1

 2

 3

 4

 5

 6

 7

 8

3

κατακλίνεται καὶ ψυχάζει. πλάτανος δὲ καὶ δένδρον παραπεφύκει, καὶ τὴν σκιὰν αὐτοῖς ἀπετέλουν. παρῆν γὰρ αὐτῷ καὶ Φαῖδρος, ὁ καλὸς νεανίας, καὶ θαυμάζει τὸ ἄλσος καὶ ταῖς Νύμφαις προσηύξατο. ταῦτα δὲ λογιζόμενος λειμῶνι θαυμαστῷ κατὰ δή τινα τύχην ἐφίσταμαι. τοῦτον μέσον διέρρει τὰ ὕδατα. χρώμασι δὲ τῶν ἀνθῶν ποικιλλόμενος γραφὴν ἐμιμεῖτο. καὶ ᾖδον μὲν ὑπὲρ κεφαλῆς ὄρνιθες μουσικοί, αἱ δὲ μέλιτται τὰ ἄνθη περιβομβοῦσαι, ὅσα λάβοιεν τοῖς σίμβλοις ἐναπετίθεντο. πλησίον γὰρ ἐπί τινος πέτρας ἐῴκεισαν εἶναι, ἐξ ἧς τὸ ὕδωρ καταρρέον τὸν λειμῶνα διήρχετο. ταῦτα ἰδὼν τὴν κεφαλὴν ὑπέκλινα τῇ χειρὶ καὶ προσέστην καὶ ἐκεχήνειν τοῖς ἄνθεσιν. ἠπόρουν δὲ ὅτῳ τοὺς ὀφθαλμοὺς ἐπερείσαιμι. ἐνταῦθα καὶ νάρκισσον εἶδον καὶ τὸ τούτου πάθος μικροῦ καὶ ἐθρήνησα. ἦν γὰρ μειράκιον εὐπρεπές, καὶ θήρας ἔμελεν αὐτῷ καὶ ἐθήρα. καὶ δή ποτε τοῦ ἡλίου θερμότερον προσβαλόντοςἦν γὰρ ὥρα θέρουςἐδίψησε. καὶ περὶ πηγήν τινα ἣ πλησίον ἦν ἀφικνεῖται. ἅμα δὲ πίνων, οἷα δὴ φιλεῖ, τοῦ ὕδατος τὰς τῶν ἐφεστηκότων εἰκόνας δεικνύοντος, ἐπ' αὐτὸν ἰδὼν ἐν ταῖς ὕδασιν, ᾤετο μειράκιόν τι καλὸν ὑπὸ τὸ ὕδωρ λανθάνειν. καὶ διὰ τῆς εἰκόνος ἑαυτοῦ γέγονεν ἐραστής. ἐντεῦθεν χαίρειν ἔφη τῇ τέχνῃ, καὶ οὐκ ᾔδει λοιπὸν οὐκ ἐλάφους οὐ κύνας οὔτε θηρία, ἀλλ' ἑαυτὸν ὁρῶν προσεκαρτέρει, καὶ τὸν πόθον αὔξων ἀεὶ διαφθείρεται. οὐκοῦν ἐλεεῖ τὸ πάθος ἡ Γῆ καὶ φυλάττει τῇ μνήμῃ καὶ εἰς ἄνθος αὐτὸν μεταβαλοῦσα τοῦ κάλλους οὐκ ἐπελάθετο. Ἀλλὰ γὰρ ἔοικα τὸ ῥόδον παρείς, μεῖζον καὶ λόγῳ καὶ θαύματι, ἐκ τῶν ἐλαττόνων τὸν λειμῶνα θαυμάζειν. νικᾷ γὰρ εὐθύ, ὀσμῇ τε καὶ κάλλει τὸν θεατὴν εἰς ἑαυτὸ προκαλούμενον. καὶ εἴποις ἂν αὐτῷ παρεδρεύειν τὰς Χάριτας. φρουρεῖται μὲν γὰρ πανταχόθεν, ὥσπερ ταῖς ἀκάνθαις κύκλῳ δορυφορούμενον, καὶ μὴ τὸν βουλόμενον ἐῶν ὑβριστικῶς αὐτῷ καὶ οἷον ἐκ παρέργου προσάγειν τὼ χεῖρε. οὕτω γάρ τις προσιὼν καὶ μὴ ὡς μέγα τι ληψόμενος, μηδὲ τὰ εἰκότα τιμήσας, δίκην ἕξει τῆς ὕβρεως τὴν πληγήν. αὐτὸ δὲ βασιλικῶς ἐκ μέσης