1

 2

 3

 4

 5

 6

 7

 8

2

τὸν νέον περὶ θήραν ἠσχολημένον ἠπάτα μὲν ὁ Ἄρης οὐ γὰρ παρῆν Ἀφροδίτηκαὶ κρύπτει μὲν τὴν θέαν καὶ ὗς ἄγριος ἐδόκει. καὶ ἔκειτο τὸ μειράκιον. ὁ περὶ τούτου δὲ λόγος εἰς Ἀφροδίτην ἀγγέλλεται. ἐπλήγη μὲν αὐτίκα τὴν ἀκοὴν ἡ θεός· ὡς δὲ εἶχεν ἐφοίτα, σεσοβημένη πάθει καὶ ἔρωτι. δεινὰ δὲ ἄρα καὶ πόθος ἀπογνωσθεὶς καὶ πένθος ἐπ' ἔρωτι. ἔτυχε δὲ γυμνὴ τὼ πόδε, εἰσέτυχέ τέ του ῥόδου. ἡ μὲν γὰρ ἐπέβαινε ἀγνοοῦσα. λογισμοῦ γὰρ παθόντος καὶ βλέπων οὐχ ὁρᾷ καὶ ἀκούων ἠγνόηκεν. ὡς οὖν ἐπέβη τοῦ ῥόδου ταῖς περὶ αὐτὸ ἀκάνθαις ἀμύττει τὸν πόδα. καὶἦν ἄρα πρόσθεν λευκόναἵματι ἐκεῖθεν ὑπηρυθαίνετο, εἰς εἰκόνα τῆς θεοῦ καὶ μνήμην τοῦ ἔρωτος. 2 πρατυμ Ἀλλ' ἐπειδὴ χειμὼν ἐκποδὼν καὶ νέφη, οὐδὲν δὲ τὴν θέαν λυπεῖ καὶ τὸ ἔαρ ὑπέλαμψε, φέρε δὴ καὶ ἡμεῖς ὥσπερ τινὰ χειμῶνα λόγων τὴν σιωπὴν διαλύσωμεν· δεινὸν γὰρ ἂν εἴη. εἰ χελιδόνες μὲν τῇδε κἀκεῖσε τὸν ἀέρα περιφοιτῶσαι ᾄδουσιν, οἶμαι τὸ ἔαρ οἷον ᾄδειν ἐθέλουσαι, παρ' ἡμῖν δὲ γένοιντο ἀτιμότεραι τῶν ὀρνέων αἱ Μοῦσαι· ἐπεὶ καὶ οἱ κύκνοι νῦν ἐκ τῆς ὥρας εἰς μνήμην ἔρχονται τῆς ᾠδῆς, καὶ παρὰ Ξάνθον οἶμαι ποταμὸν ἢ καὶ Ἴστρου τὰς ὄχθας ἢ καὶ ἀνὰ πεδία παρὰ Πακτωλὸν ἐκεῖνον τὸν Λύδιον ποταμὸν ἀνίπτανταί τε, καὶ τῷ Ζεφύρῳ τὸ πτερὸν ἐπιτρέψαντες ὑμνοῦσί τε τὸν Ἀπόλλω καὶ τῆς μουσικῆς ὑπομιμνῄσκουσι λύρας· κἀκεῖνος ἥδιστα μὲν τούτων ἀκούει· ὁρῶν δὲ καὶ τὴν δάφνην εὐθαλῆ τε καὶ πολλῇ τῇ κόμῃ σεμνυνομένην, καὶ τὸν ὑάκινθον ἄρτι φαινόμενον, παλαιῶν ἐρώτων εἰς μνήμην ἐλθὼν, ἀναλαμβάνει τὴν λύραν καὶ ᾄδει μὲν τὸ ἔαρ, ᾄδει δὲ ἐκείνων τὸν ἔρωτα· ὡς ἡ ∆άφνη παρθένος καλή, ὁ δὲ Ὑάκινθος Λακωνικὸν ὑπῆρχε μειράκιον· ἀλλ' ἡ μὲν ὑποφεύγει, καὶ τὸν ἐραστὴν ἠρνεῖτο καὶ μεταβάλλεται. ἀλλ' Ἀπόλλων, φυτὸν ἀντὶ κόρης ἔχων, οὐκ ἀρνεῖται τὸν ἔρωτα. ὁ δὲ Ὑάκινθος, ὁ παῖς ὁ καλός, δυοῖν ἐρασταῖν τυχὼν προὔκρινε μὲν ὡς εἰκὸς τὸν Ἀπόλλω, χαλεπαίνει δὲ ὁ Ζέφυρος· καὶ τέθνηκε τὸ μειράκιον, καὶ ἄνθος ἐγένετο καὶ διασώζει τὸ κάλλος. παραπλήσιον δέ τι πάθος