1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

3

τοὺς τὰ τοιαῦτα πλημμελοῦντας) πάσχομεν μὲν τὰ αὐτὰ, ἅπερ ἔπαθεν ἐκεῖνος ὁ ἅγιος, οὐ δρῶμεν δὲ τὰ αὐτὰ, ἀλλ' ἑτέρως παραμυθούμεθα τὴν ὀδύνην, δι' ὀδυρμῶν καὶ θρήνων. ∆εῦρο οὖν συναλγήσατέ μοι καὶ συστενάξατε, ὅσαι ταύτης ἐκτός ἐστε τῆς αἰσχύνης· αἱ γὰρ ἄθλιαι καὶ ταλαίπωροι ἐκεῖναι καὶ ἀναλγησίαν ἴσως μετὰ τῶν ἄλλων νοσοῦσι κακῶν. Ἀλλ' ὑμεῖς αἱ τοῦτον ἀναδεξάμεναι τὸν βίον, καὶ τοῦ νυμφῶνος καταξιούμεναι καὶ τοῦ νυμφίου, καὶ φαιδρὰς ἔχουσαι τὰς λαμπάδας, καὶ τῷ τιμίῳ τῆς παρθενίας παντὸς διαδήματος βασιλικοῦ μᾶλλον κοσμούμεναι στεφάνῳ, δακρύσατε σὺν ἡμῖν καὶ πικρὸν ἀνοιμώξατε· οὐ μικρὸν τοῦτό ἐστι φάρμακον καὶ εἰς διόρθωσιν τῶν τὰ ἀνίατα νοσούντων, καὶ εἰς παραμυθίαν τῶν τὰ ἐκείνων ὀδυρομένων· τοῦτο καὶ ὁ νυμφίος ὁ ὑμέτερός ποτε πεποίηκεν. Τὴν γὰρ Ἱερουσαλὴμ πρὸς ἔσχατον ἀπωλείας κατενεχθεῖσαν ἰδὼν, καὶ οὐκέτι δυναμένην ἀνενεγκεῖν ἀπὸ τῆς ἀρρωστίας, ἐδάκρυσε, καὶ ἐπὶ τῆς Βηθσαϊδᾶ συμβουλαῖς μὲν οὐκ ἐχρήσατο λοιπὸν, οὐδὲ σημείοις, ταλανισμῷ δὲ μόνον, τὸ Οὐαὶ συνεχῶς ἐπιλέγων ταῖς πόλεσι, καθάπερ καὶ ἐπὶ τῶν ψυχορραγούντων, ποιοῦμεν ἡμεῖς. Καὶ ὁ μακάριος δὲ Παῦλος, τὸν διδάσκαλον τὸν ἑαυτοῦ μιμούμενος, οὐκ ἐπαύσατο πάντα τὸν βίον τοὺς πεσόντας καὶ ἐν τῷ αὐτῷ πτώματι μένοντας καὶ οὐκ ἐθέλοντας ἀναστῆναι λοιπὸν ὀλοφυρόμενος οὕτω πικρῶς, ὡς καὶ μετὰ διορισμοῦ τινος ἰσχυροτέρου τοῖς Ῥωμαίοις αὐτὸ δὴ τοῦτο ἐπιστέλλειν καὶ λέγειν ὅτι Λύπη μοί ἐστι μεγάλη, καὶ ἀδιάλειπτος ὀδύνη τῇ καρδίᾳ μου ὑπὲρ τῶν ἀδελφῶν μου, τῶν συγγενῶν μου κατὰ σάρκα. Εἶδες πόσην ἔχει τὰ ῥήματα ἔμφασιν, πόσον πόνον καρδίας παρίστησι; Καὶ τῶν πιστῶν δὲ τοὺς χωλεύοντας καὶ κλυδωνιζομένους οὕτω πενθεῖ, ὡς αὐτὸς ἐν ἐκείνοις τυγχάνων τοῖς κακοῖς. Τίς γὰρ, φησίν, ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι; Καὶ οὐκ εἶπε Λυποῦμαι, ἀλλὰ Πυροῦμαι, τὸ ἀφόρητον καὶ ἀνήκεστον τῆς ὀδύνης διὰ τῆς πυρώσεως παραστῆσαι βουλόμενος.

