1

 2

 3

 4

 5

 6

 7

 8

7

ἀπέλιπεν οὐκ ἐρύθημα τὸ πρόσωπον, οὐκ ἄνθος τὴν παρειάν, οὐ τὴν κόμην αἱ Χάριτες. εἰ δὲ καὶ τὴν αἰτίαν ἠρόμην τοῦ πτώματος, τάχα μοι καὶ κείμενος ἐβόα τὸν Ἄρεα. ἀλλ' οἷα καὶ λέγειν προήχθην; ἐγὼ πείσομαι πεπτωκέναι τὸν Ἄδωνιν; ἔτι περίεστι καὶ θηρᾷ, καὶ μὴ παροῦσαν τάχα τὴν Ἀφροδίτην ζητεῖ. ἐγὼ δὲ μέλλω, καὶ κάθημαι μάτην δεθεῖσα τῷ πάθει τὸν πόδα. ἀλλὰ γὰρ πάλιν τὸν Ἄρη λογίζομαι, πάλιν τέθνηκεν Ἄδωνις. δεινὸς γὰρ ὁ θεός· βλοσσυρὸν ὁρᾷ, πρὸς αἷμα κέχηνε, ποθουμένην ὄψιν ἐλεεῖν οὐκ εἰδώς. ὢ δεινῆς ἀπορίας. ὢ δυστυχημάτων ὑπερβολῆς. τίνος κατηγορήσω; τίνας δὲ μέμψομαι; τὴν Τύχην; τοὺς ἐμοὺς παῖδας; ἐκ τούτων Ἄδωνιν ἔγνωκα, ἐξ ἐκείνης Ἄρης ὡπλίζετο. νῦν τῶν ἑαυτῆς πειρῶμαι βελῶν, νῦν τὴν ἐμὴν φλόγα μεταμανθάνω, νῦν τῆς ἐμῆς ὠδῖνος αἰσθάνομαι. Ἀφροδίτη ταῦτα, ἣν ἔτεκε Ζεύς, ἣν οὐρανὸς ἤνεγκεν, ἣν ἐκόμισε φύσις, ἐξ ἧς πῦρ καὶ βέλη καὶ πάντα πόθῳ συνήπτετο. μήτηρ ἐγενόμην Ἐρώτων, τόξα παρέσχον, ἐπτέρωτο τὰ παιδάρια, καὶ τούτοις ἄβατον ὑπῆρχεν οὐδέν. ἐπῆλθον γῆν, ἐνέδυσαν κῦμα, τὸν ἀέρα διέπτησαν, ἐνεχόρευον ἄστροις καὶ κατὰ θεῶν ποτ' ἐτάττοντο. οὐδὲν τὴν ἐμὴν δυναστείαν διέφυγε. πάντα πρὸς τὴν ἐμὴν ὑπέκυπτε δεξιάν. εἴ τις τὴν Ἀφροδίτην ἐλύπει προσέβλεπον τοὺς παῖδας, ἐπένευον· ἐκίνουν οὗτοι τὰ βέλη, καὶ τὸ παθεῖν ὑπελείπετο. οἶδεν ὁ Ζεύς, τῶν ὅλων ἄρχων καὶ μόνῳ πειθόμενος ἔρωτι. οἶδεν ὁ Ποσειδῶν, ἐν μέσῃ τῇ θαλάσσῃ φλεγόμενος. οὐ παρεῖδον τὸν Πᾶνα, τὴν Ἥραν οὐ τεθαυμάκασι. μετῆλθον τὸν Ζέφυρον, Βορέας πεπείραται, καὶ τῶν ἀνέμων τὸ βέλος ὤφθη ταχύτερον. Ἀπόλλων ἔγνω τόξον θεοῦ, ἡμετέρῳ τόξῳ βαλλόμενος. τί δεῖ λέγειν ἄνθρωπον ἐραστὴν καὶ λέοντος οἶστρον καὶ ταῦρον τῷ πόθῳ μυκώμενον, θραττομένους διὰ τῶν παίδων; καὶ τρόπαια πανταχοῦ, καὶ πάντα τῆς Ἀφροδίτης πεπλήρωτο. ὡς δὲ πάντα ἦν ὑπὸ τοῦ δράκοντος οἱ καλοὶ παῖδες ὡπλίζοντο. καὶ τὸν πόλεμον οἴκοθεν εἶχον καὶ τοῖς ἐμοῖς ὄμμασιν ἔγνων· ἐκεῖθεν ἰδοῦσα τεθαύμακα· ἔπασχον, ἠπόρουν, ἐγέλων, ἐδάκρυσα