τὸν Πᾶνα κατείληφε. ὅθεν οἶμαι καὶ ἀσπάζεται τὸ ἔαρ, τὴν πίτυν κομῶσαν ὁρῶν. ἦν γὰρ αὕτη παρθένος, εἰ καὶ δένδρον ἐγένετο. ἐμβαλοῦσα δὲ εἰς ἅμιλλαν ἐραστῶν, ὑπερεῖδε τὸν Βορέαν· ἄνεμος γάρ· αἱρεῖται δὲ μᾶλλον τὸν Πᾶνα, ὁρῶσα ὡς ἡδύ τε ἐσκίρτα, ἡδύ τε προσέπνει τῇ σύριγγι. ἀλλὰ τοῦ Βορέου κατὰ κρημνοῦ ταύτην ἀπώσαντος, ἡ νῦν ὁρωμένη πίτυς ἐγένετο. οὕτω μὲν εἰς θεοὺς ἡ τῆς ὥρας ἡδονὴ διικνεῖται. ἀνθρώπων δ' ὁ μὲν ἐξ ἐμπορίας ἔχων τὸν βίον ἥδεται, τὴν θάλασσαν ὑπτίαν ὁρῶν, ταῖς ἀκταῖς ἠρέμα προσπίπτουσαν, καὶ ὥσπερ τοῖς αἰγιαλοῖς σπενδομένην. ὅθεν θαρρεῖ μὲν ἐπιβαίνειν νηός, ἄγει δὲ φορτία μετὰ κούφης ἐλπίδος, τῶν τῆς ὥρας πνευμάτων ἐκ πόλεως εἰς πόλιν εὐμενῶς τὴν ὁλκάδα παραπεμπόντων· καὶ διακομίζεται τοῖς ἀνθρώποις ἀντὶ τῶν παρ' αὐτοῖς πλεοναζόντων ὧν ἐν χρείᾳ τυγχάνουσι. γεωργὸς δέ τις πλείστους ὅσους ἱδρῶτας περὶ τὰς αὔλακας ἐκπονέ σας, νῦν ὁρᾷ τὸ λήϊον, ὡς κύματος δίκην ὑπὸ τῆς αὔρας κυρτοῦται καὶ ἐπικλίνεται. ταῦτα θεώμενος καὶ τὴν ἀμοιβὴν ὁρῶν, τῶν πάλαι πόνων ἐπιλανθάνεται. ἤδη δὲ καὶ ποιμένες τὰ ποίμνια, αἰπόλοι δὲ τὰς αἶγας, καὶ τὰς βοῦς οἱ βουκόλοι, νῦν μὲν ἐπὶ πόαν ἄγουσι, νῦν δὲ ἐπὶ πηγὰς ἡγοῦνται καὶ νάματα. καὶ συρίττουσι μὲν οἱ νομεῖς, τὰ δὲ θρέμματα χρονίαν μουσικὴν εἰσδεχόμενα, ὀρθά τε ἵστη τὰ ὦτα, καὶ τοῖς πηδήμασιν αἴρεται. ὁρῶν δέ τις αἶγα πλήρη τοῦ γάλακτος ὑπὸ τὴν θηλὴν ὑπέχει τὸ στόμα καὶ ἐπισπᾶται τοῦ νάματος. καὶ ᾄδει μὲν τὰς Νύμφας, ὑμνεῖ δὲ τὸν Πᾶνα. καὶ "Ὧραι φίλαι" πολλάκις ἐφθέγξατο. Ἐγὼ δὲ χθές που καὶ τρίτης ἡμέρας, ἐπειδὴ τῆς ὥρας ᾐσθόμην, εὐθὺς ἐκ χειρῶν ἐκβαλὼν τὰ βιβλία, ᾔειν πρὸ τοῦ ἄστεος ἐπικλινούσης ἡμέρας. καὶ ἔξω τείχους γενόμενος ἐπ' ἐμαυτὸν ἐμπορεύομαι, ἄλση τε φέρων καὶ δένδρα. καὶ τῇδε κἀκεῖσε τοὺς ὀφθαλμοὺς πλανώμενος, εἰς μνήμην ἀφικόμην Σωκράτους τοῦ Σωφρονίσκου. ἐξάγει γάρ ποτε καὶ τοῦτον λόγος ἀρχαῖος τοῦ ἄστεος, καὶ παρὰ τὸν Ἰλισσὸν ἀφικνούμενοςἈττικὸς δὲ οὗτος ὁ ποταμόςψυχροῖς τοῖς ὕδασιν ἐμβάλλει τὼ πόδε, καὶ ἐπὶ πόᾳ τινὶ μαλθακῇ