1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

96

§ 2. «Τὸν σοφιστὴν Ἀπολλοφάνη»: Περὶ Ἀπολλοφάνους τοῦ σοφιστοῦ, ἑταίρου γεγονότος τοῦ μεγάλου ∆ιονυσίου καὶ λοιδοροῦντος αὐτόν, ὡς Χριστιανὸν γενόμενον καὶ καθ' Ἑλλήνων λέγοντα· καὶ γὰρ καὶ ἡ ἀνθρωπίνη σοφία Θεοῦ ἐστιν.

«Καὶ οὐ τὴν τῶν πολλῶν»: Τὸ ρητὸν οὕτω συντακτέον· 'Καί οὐ τὴν τῶν πολλῶν ἔγωγε λέγω δόξαν τῶν προσύλως καὶ ἐμπαθῶς ἐναπομενόντων τοῖς τῶν ποιητῶν λόγοις ἢ πάθεσι'.

(15∆_424> «Τῇ γάρ τῶν ὄντων γνώσει»: Τῶν ὄντων γνῶσιν ἐκάλεσε, τό ἐπιτετηρημένον τῆς κινήσεως τῶν οὐρανίων, καί τήν θεωρίαν τῶν ἄλλων τῆς κτίσεως μερῶν, κατά τόν ἕνα τόν τῆς σοφίας ὅρον τόν λέγοντα, γνῶναι τά ὄντα ᾗ ὄντα ἐστί. Τοῦ δέ Ἀποστόλου ἡ φωνή, τῷ εἰπεῖν ἐν τῇ α' πρός Κορινθίους· «Ἐπειδή γάρ ἐν τῇ σοφίᾳ τοῦ Θεοῦ οὐκ ἔγνω ὁ κόσμος διά τῆς σοφίας τόν Θεόν»· τουτέστι τῆς ἐμφαινομένης τῷ ἐναρμονίῳ καί τεταγμένῳ τῆς κτίσεως, τοῦτο συνῆκε. Σημείωσαι οὖν, ὅτι ἡ τῶν ὄντων γνῶσις φιλοσοφία λέγεται, καί τίνα καλεῖ ὁ Ἀπόστολος ἐν τῇ α' πρός Κορινθίους σοφίαν Θεοῦ. [Εἶπε γάρ ἐν ἀρχῇ τόν σκοπόν, δι' ὅν οὔτε καθ' Ἑλλήνων, οὔτε καθ' ἑτέρων συνέγραψεν].

«Ἔδει συνιδεῖν τόν Ἀπολλοφάνη»: Ἀπό τῶν παρ' Ἕλλησιν ὁμολογουμένων τήν διάταξιν τοῦ πάντων αἰτίου Θεοῦ παρατίθεται, φήσας, ἐκ τούτου ἄξιον ἐπιγνῶναι τόν πάντων ὁροθέτην Θεόν, ἐκ τοῦ τόν ἥλιον καί τήν σελήνην τούς διατεταγμένους τῆς ἡμέρας ἔχειν ὅρους, καί τῷ παντί τοῦ οὐρανοῦ κύκλῳ συμπεριθέειν, τουτέστιν ἐξ ἀνατολῶν ἐπί δυσμάς. Εἴτε μή συμπεριφέροιντο τῷ περιέχοντι αὐτούς οὐρανῷ, τοῦ μέν οὐρανοῦ καί τῆς ἁπλανοῦς τῶν ἀκινήτων ἀστέρων σφαίρας, ἀπό ἀνατολῶν εἰς δυσμάς κυκλικῶς στρεφομένων, αὐτῶν δέ ἡλίου καί σελήνης τήν ἐναντίαν τῷ παντί τρεχόντων ἐκ δυσμῶν εἰς ἀνατολάς καί οὕτω μάλιστα γνωρίζεσθαι καί θαυμάζεσθαι δίκαιος ὁ τοῦ παντός δημιουργός καί διατάκτης Θεός. Ταῦτα ἡρμηνεύσαμεν κατά Ἀπολλοφάνην τόν λέγοντα, μή σύν τῷ ἡλίῳ καί τόν οὐρανόν ἑστάναι τότε, ἐπεί ἐν τῇ πρό ταύτης προγραφῇ τό ἀκρίβες προειρήκαμεν. [Περί τῆς τῶν ἀστέρων διατάξεως ἑστώσης βουλῇ Θεοῦ, καί μή μετακινουμένης αὖθις, ὅταν ἐθέλῃ, ὡς ἐπί Ἰησοῦ τοῦ Ναυῆ καί Ἰεζεκιήλ].