ἀνατέλλον τῆς κάλυκος ἀναφαίνεται. καὶ δόξαις ἂν ἐντεῦθεν Ἔρωτας ἀφίεσθαι τοῖς θεωμένοις. ἐρυθροῦ χρώματος τῷ λευκῷ συνελθόντος, καὶ μετὰ τῆν μῖξιν εἰς ἄλληλα χεομένων, ἑκατέρου τὸ ἄκρον ἀνεῖται. μή τοι λόγος ὡς λευκὸν ὑπάρχον τὸ ῥόδον τὴν νῦν ἰδέαν ἐντεῦθεν προσέλαβεν. Ἄδωνις καλὸς ὑπῆρχε καὶ κυνηγέτης, καὶ ἤρα τούτου ἡ Ἀφροδίτη. οἱ γὰρ Ἔρωτες, ὡς ἔοικεν, οὐδὲ τῆς μητρὸς ἐθέλουσι φείδεσθαι. θηρῶντα δέ ποτε τοῦτον ὑπὸ θηρὸς ἀγρίου πληγέντα κεῖσθαι συνέβη. καὶ ἀγγέλλεται τοῦτο τῇ Ἀφροδίτῃ. εὐθὺς οὖν καὶ ὡς εἶχεν ἀνέστη καὶ γυμνῷ ποδὶ διὰ πάντων ἐφέρετο, μὴ προορωμένη τι τῶν ἐν ποσὶ δυσχερῶν· ὅθεν εἰς ῥοδωνιὰς ἐμπεσοῦσα πλήττεται ταὶς ἀκάνθαις τὸν πόδα, καὶ τῆς θεοῦ τὸ αἷμα τοῖς ῥόδοις φύσις ἐγίνετο. εἰκότως ἄρα, εἰ μὲν καὶ ταῖς ἀληθείαις, οὐκ οἶδα· ἐν δὲ ταῖς γραφαῖς στεφανοῦνται τοῖς ῥόδοις Ἀφροδίτη καὶ Ἔρωτες. Τοσαῦτα τοῦ λειμῶνος ἀπολαύσας, καὶ τῶν ῥόδων πλεῖστα συνεπαγόμενος, ἀπῄειν οἴκαδε, τὸ ἔαρ ᾄδων καὶ πάλιν ἰδεῖν τὴν ὥραν εὐχόμενος. 3 ῃενυς Γραφὴ καὶ ποίησις ἡ μὲν τοῖς χρώμασιν ἡ δὲ τοῖς λόγοιςλόγοι γὰρ τῇ ποιήσει τὰ χρώματαμιμοῦνται δ' οὖν ἄμφω θεῶν τε καὶ ἀνθρώπων σχήματα, πάθη καὶ ἔρωτας. καὶ ἡ μὲν ἐξ Οὐρανοῦ σταγόνας δίδωσι τῇ θαλάσσῃ καὶ Ἀφροδίτην δημιουργεῖ ἀφρογενῆ τε καλεῖ, εἰ μὴ τοῦ ἔπους εἰς λήθην ἀφῖγμαι, ὅτι φησὶ γέντο "πολυκλύστῳ ἐνὶ πόντῳ"· ἡ δὲ τὸν ἐκείνης λόγον ὑποφαίνει τῇ θέᾳ. ποιεῖ γὰρ σχήματα θαλάσσης, καὶ εἴποις ἂν τῇ γραφῇ κινεῖσθαι καὶ τὰ κύματα. ἐκ μέσου δὲ ταύτης ἀνάγει τὴν Ἀφροδίτην ἀμήχανόν τε κάλλος καὶ οἷον ἔπρεπεν Ἀφροδίτῃ κεκτῆσθαι. ἄγεται δὲ Τριτώνων ὀχήματι. ἄνθρωποι δὲ οὗτοι ἄνωθεν εἰς λαγόνας, ἰχθύων φύσιν τὸ ἐντεῦθεν πληρούμενοι. Νηρεΐδων τε περὶ ταύτην χορός· τοὺς δὲ δελφῖνας ἴδοις ἂν καὶ τούτους ὑφ' ἡδονῆς νῦν μὲν δυομένους τοῖς ὕδασι, νῦν δὲ τῶν κυμάτων ἀνίσχοντας. Τοιαῦτα μὲν τὴν οὐρανίαν Ἀφροδίτην δημιουργοῦσιν αἱ τέχναι. τὴν δὲ ἑτέρανπάνδημον δὲ ταύτην παλαιοί τινες ᾄδειν ἐθέλουσι μῦθοι ταύτης δὲ γνώρισμα γάμοι, καὶ τὸ προέσθαι τοῖς Ἔρωσι βαλεῖν τῷ