3 Οὐ μιμησώμεθα τοίνυν καὶ ἡμεῖς καὶ τὸν ∆εσπότην τὸν ἡμέτερον καὶ τὸν ὁμόδουλον; Καὶ γὰρ οὐδὲ μικρὸς ἡμῖν κείσεται μισθὸς τῶν ὀδυρμῶν τούτων καὶ τῶν θρήνων, ὥσπερ οὖν οὐδὲ ἡ τυχοῦσα ἕπεται μέμψις παρὰ τοῦ Θεοῦ τοῖς τὰ τῶν οἰκείων μελῶν κακὰ ἀσυμπαθῶς παρατρέχουσιν. Καὶ τούτων τὸ μὲν ἀπὸ τοῦ καρτερικωτάτου ἀνδρὸς Ἰεζεκιὴλ ἔστιν ἰδεῖν, τὸ δὲ ἀπὸ τοῦ μακαρίου Μιχαίου. Ὁ μὲν γάρ φησιν ὅτι, τῶν Ἰουδαίων εἰς ἔσχατονκακίας ἐληλακότων, καὶ πρὸς τὴν τῶν εἰδώλων θεραπείαν αὐτομολησάντων, προσέταξεν ὁ Θεὸς δοῦναι σημεῖον ἐπὶ τὰ πρόσωπα τῶν στεναζόντων καὶ κατοδυνωμένων ἐπὶ τοῖς γινομένοις. Οὐδὲ γὰρ ἁπλῶς στένειν χρὴ, ἀλλὰ καὶ κατοδυνᾶσθαι· καίτοι γε οὐδὲν οὔτε εἶπον οὔτε ἔπραξαν ἐκεῖνοι πρὸς τὴν τῶν γινομένων διόρθωσιν, ἀλλ' ἐπειδὴ τὰ παρ' ἑαυτῶν εἰσήνεγκαν μόνον, τοσαύτῃ τετίμηνται τιμῇ παρὰ τοῦ φιλανθρώπου Θεοῦ, ὡς καὶ ἀσφαλείας καὶ δόξης ἀξιωθῆναι πολλῆς. Ὁ δὲ Μιχαίας μετὰ τῶν ἄλλων ἐγκλημάτων, τῆς γαστριμαργίας λέγω καὶ τῆς μέθης καὶ τῆς τῶν μύρων ἀλοιφῆς, καὶ τοῦτο ἐπήγαγε τὸ κατηγόρημα τὸ τῆς ἀσυμπαθείας, οὕτω λέγων· Οὐκ ἔπασχον οὐδὲν ἐπὶ τῇ συντριβῇ τοῦ Ἰωσήφ. Καὶ τοὺς τὴν Αἰνὰν οἰκοῦντας πόλιν ἐκ τούτου διέβαλε πάλιν εἰπὼν, ὅτι Οὐκ ἐξῆλθον κόψασθαι οἶκον ἐχόμενον αὐτῆς. Εἰ δὲ ἔνθα ὁ Θεὸς ὀργίζεται, ὁ μὴ συμπάσχων τοῖς κολαζομένοις ἐγκαλεῖται, ὁ τοῖς εἰς κακίαν καταπίπτουσι μὴ συναλγῶν τίνος ἔσται συγγνώμης ἄξιος; Καὶ μὴ θαυμάσῃς εἰ τοῦ Θεοῦ κολάζοντος ἡμᾶς συναλγεῖν τοῖς κολαζομένοις δεῖ· οὐδὲ γὰρ αὐτὸς ὁ Θεὸς ὁ κολάζων βούλεται τοῦτο ποιεῖν· Οὐ γὰρ θελήσω τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, φησίν. Εἰ τοίνυν ὁ τιμωρούμενος οὐ βούλεται τιμωρεῖσθαι, πολλῷ μᾶλλον ἡμᾶς συναλγεῖν χρὴ τοῖς κολαζομένοις· ἴσως αὐτοὺς ἐκκαλεσόμεθα τούτῳ τῷ τρόπῳ, ἴσως ἀνακτησόμεθα. Εἰ γὰρ καὶ ἀπολώλασιν, ἀλλ' ὅμως τὴν λειπομένην παράσχωμεν θεραπείαν καὶ θρηνήσωμεν καὶ ὀλοφυρώμεθα, οὐ χοροὺς περιστήσαντες γυναικῶν, ἀλλ' ἕκαστος ἰδίᾳ καὶ καθ' ἑαυτὸν παρόντων ἐκείνων. Εἰ δὲ βούλεσθε, καὶ ἐγὼ