1

 2

 3

 4

 5

 6

 7

 8

4

τόξῳ, καὶ ἄγειν ὅπῃ καὶ βούλεται. ταύτην δὲ ποιοῦσι νῦν μὲν περὶ κάλλους ἐρίζουσανἀγὼν γὰρ ἦν περὶ τούτου ἀνθρώπων μὲν οὐδενὶ, θεαὶ δὲ πρὸς ἀλλήλας αὐτὸν ἐποιοῦντο· κρίνειν δὲ ἔδει ποιμένα, καὶ μῆλον ἦν νικώσῃ τὸ ἆθλον· ἡ δὲ ὅλῳ σώματι φαίνεται τῷ ποιμένι, καὶ ψῆφον ἅμα τῇ θέᾳ καὶ τὸ μῆλον ἐδέχετο, καὶ ἐδόκει καλή· ὅθεν ἡνίκα παίζειν ἐθέλουσι τοῖς μήλοις ἀλλήλους ἅμα γέλωτι βάλλουσιν οἱ Ἔρωτες. νῦν δὲ κατὰ τῶν ἄλλων νεανιεύεται καὶ εἰς γῆν ἐξ οὐρανοῦ κατάγει τὸν ∆ία, καὶ χρυσὸς ἦν, καὶ κύκνος ἵπτατο, καὶ οὐδὲ ταῦρον ἐφείσατο ποιῆσαι τὸν ∆ία. καὶ διὰ ταύτης ἐπιλέλησται μὲν θαλάσσης ὁ Ποσειδῶν, καὶ τὴν Τυρὼ θαυμάζων ποτίμοις ὕδασιν ἐπιμίγνυται. καὶ ὁ Πᾶν ὁρᾶν ἐδόκει τὴν Ἠχώ, φθεγγομένην μόνον ἀκούων, καὶ τὴν ἐρωμένην ἠγνόει. ὁ δὲ Ἀπόλλων δάφνην ἔχων τὸ φυτὸν, τῆς ∆άφνης κηρύττει τὸν ἔρωτα. ἡ δὲ Ἀφροδίτη τοὺς θεοὺς καὶ εἰς ἑαυτὴν ἐπεσπάσατο. καὶ Ἥφαιστος μὲν συνῴκει τῇ Ἀφροδίτῃ, Ἄρης δὲ τοῦτον ἐζήλου. ἤρα δὲ καὶ Ἑρμῆς, κοινωνὸν τοῦ πάθους ἔχων Ἀπόλλω. ἀλλὰ γὰρ ἔδει καὶ αὐτήν ποτε τῶν ἑαυτῆς πειραθῆναι βελῶν, καὶ γνῶναι οἷα κατὰ τῶν ἄλλων ἀφίησι τὰ τοξεύματα, καὶ οὐδὲ λανθάνειν ἐγένετο. βοᾷ γὰρ τῇ θέᾳ τὸ ῥόδον Ἄδωνίν τε καὶ Ἀφροδίτην. ἔμελε δὲ αὐτῷ καὶ ὄρη καὶ κυνηγέσια. τῇ δὲ Ἀφροδίτῃ πάντα ὑπῆρχεν ὁ Ἄδωνις· καὶ ἔσθ' ὅτε τὸν κεστὸν ἀφεῖσα καὶ τοὺς αὑτῆς παῖδας τοὺς Ἔρωτας, παρὰ νάπας ἐπέρα τε καὶ ἐπικλίνασα τῇ χειρὶ τὸν αὐχένα ἐθεάσατο τὸν Ἄδωνιν. ἀλλὰ γὰρ ὀφθέν τι δυσχερὲς ἐπετάραξέ σου τὸν ἔρωτα, καὶ τῷ πόθῳ θρῆνος ἐμίγνυτο. Ἄρης γὰρ ταῦτα μαθώνἤρα δὲ καὶ οὗτος τῆς Ἀφροδίτηςἐζηλοτύπει τὸν νέον, καί ποτε ταύτην ἀποῦσαν ἐπιτηρήσας κλέπτει τῇ θέᾳ τὴν φύσιν, καὶ σῦς δοκῶν εἰς θήραν ἐφείλκετο τὸ μειράκιον. καὶ ὁ μὲν ὡς εἰκὸς ὁμόσε φέρεται, τὰς κύνας ἀνακαλῶν, καὶ ἑλεῖν ἠπείγετο τὸ δόξαν θηρίον. ἀλλὰ γὰρ χαλεπὸν ἀνθρώποις, ὦ Ἄδωνι, θεὸν ὅτε πολέμιον ἔχουσι· τοῦτον γὰρ ὕστατον πεποίησαι δρόμον· καὶ θήραν ἐλπίσας αὐτὸς ἔκεισο θήραμα. φεῦ οἵας