1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

7

στρωννύναι, καὶ ἕψειν, καὶ πῦρ ἀνακαίειν, καὶ τὰ ἄλλα δὴ τὰ τοιαῦτα ποιεῖν. Ταῦτα δὲ οὐδ' ἂν οἰκέτης ἀνάσχοιτο μηδὲν παρὰ τοῦ δεσπότου καρπούμενος ὑπηρετεῖν. Ἀλλ' οὗτος ἀνέχεται πάντα, φησί, διὰ τὸν τοῦ Θεοῦ φόβον, καὶ τὸν ἀποκείμενον ὑπὲρ τῆς διακονίας ταύτης μισθὸν, καὶ χάριν εἴσεται ἐπιταττόμενος, πρὸς τῷ μηδὲν καρποῦσθαι παρ' ἡμῶν. Πόθεν οὖν λοιπὸν ἐμφράξομεν τὰ τῶν ἀναισχύντων στόματα; Εἰ γὰρ τοσαύτην αὐτῷ μαρτυρεῖς εὐλάβειαν, καὶ οὕτω τρέμει καὶ δέδοικε τοῦ Θεοῦ τὰ προστάγματα, ὡς ἀνδραπόδου παντὸς εὐτελέστερον ἑαυτὸν καθαιρεῖν, καὶ πάντα ὑφίστασθαι μηδὲν καρπούμενον παρὰ σοῦ, πρὸ πάντων τούτων τῆς δόξης αὐτὸν καὶ τῆς εὐφημίας ἔδει φροντίσαι τοῦ Θεοῦ· νῦν δὲ οὐκ ἔστι τῆς αὐτῆς ψυχῆς ὁμοῦ καὶ κατὰ τὸν αὐτὸν χρόνον τοσαύτην πειθώ τε καὶ ὑπεροψίαν ἐπιδείκνυσθαι περὶ τὰ προστάγματα τοῦ Θεοῦ, καὶ νῦν αὐτὰ τρέμειν, νῦν δὲ μηδένα ποιεῖσθαι λόγον αὐτοῦ τοῦ θέντος τοὺς νόμους ὑβριζομένου. Τὸ μὲν γὰρ ἡδονῆς καθαρεύοντα καὶ μηδὲν ὅλως ἀνθρώπινον πάσχοντα κόπτεσθαι καὶ ταλαιπωρεῖσθαι, καὶ ταπεινοῦν ἑαυτὸν, καὶ τοῖς οἰκείοις μόχθοις ἑτέροις παρασκευάζειν ἀνάπαυσιν, φιλοσόφου σφόδρα ψυχῆς καὶ ἐπτερωμένης· τὸ δὲ μὴ ὑβρίζειν εἰς τὴν τοῦ Θεοῦ δόξαν, μηδὲ ταῦτα ποιεῖν, δι' ὧν ἂν βλασφημηθείη παρὰ πολλῶν, καὶ τῶν οὐ σφόδρα μεγάλων πολλοὶ κατωρθώκασιν. Πῶς οὖν σοι πιστεύσομεν, ὅτι τοῦτο διὰ τὸν Θεὸν ποιεῖς, ὃ μεγάλης καὶ νεανικῆς δεῖται ψυχῆς, ὅταν ἐκεῖνο, ὅπερ ἐλάττονός ἐστι καὶ τῆς τυχούσης, ὑπερορᾷς; Καὶ οὐκ ἀνέχῃ ἀποστῆναι τούτων, ἐξ ὧν ὁ Θεὸς ὑβρίζεται, καὶ τὸ σῶμα καὶ πάντα προδίδως ὑπὲρ τῶν δοκούντων αὐτῷ; Καὶ τίς ἂν ταῦτα πεισθῆναι ἀνάσχοιτο;

