1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

98

τῆς ἐκλείψεως. Φησίν οὖν ὅτι ἀπ' ἀνατολῶν τεσσαρεσκαιδεκαταία οὖσα (οὐ γάρ ἦν συνόδου καιρός), ἔφθασεν ὥραν ς' τόν ἥλιον, καί ἐμπεσοῦσα εἰς αὐτόν ὑπέδραμεν, αὐτόν εἰσβάλλουσα εἰς τό πρός ἀνατολάς τοῦ ἡλιακοῦ δίσκου μέρος, (15∆_432> ὅθεν καὶ ἦλθεν ἡ σελήνη, καὶ εἰσέβη ὑποτρέχουσα αὐτὸν καὶ ἀναποδίζουσα, ἕως οὗ ὅλον τὸν αὐτοῦ δίσκον ἐσκίασεν. Ἔδει οὖν, εἰ ἦν κατὰ τὸ σύνηθες ἔκλειψις, ἐκ τοῦ αὐτοῦ μέρους καὶ τὴν ἔκλειψιν καὶ τὴν ἀνακάθαρσιν γενέσθαι· οἷον ὅτε ὑποτρέχει ἡ σελήνη τὴν ἥλιον, φέρε εἰπεῖν, ἐξ ἀνατολῶν πρῶτον ἀντιφράττει μέρος τοῦ ἡλιακοῦ δίσκου τὸ ἀνατολικόν, ὅπερ καὶ ἤρξατο ὑποτρέχειν· ἐκεῖθεν οὖν ἐκ τοῦ ἀνατολικοῦ μέρους καὶ ἀνακαθαίρεσθαι ἄρχεται ὁ δίσκος τοῦ ἡλίου, τῆς σελήνης ἐπὶ δυσμάς τρε- χούσης, καὶ πρῶτον ἀνακαλυπτούσης μέρος ἐν τῷ παριέναι καὶ παρατρέχειν τὸν ἥλιον, ὅ καὶ πρῶτον ἐκάλυψε, τουτέστι τὸ ἀνατολικόν. Ἐπὶ δέ τοῦ σωτηρίου πάθους οὐχ οὕτω γέγονεν, ἀλλά τοὐναντίον. Ἐξ ἀνατολῶν γὰρ ἐλθοῦσα ἡ σελήνη ὑπέδραμε τὴν ἥλιον, καὶ ἔφραξαν ὅλον τὸν δίσκον αὐτοῦ. Εἶτα οὐκέτι ἐπὶ δυσμᾶς παρῆλθεν, ἀλλ' ἀνεπόδισε πάλιν ἐπὶ ἀνατολάς, καὶ ἐγύμνωσε πρῶτον μέρος τὸ δυτικόν του ἡλιακοῦ δίσκου· εἰς τοὐπίσω γὰρ ἀνέδραμεν ἐπὶ τὸ ἐναντίον διάμετρον τοῦ ἡλίου ἐπὶ ἀνατολάς, ὥστε μηκέτι τὴν ἔμπτωσιν καὶ τὴν ἀνακάθαρσιν ἐκ τοῦ αὐτοῦ μέρους γενέσθαι. Μέμνηται μὲν καὶ Φλέγων ὁ Ἑλληνικὸς χρονογράφος ἐν τρισκαιδεκάτῳ «Χρονογραφιῶν» ἐν τῇ ργ' Ὀλυμπιάδι, τῆς ἐκλείψεως ταύτης, παρὰ τὸ εἰωθὸς αὐτὴν λέγων γενέσθαι· οὐ μὴν τὸν τρόπον ἀνέγραψε. Καὶ Ἀφρικανὸς δέ ὁ ἡμέτερος ἐν πέμπτῳ «Χρονογραφιῶν», καὶ Εὐσέβιος ὁ Παμφίλου ἐν ταῖς αὐταῖς μέμνηται τῆς αὐτῆς ἐκλείψεως.

