμαζόντων, εἶπεν αὐτοῖς· Ἔχετέ τι βρώσιμον ἐνθάδε; διὰ τούτων βουλόμενος αὐτοῖς τὴν ἀνάστασιν πιστώσασθαι. Οὐ πείθει σε, φησὶν, ἡ πλευρὰ, οὐδὲ τὰ τραύματα; πειθέτω κἂν ἡ τράπεζα.
ζʹ. Ἵνα δὲ μάθῃς ἀκριβῶς, ὅτι διὰ τοῦτο εἶπεν, Ἔχετέ τι βρώσιμον ἐνθάδε φαγεῖν; ἵνα μὴ νομίσωσιν εἴδωλον εἶναι, μηδὲ πνεῦμα, μηδὲ φαντασίαν, ἀλλ' ἀληθῆ καὶ ἐνυπόστατον ἀνάστασιν, ἄκουσον, πῶς ὁ Πέτρος ἀπὸ τούτων πιστοῦται τὴν ἀνάστασιν. Εἰπὼν γὰρ ὅτι Ἀνέστησεν αὐτὸν ὁ Θεὸς, καὶ ἔδωκεν αὐτὸν ἐμφανῆ γενέσθαι μάρτυσι τοῖς προκεχειροτονημένοις ἡμῖν, εἶτα καὶ ἀπόδειξιν τῆς ἀναστάσεως τιθεὶς, ἐπήγαγεν· Οἵτινες συνεφάγομεν καὶ συνεπίομεν αὐτῷ. ∆ιὰ τοῦτο καὶ ἀλλαχοῦ ἀναστήσας νεκρὰν ὁ Χριστὸς, ἵνα πιστώσηται τὴν ἀνάστασιν ἔφη· ∆ότε αὐτῇ φαγεῖν. Ὅταν οὖν ἀκούσῃς, ὅτι παρέστησεν ἑαυτὸν ζῶντα δι' ἡμερῶν τεσσαράκοντα ὀπτανόμενος αὐτοῖς καὶ συναλιζόμενος, μάνθανε τῆς τραπέζης τὴν αἰτίαν, ὅτι οὐχὶ δεόμενος αὐτὸς τραπέζης ἔτρωγεν, ἀλλὰ βουλόμενος τὴν ἀσθένειαν διορθῶσαι τῶν μαθητῶν, ὅθεν δῆλον ὅτι τὰ τέρατα καὶ σημεῖα τῶν ἀποστόλων ἀπόδειξις ἦν μεγίστη τῆς ἀναστάσεως. ∆ιὸ καὶ αὐτός φησιν· Ἀμὴν, ἀμὴν, λέγω ὑμῖν, ὁ πιστεύων εἰς ἐμὲ, τὰ ἔργα ἃ ποιῶ ἐγὼ, κἀκεῖνος ποιήσει, καὶ μείζονα τούτων ποιήσει. Ἐπειδὴ γὰρ ὁ σταυρὸς μεταξὺ παρεμπεσὼν ἐσκανδάλισε πλείστους, διὰ τοῦτο καὶ μειζόνων ἐδέησε μετὰ ταῦτα σημείων. Καίτοι γε εἰ τελευτήσας ὁ Χριστὸς ἐναπέμεινε τῷ θανάτῳ καὶ τῷ τάφῳ, καὶ οὐκ ἀνέστη, καθάπερ οἱ Ἰουδαῖοί φασιν, οὐδὲ ἀνέβη εἰς τοὺς οὐρανοὺς, οὐ μόνον οὐκ ἔδει μείζονα γίνεσθαι τὰ μετὰ ταῦτα σημεῖα τὰ μετὰ τὸν σταυρὸν, ἀλλὰ καὶ τὰ πρότερα γινόμενα ἀποσβεσθῆναι ἐχρῆν. Προσέχετέ μοι μετὰ ἀκριβείας ἐνταῦθα· ἀναστάσεως γάρ εἰσιν ἀναμφισβητήτου