γενέσθαι. τὸν κεστὸν ὑπεσκόπουν, μή τις ὑποκλέψας λανθάνῃ· καὶ κλέπτας εὑρίσκω τοὺς Ἔρωτας. ὑπέκυψα τῇ γονῇ· λοιπὸν ἐπῄνουν τὸν Ἄδωνιν, ὡς καλός, καὶ τὴν κόμην ἐδόκουν κεκρᾶσθαι, ἐν τοῖς ὀφθαλμοῖς ἐνοικῆσαι τὰς Χάριτας, ἐκ τῶν χειλέων τοξεῦσαι τοὺς Ἔρωτας. αἱ δὲ παρειαί, οἴμοι, συνεθήρων. ἐπόθουν· ἐμίσουν ἐντεῦθεν τὸν Ὄλυμπον. ἐκείνου καὶ θεῶν ἥττητο ὄψις παρ' ἐμοί, καὶ πάντα τοῦ μειρακίου γέγονε δεύτερα. ἐθήρα, καὶ τὴν ῥώμην ἐθαύμαζον. λεόντων ἐδόκει θρασύτερος, ὑπὲρ τὰς ἐλάφους πηδῶν. Ὄλυμπον τὴν ὕλην, οὐρανὸν ἡγούμην τὰς νάπας. ὅτε τοῦτον εἶχον, τοῦ συνήθους λαμπρότερον ἐδόκουν βλέπειν τὸν ἥλιον. μίαν ἠγάπων θέαν τὸν Ἄδωνιν, μίαν ἀκοὴν ἐπόθουν τὸν ἄνθρωπον. οὐδείς μοι λαλῶν ἤρεσκεν, ὅτι μὴ λέγων τὸν Ἄδωνιν. ἐλύπει ταῦτα τὸν Ἄρην καὶ τὸν φθόνον ὑπέτρεφε, καὶ πρὸς ἔργον ἦλθεν ἡ γνώμη. ἐγώ σοι τοῦ πάθους αἰτία, δι' ἐμὲ καὶ Ἄρης πολέμιος. τούτων ἀκούσασα διεπτόημαι, καὶ γέγονα τῇ φήμῃ μετέωρος, καὶ κόσμου μοι λόγος ὑπῆρχεν οὐδείς. δρόμος ἐπῆλθέ μοι, καὶ πόδες γυμνοί, καὶ τὰ ἐν ποσὶ παρορώμενα. ἐντεῦθέν μοι τὸ πάθος δεινότερον ἦν, καὶ βέβλημαι τὴν μὲν καρδίαν τῷ πόθῳ, τῇ δ' ἀκάνθῃ τὸν πόδα. τοῦτο σύμβολον ἔστω τῆς τύχης, καὶ τοῖς μετὰ ταῦτα τὴν εἰκόνα δεῖξαι τοῦ πάθους τοὐμὸν αἷμα φύσις γενέσθω τῷ ῥόδῳ. καί τις τὸ ἄνθος ἰδὼν οὐ παραδώσει τῇ λήθῃ τὸν Ἄδωνιν, ἀλλὰ τὴν αἰτίαν ζητῶν ἀκούσει τὸ πάθος, τὸν πόθον, τὴν φήμην, τὸν δρόμον, τὴν πληγήν, τὸ αἷμα, τὴν τοῦ ῥόδου μεταβολήν, καὶ ἐπὶ πᾶσι τὸν Ἄδωνιν. 7 πηοενιχ Συνήδομαι μὲν τοῖς Ἕλλησιν, ἀλλὰ δακρύω τὸν Θετταλόν. τοῖς μὲν εὑροῦσι σωτῆρα, τὸν δὲ πεσόντα πρὸς ἀδοξίαν Ἑλλήνων καὶ γέλωτα Τρωικόν. οὐδὲ Τρῶες γὰρ οἶμαι τῶν ἡμετέρων ἀνήκοοι παθημάτων. καλῶς εὗρεν Ἀγαμέμνων ὅθεν τύχοι συμμάχων, καὶ λήψεται δίκην, ἀπειθοῦντα στρατιώτην αἰσχύνας. εἴθε τοῦτο συνέβη πρὸ τῆς ἡμῶν πρεσβείας τὸ θήραμα. νῦν δὲ τὰ καθ' ἡμᾶς ἀτυχία καὶ λόγοι. ὁ σοφὸς οὐκ ἔπεισεν Ὀδυσσεύς. Αἴας ὑπερώφθη μετὰ τοῦ γένους καὶ τοῦ ∆ιός.