1

 2

 3

 4

 5

 6

 7

 8

6

μεθ' ἡμῶν. διαλέλυται δέ μοι μετὰ τῆς ὥρας ἡ λύπη. καὶ νῦν ἡ θάλασσα φίλη, καὶ τοῦ θυμοῦ μεταβέβληται. πάντα σπένδεται τοῖς ἀνθρώποις, οὐρανός, ἀήρ, ἀστέρες, ἡ θάλασσα. ὁ μὲν γὰρ νιφάσι βάλλων ἀεὶ τὸν περὶ τῶν οἰκημάτων ἐπήνεγκε κίνδυνον, οἱ δὲ τὴν θέαν ἀπέκρυπτον, ὁ δὲ συνῆγε τὰς ὀφρῦς, ἡ δὲ συνεδονεῖτο τοῖς πνεύμασι. νῦν πάρεστι καθαροῖς ὀφθαλμοῖς τὴν ἄρκτον ἰδεῖν, τὴν φίλην ἡμῖν καὶ πανταχοῦ τὸν πλοῦν ἀπευθύνουσαν. οὐ γὰρ ἀνέχεται συγκαταδῦναι τοῖς ἄλλοις, ὅπως μὴ ναύτην παρίδῃ πλανώμενον, ἀλλ' ἕστηκεν ἀεὶ τοῖς ἐν πελάγει τὰς πόλεις κηρύττουσα. πάρεστιν ἰδεῖν καὶ τὸν μέγαν Ὠρίωνα, κἀν τοῖς ἄστροις κυνηγοῦντα τῷ σχήματι. ἂν ἴδω τὴν Ἀνδρομέδαν ἐλεῶ τὰ δεσμά, καὶ τὴν ἐκείνης τύχην ὀδύρομαι. ἀλλ' ὅταν ἴδω τὸν Περσέα, τὴν δεξιὰν ἐπὶ τὸ κῆτος ἐπαίροντα, "θάρρει" τῇ κόρῃ φημί, καὶ παραμυθοῦμαι ταύτην ἐν ἑαυτῷ, καὶ τῆς τύχης αὐτῇ συνήδομαι. γέγηθα, νῦν μὲν τὰς Πλειάδας ὁρῶν, αἳ τὸ ἔαρ ἡμῖν πρυτανεύουσι, νῦν δὲ τὴν Ἀργὼ σκάφος ἐν οὐρανῷ, παλαιὰ κηρύττον μυθολογήματα, τὸν Πελίαν, τὸ κῶας, τὴν Μήδειαν, τοὺς ἔρωτας, τὸν Ἰάσωνα. Τί τοίνυν ἔτι μέλλω καὶ πρὸς τὸν πλοῦν ἀναδύομαι; ἀπεῖπον, ἐφ' ἑνὸς χωρίου καθιδρυμένος, καὶ δαπανῶν ἀεὶ καὶ τοῦ κέρδους ἐστερημένος. ἃ γὰρ ἐμπορία δεδώρηται, ταῦτα χειμὼν ὑπανάλωσε, καὶ σύνοικος, οἴ μοι, μηδὲν τοῦ χειμῶνος ἀνεκτοτέρα. ἐπέκειτο γὰρ ἀεὶ πρὸς ζημίαν φέρουσά τι καινότερον. καὶ "δεῖ μοί" φησιν "ἐσθῆτος παραμυθουμένης τὴν ὥραν". παρέσχον, ὡς οὐκ ἂν ἠβουλόμην. ἡ δὲ πάλιν ἦν γυμνή, πάλιν τὴν ζημίαν ἐπέτεινε. καὶ "ἡ δέ" φησιν, "ἡ τοῦ δεῖνος κόσμῳ περιλάμπει χρυσῷ" καὶ "δεῖ με τῶν παραπλησίων τυχεῖν". ἐγὼ δὲ πρὸς ταύτην, "μὴ καὶ τοῦτο, γύναι, παραμυθεῖται τὴν ὥραν;" εἰ δὲ παρεῖδον αἰτοῦσαν, "ἄτιμος ἐγώ" πολλάκις ἐβόα, καὶ "λόγος οὐδεὶς ἐμοὶ παρὰ σοῦ". καὶ ἦν ἀνάγκη καὶ δι' ἡμέρας ζυγομαχεῖν, βοσκημάτων δίκην συγκαθειργμένων, ἕως μοι διαρρυὲν οἴχεται τὸ βαλάντιον. ἀλλὰ νῦν ἐνδείας, νῦν κακῶν ἠλευθέρωμαι νῦν ἐπιμιξίαι ταῖς