ΕΙΣ ΤΗΝ ΕΠΙΣΤΟΛΗΝ Η' § 1. ∆ημόφιλος οὗτος μοναχὸς ἦν, ὡς δηλοῖ ἡ ἐπιγραφή· θεραπευτὰς γὰρ τοὺς

μοναχοὺς ἐκάλουν. Τυραννήσας δέ κατὰ πρεσβυτέρου αὑτοῦ, καὶ ἀγανακτήσας, ὅτι ἐδέξατό τινα ἐν μετανοίᾳ ὄντα ἁμαρτημάτων, ἐξέβαλε, τυπτήσας τὸν μετανοοῦντα, τὸν δέ πρεσβύτερον ἐξώθησε, καὶ ἐκάθισεν αὐτοχειροτόνητος (15∆_434> πρεσβύτερος. Σημείωσαι οὖν, ὅτι τά κακά ταῦτα καί ἐπί ἐκείνων τῶν χρόνων ἐγένετο. Εἰκότως οὖν τό, «ὦ γενναῖε ∆ημόφιλε», φησίν, ἰσχύν ἄτακτον καί οὐκ εὐλάβειαν ἔνθεον ὀνειδίζων αὐτῷ, καί ταύτῃ διασύρων τόν μοναχόν.

«Καί εἴποτε αὐτόν ἔξω»: Τουτέστιν, ὅταν αἱ Γραφαί λέγωσιν, ἐν ἀγανακτήσει Θεοῦ γεγονέναι αὐτόν, καί ἐν ἀποστροφῇ τοῦ προσώπου αὑτοῦ. Πρότερον δέ, φησί, δεικνύουσιν αὐτόν τῆς πρᾳότητος ἔξω γεγονέναι, καί εἶθ' οὕτω παθεῖν τό ἀπό ὄψεως γενέσθαι τοῦ Θεοῦ.

«Ἐκ τῆς προὐχούσης»: Σημείωσαι ὅτι ἐξαίρετον καί προὖχον εἰς μίμησιν Θεοῦ ἡ πρᾳότης, καί ὅτι διά τήν πραότητα Μωϋσῆς λέγεται θεράπων Θεοῦ.

«Φιλοτιμίας»: Φιλοτιμία κυρίως τό τιμῆς ἐφίεσθαι καί ἐρᾷν. «Θεοκρίτῳ» δέ οὐχ οὕτω τινί καλουμένῳ, ἀλλά τό ἐκ Θεοῦ εἰς τό ἄρχειν κρινομένῳ καί ἐπιτηδείῳ.

«Τί δέ τόν θεοπάτορα»: Ὅτι θεοπάτορα καλεῖ, διά τόν Χριστόν, τόν ∆αυίδ. Φησί γάρ ὁ θεῖος Παῦλος· «Ἀφωρισμένος εἰς Εὐαγγέλιον, ὅ προεπηγγείλατο ἐν Γραφαῖς ἁγίαις περί τοῦ Υἱοῦ αὑτοῦ, τοῦ γενομένου ἐκ σπέρματος ∆αυίδ κατά σάρκα». Εἰκότως οὖν θεοπάτωρ ὁ ∆αυίδ.

«Καίτοι καί θεσμός»: Γέγραπται γάρ ἐν τῷ νόμῳ, ὥστε καί τό τοῦ ἐχθροῦ ὑποζύγιον καταπίπτον ἐγείρειν.

«Ἀλλ' ἐπί τό ἄναντες»: Ἐπί τό ὑψηλότερον. Σημείωσαι δέ τό φιλάνθρωπον τῶν ἀγγέλων, καί ὅτι δέονται ὑπέρ ἐθνῶν τοῦ Θεοῦ, καί ὅτι ταῖς ἀποστατικαῖς ἐπιτιμῶσι δυνάμεσι, τουτέστι τοῖς δαίμοσιν.