6 Ἀλλὰ γὰρ οὐκ οἶδα πῶς ἀπὸ τῶν παρθένων πρὸς τοὺς συνοικοῦντας αὐταῖς ἐξέβην· διὸ δὴ πρὸς αὐτὰς πάλιν ἐπανιτέον ἡμῖν. Πόθεν οὖν τοὺς ταῦτα κατηγοροῦντας καὶ συλλογιζομένους ἡμεῖς δυνησόμεθα πεῖσαι; Καὶ μὴ πεισθήτωσαν, φησίν. Καὶ ποῦ τοῦτο ψυχῆς εὐλαβοῦς; Τῶν γὰρ κακῶς λεγόντων τότε χρὴ καταφρονεῖν, ὅταν ἡμεῖς αὐτοῖς μὴ παρέχωμεν λαβάς· μᾶλλον δὲ οὐδὲ τότε, ἐπειδὰν δυνώμεθα ἐπιστομίζειν αὐτούς· ὅταν δὲ ἐξ ἡμῶν γίνηται τὸ πᾶν, ἐπὶ τὴν ἡμετέραν τρέπεται κεφαλὴν ἅπαν τὸ πῦρ. Οὕτω γὰρ ἁμαρτάνοντες, φησίν, εἰς τοὺς ἀδελφοὺς καὶ τύπτοντες αὐτῶν τὴν συνείδησιν ἀσθενοῦσαν, εἰς Χριστὸν ἁμαρτάνετε. Ηἴδει γὰρ, ᾔδει σαφῶς, ὅτι οὐκ ἀρκεῖ πρὸς ἀπολογίαν ἡμῖν ἡ τῶν πληττομένων ἀσθένεια, ἀλλ' αὐτὸ μὲν οὖν τοῦτο καὶ μάλιστά ἐστι τὸ καταδικάζον ἡμᾶς. Ὅσῳ γὰρ ἂν καθαρεύωμεν τῆς πληττούσης αἰτίας, τοσούτῳ δίκαιοι μᾶλλον ἂν εἴημεν φείδεσθαι τῆς ἀσθενείας αὐτῶν. Καὶ οὔπω λέγω ὅτι ἐνταῦθα οὐδὲ ἀπεικότως πλήττονται, ἀλλὰ κείσθω καὶ ἀλόγως αὐτοὺς ὑπομένειν τοῦτο· οὐδὲ γὰρ οὐδὲ οὕτως αὐτῶν ἀφειδεῖν χρή. Καὶ ταῦτα Ῥωμαίοις ἐπιστέλλων ὁ Παῦλος ἡμᾶς ἐπαίδευσεν, οὕτω λέγων. Μὴ ἕνεκεν βρώματος καταλύετε τὸ ἔργον τοῦ Θεοῦ. Καίτοι γε ἄλογος ἦν ἡ πληγὴ, ἀλλ' ὅμως οὐ τῷ πληττομένῳ, ἀλλὰ τῷ τὴν πληγὴν ἐπάγοντι ταύτην ἐπιτιμᾷ. Ὅπερ γὰρ ἔφην ἤδη, τοῦτο καὶ νῦν ἐρῶ· ὅταν μὲν γὰρ μέγα τι γίνηται κέρδος καὶ τῆς πληγῆς μεῖζον, δεῖ τῶν σκανδαλιζομένων ὑπερορᾶν· ὅταν δὲ μηδὲν ᾖ πλέον ἢ τοὺς ἀσθενεῖς καταβάλλεσθαι, κἂν μυριάκις ἐξ ἀλογίας τοῦτο πάσχωσιν ἐκεῖνοι, φείδεσθαι χρή· ἐπεὶ καὶ ὁ Θεὸς τοὺς ὠθοῦντας καὶ καταβάλλοντας ὑπὸ τὴν ἀπόφασιν ἄγει τῆς τιμωρίας. Τὸ γὰρ μηδὲν κερδαίνοντα ἕτερον πλήττειν, τῆς ἐσχάτης πονηρίας ἐστίν. Καὶ ἡμεῖς δὲ ὅταν ἴδωμέν τινα δυσάρεστον ὑπὸ μακρᾶς ἀρρωστίας γενόμενον, τοὺς παροξύνοντας αὐτὸν ἀκαίρως τούτους τῆς οἰκίας ἀπελαύνομεν, καὶ οὐκ ἀκριβολογούμεθα, εἴτε δικαίως, εἴτε ἀδίκως τοῦτο ἐκεῖνοι ποιοῦσιν, ἀλλὰ πάσης αὐτοὺς ἀπολογίας ἐκβαλόντες καὶ πολλὴν τούτῳ δόντες συγγνώμην διὰ τὴν ἀσθένειαν, κἂν ἀδίκως παροξύνηται, ἐλεοῦμεν. Εἰ δὲ ἡμεῖς τοσαύτῃ καὶ περὶ τοὺς οἰκέτας καὶ περὶ τοὺς παῖδας προνοίᾳ κεχρήμεθα, καὶ υἱὸν πολλάκις τοιαῦτα πλημμελοῦντα μαστιγοῦμεν, πολλῷ μᾶλλον ὁ ἀγαθὸς Θεὸς καὶ χρηστὸς καὶ ἐπιεικὴς