«Ὅταν ἥλιος ὑπ' αὐτοῦ»: Τά τοῦ Ἰησοῦ τοῦ Ναυῆ ἐν τούτοις (15∆_426> παρατίθεται,, καί ἀναμιμνῄσκει τόν ἅγιον Πολύκαρπον τῆς ἱστορίας ταύτης, ἵνα ταύτην ἀντιθῇ τῷ Ἀπολλοφάνει. Φησίν οὖν· Εἶπε αὐτῷ· Μάθε πῶς ὁ Θεός τόν ἥλιον καί τήν σελήνην κατά διάμετρον ὄντας τότε ἀντικρύ ἀλλήλων, δυομένου ἥδη τοῦ ἡλίου, ἔστησεν ἐπί τόπου τούς φωστῆρας, στάσιν τινά κατά δύναμίν τινα ἄφατον τόν αἰτίου αὐτῶν Θεοῦ. Καί ἔστη τό πᾶν ἀκίνητον μετά τῶν δύο φωστήρων· οὔτε γάρ οὐρανός, οὔτε οἱ λοιποί ἀστέρες περιεπόλουν, ἀλλά συνειστήκεισαν τοῖς δυσί φωστῆρσιν ἀκίνητοι. Καί οὔτε ἐπί ὀλίγον ὁ δρόμος τοῦ παντός καί ἡ κίνησις ἔστη μόνον, ἀλλ' ἐφ' ἡμέραν ὁλόκληρον, ὡς γενέσθαι ἐπί Ἰησοῦ τοῦ Ναυῆ ἡμέραν διπλῆν κδ' ὡρῶν, ὡς σαφῶς τοῦτό φησιν Ἰησοῦς ὁ τοῦ Σειράχ ἐν τῷ ὕμνῳ τῶν Πατέρων. Εἶτα ἔπαγεῖ· Εἰ δέ εἴποι Ἀπολλοφάνης, Ἀδύνατον, οὐ γάρ ἔστη μετά τῶν δύο φωστήρων οὐρανός καί οἱ λοιποί ἀστέρες, ἀλλ' ἐκεῖνοι μέν ἐκινοῦντο, οὗτος δέ ἵστατο, ἀπόκριναι αὐτῷ ὅτι, Μάλιστα τοῦτο χρή σε ἐπιστρέψαι πρός τήν ἀληθῆ Θεόν καί τήν αὐτοῦ γνῶσιν, καί τόν κινοῦντος μέν τόν περιέχοντα τούς φωστήρας οὐρανόν, ἱστάντος δέ ἀκινήτους τούς περιεχομένους φωστῆρας. Τοῦτο γάρ μείζονος ἐστι δυνάμεως, τό, κινουμένου οὐρανοῦ καί τῶν λοιπῶν ἀστέρων, στῆναι ἥλιον καί σελήνην ἀκινήτους, καί μή τήν αὐτήν φοράν συγκινηθῆναι τῷ παντί, μεθ' οὗ ἀεί συμπεριήγοντο.

«Ὑπερφυεστάτην ἅμα τῷ παντί»: Λέγει μέν, ὡς ὁμοῦ τῷ πόλῳ ἀκινήτῳ μείναντι (τοῦτο γάρ ὠνόμασε τό πᾶν) ἡ τοῦ ἡλίου καί τῆς σελήνης ἐγένετο στάσις. Μᾶλλον δέ, φησί, πολλῷ θαυμασιώτερον, εἴπερ ὁ μέν πόλος περιήγετο (τοῦτον γάρ