πόλεσιν. ἐλευθέριοι. οὐκ ἔτι μοι κωλύσει τὸ σκάφος ἡ θάλασσα. ἢ δὴ καὶ ναύτης τοῦ πελάγους κατατολμᾷ, καὶ ὁδοιπόρος ᾄδει, καὶ ποιμένες αὐλοῦσι καὶ χορεύει τὰ ποίμνια. νῦν ὄρνιθες ᾄδουσι ποικίλῳ τινὶ φθόγγῳ, πλέκουσαι ξένην μουσικήν, καὶ τὰ δένδρα νῦν ἐπείγεται πρὸς γονήν, καὶ γῆ διαφόροις ἐμπομπεύει τοῖς ἄνθεσιν, ἄστρων δίκην ἐκλάμπουσα, καθάπερ ἁμιλλωμένη πρὸς οὐρανόν. τί οὖν; ἐπιβήσομαι τῆς ὁλκάδος, θαρρήσω τὸν πλοῦν. πολλοὺς ἔχω κοινωνοῦντας ναύτας τοῦ πράγματος, οἳ πρὸς τῷ κέρδει καὶ ποικίλην θέαν καρπούμεθα. ὁ μὲν πρὸς Σικελίαν ἐπείγεται καὶ τὴν Αἴτνην ὁρᾷ καὶ πῦρ ἐσθ' ὅτε χεόμενον, καὶ τὴν Ὀδυσσέως ὄψεται Χάρυβδιν. ὁ δὲ πρὸς Ἰταλίαν ἐλθὼν πόλιν ὁρᾷ μεγίστην, ἐν ᾗ τῆς οἰκουμένης τὰ τρόπαια. ἕτεροι τὰς νήσους ὡς ἂν ἐν μέσῳ χορῷ περιπλέουσιν, ὁ δὲ τὴν Τροίαν ὁρᾷ καὶ τὴν ταύτης τύχην ὀδύρεται, τὴν Ἑλένην εἰς μνήμην λαβών. ἀλλὰ πάλιν γυναῖκες, πάλιν τῶν οἴκοι κακῶν μνημονεύσομεν; ἕτερος τὴν Ἀττικὴν ἀφικόμενος ὁρᾷ τὸν Πειραιᾶ, τὰς νήσους, τὴν Σαλαμῖνα, καὶ παῖδας Ἀθηναίων καὶ παλαιὰ διηγήματα, ὡς ἠπείλη Ξέρξης, ὡς πάντα κεκίνητο, ὡς ὁ γῆν ὑβρίσας καὶ θάλατταν ὑπ' Ἀθηναίων ἐδάκρυεν. ἡμεῖς δὲ τὴν Κύπρον καὶ τὴν ταύτης Ἀφροδίτην οὐ παραπλεύσομεν, ἀποβήσομαι τῆς νεώς, ὄψομαι νῆσον Ἀδώνιδος, καὶ τὴν Ἀφροδίτην παραμυθήσομαι, τὴν εἰκόνα τοῦ πάθους, τὴν μνήμην τοῦ ἔρωτος. καὶ ᾄσω τῷ κυνηγέτῃ τὸ κάλλος, τὴν ῥώμην, τὰς χάριτας, τῶν παίδων τὰ τόξα, τὸν ζῆλον τοῦ Ἄρεος, τὴν ἄωρον τελευτήν, τὴν ἀγγελίαν, τὸν δρόμον, τὴν πληγήν, τὸ αἷμα, τὸ ῥόδον αὐτό, φυτὸν εὐτυχές, Ἀφροδίτης πάθος εἰκονίζον τῇ θέᾳ. εἶτα, τὴν ἐμπορίαν ἀνύσας, πλουτήσω τοῖς χρήμασι, ἀλλ' ἕως ἴδω τὸ γύναιον. 6 αδονις Τοῦτό σοι, Τύχη, πρὸς ἐπιβουλὴν ὑπελείπετο, μηδὲ ζητῆσαι τὸν Ἄδωνιν, μηδὲ δραμεῖν ἐπ' αὐτόν, μηδὲ παραμυθήσασθαι τῷ δρόμῳ τὸν πόθον, μὴ κειμένῳ περιτυχεῖν, μὴ περιπλέξασθαι πεπτωκότι, μηδὲ φίλτατον καλέσαι νεκρόν. ἤρκει τοὺς ὀφθαλμοὺς καὶ μεμυκότας ἰδεῖν, ἤρκει μοι πρὸς θέαν καὶ σιγῶντα τὰ χείλη. οὔπω μοι πάντως