ἀγγελίας ἀκούειν ἔδει τὴν Ἀφροδίτην καὶ ἤκουσε. πληγεῖσα δὲ τῷ λόγῳ τοῦ πάθους ὅλη τε ἦν, καὶ οὐδὲν ἐδίδου τῷ λογισμῷ, ἀλλ' εἰς λήθην ἐλθοῦσα τοῦ πρέποντος, ὡς εἶχέ τε ἀνέστη καὶ δρόμῳ διὰ πάντων ἐφέρετο. οὐ κρημνοὶ ταύτην ἐκώλυον, οὐ φάραγγες ἔστησαν, οὐ ποταμὸς ἐπεῖχε πλημυρῶν τοῖς ὕδασιν. ὡς ὠμοί τινες ἦσαν οἱ Ἔρωτες. εἵπετο γὰρ ἡ μήτηρ ἔκφρων ὑπὸ τοῦ πάθους ὡς οἱ παῖδες ἐβούλοντο. οὕτω δὲ φερομένη περιπίπτει ῥόδων φυτῷ, καί πως ἁβροτέρα οὖσα τὸ σῶμακαὶ τί γὰρ ἄλλο ἢ Ἀφροδίτη; καὶ μηδὲν ἔχουσα περικαλύπτον τὼ πόδεοὐδὲ γὰρ τούτου προνοεῖσθαι παρέσχε τὸ πάθοςοὕτως οὖν ἔχουσα, ἀκάνθῃ πληγεῖσα συμμεταβάλλει τῷ ῥόδῳ τὴν θέαν, καὶ τοῦ αἵματος τὸ χρῶμα τοῖς ῥόδοις φύσις ἐγένετο. ἦν γὰρ ὅτε λευκὸν ὑπῆρχε, καὶ εἰς τόδε μεταβέβληται, καὶ τὴν πληγὴν εὐτυχεῖ τῆς Ἀφροδίτης, καὶ εἴποις ἂν αὐτὴν εἰκόνα τοῦ χρώματος ὑπάρχειν τῷ ῥόδῳ. τούτῳ στεφανοῦνται μὲν αἱ παστάδεςπρέπει γὰρ οἶμαι τὰ τῶν Ἐρώτων Ἐρώτων φυτῷ κοσμεῖσθαι, οἷον πρὸς ἀλλήλας αἱ Χάριτες. τοῦτο καὶ ∆ιονύσῳ μειχθὲν μιμεῖται σωτηρίαν ἀνθρώπων. ἤδη τοῖς ῥόδοις καὶ λόγοι πλαττόμενοι χαρίεν τί τε καὶ ἐπαφρόδιτον γίνεται. Ἀλλὰ γὰρ εὐμενὴς ἡμῖν ὁ θεὸς ἐπιφαίνοιτο, καὶ δοίη πάλιν τὸ ἔαρ ἰδεῖν καὶ ῥόδον ὑμνῆσαι. 4 παστορ Ὢ καινοτέρου φωτός, ὃ πάλαι μὲν ἐπόθουν, ἰδεῖν δὲ οὐκ εἶχον, εὔχεσθαι δὲ μόνον ἐλείπετο· νῦν ἥλιος μὲν εὐμενής, ἀὴρ δὲ διέλυσε τὰς ὀφρῦς, καὶ πνεῦμα μέτριον, καὶ χειροήθης ἡ θάλασσα, γῆ δὲ τοῖς ἄνθεσι ζωγράφων τέχνην μεμίμηται. νῦν ἐγχορεύουσι Μοῦσαι ταῖς ὄρνισι, τοῖς λειμῶσιν αἱ Χάριτες, ὁ Πᾶν τοῖς ποιμνίοις, ταῖς δὲ γνώμαις οἱ Ἔρωτες. πάντα μετέστραπται καὶ γέγονεν εὐμενῆ καὶ σπένδεται τάχα, καὶ πόλεμος οὐδαμοῦ. θαρρεῖτε νῦν αἶγες καὶ θρέμματα, καὶ πόαν χρονίαν ἀσπάζεσθε. πρῴην γὰρ ὁ Ζεὺς πολὺς ἐπεχύθη τῇ γῇ, καὶ ὁ ἥλιος ὁ λαμπρός, οὗτος ἐκέκρυπτο, τοῖς νέφεσι πολεμούμενος. ἀὴρ δὲ καὶ δένδρα συνεδονεῖτο τοῖς πνεύμασι· θάλαττα δὲ μετέωρος ᾔρετο, καὶ ναύταις ἠπείλει πολέμιον, οἷά τις λέων ἐπιβρυχώμενος. χείμαρροι δὲ