1

 2

 3

 4

 5

 6

 7

 8

5

ταύτην μιμούμενοι τὰ προστυχόντα κατέσυρον. ἐθάρρει δέ πως οὐχ ὁδοιπόρος ὁδόν, οὐ ναύτης τὸ σκάφος, οὐ κυνηγέτης τὴν θήραν· οὐ νομή τις ἦν, οὐκ ἀγέλαι πρὸς ταύτην ἐφοίτων. εἱστήκει καὶ τὰ δένδρα καθάπερ ἐν πένθει τὴν κόμην ἀποκειράμενα. ἐγὼ δὲ καὶ ταυτὶ τὰ προβάτια μηδὲν πλημμελοῦντα ὥσπερ ἐν εἱρκτῇ τῷ σπηλαίῳ δεσμῶται γεγονότες καθήμεθα. καὶ τὰ μὲν φυλλίδα ξηρὰν ἐκ θέρους ἀπόθετον ἐσιτίζετο, καὶ ἦν αὐτῶν ἐλεεινὰ τὰ βληχήματα, ἐγὼ δὲ τυρῷ διέζων νεαρῷ οὐδὲν ὑποφαίνοντι. τὸ δὲ ψυχρὸν τῆς ὥρας τῆς εἱρκτῆς ὑπῆρχε βαρύτερον. οὐ γὰρ ἦν ἑτοίμως οὐ πόδας κινεῖν οὐ χεῖρας εἰς δέον ἐκτείνειν, οὐ καλάμοις ἐμπνεῖν οὐκ αὐλοὺς ἐναρμόζεσθαι. καὶ καθεύδειν ἔδει καὶ δι' ἡμέρας, συγκαταδύντα τοῖς θρέμμασι, καὶ τοῖς ἐκείνων ἐρίοις παραμυθούμενον. οὐδὲν δὲ Μούσης ἠκούετο, ἀλλὰ καὶ χελιδὼν ἡ λάλος ἐκάθευδεν, οἶμαι. ἤδη τι καὶ τῆς ἀράχνης ἐμφωλεύει τῇ σύριγγι, πάντα δὲ σιγᾶν ἐδόκει, πλὴν ὅτε Ζεὺς ἀστράπτων κτύπον ἐπῆγε δεινόν, ὥσπερ ἢ σκεύη κινῶν ἢ μετασκευάζων τὸν οὐρανόν. πολλάκις τοῦτον ἱκετεύων ὑπέμνησα· "τί τοσοῦτον, ὦ Ζεῦ, λελυπήκαμεν; παῦσαι πάντα συγκρούων, μὴ συντριβῇ πόλις, καὶ δεήσει νέαν δημιουργεῖν. μὴ τί σοι Γιγάντων πάλιν πλῆθος αὖθις ἐπανέστη πολέμιον;" τί δεῖ λέγειν; ἦν γὰρ πλέον οὐδὲν, ἕως ἑκὼν ἐπείσθη. τάχα δὲ κέκμηκε πάντα κινῶν καὶ καθεύδει νῦν ἐκ πόνου μακροῦ. ὅθεν νῦν πάντα σπένδεται καὶ λαλεῖ καὶ νεάζειν ἔοικε, τὸ γῆρας ἀποδυσάμενον. σκιρτᾶτε νῦν ἄρνες καὶ τοῖς πηδήμασι πρὸς οὐρανὸν διεγείρεσθε μέσον· ἐμπίπλασθε τῆς πόας· πλὴν εἴ τις δι' ἔρωτα πρὸς φυτὸν μεταβέβληται, καὶ σώζει τὸ κάλλος, εἰ καὶ τὴν φύσιν μετέβαλε. καλὸς ὁ Νάρκισσος, ἀλλὰ τὸ πάθος εἶχε τοῦ κάλλους ἀνάξιον. καλὸς ὁ Ὑάκινθος, ἀλλὰ γίνεσθε Ζεφύρου φιλανθρωπότεροι, καὶ φείδεσθε μειρακίου καλοῦ. εἰ δὲ καὶ πίνειν δεήσει, πρὸς πηγὴν ἄξω καὶ καθηγοῦμαι τῇ σύριγγι. ὑμεῖς δὲ τοῖς μέλεσιν ἕπεσθε· τῷ γὰρ ἀπολειφθέντι λύκος ἔσται ζημία. εἰ δὲ καὶ μεσημβρία λυπήσει ὑπὸ πίτυν ἄξω τὸ ποίμνιον· καὶ ἄνωθεν μὲν ἀηδὼν ἐαρινὸν ἀναφθέγξεται· ὡς δέ φασι τὸν παῖδα ζητεῖ καὶ οἷα μήτηρ ὀδύρεται. ἐγὼ δὲ πρὸς ταύτην ἁμιλλήσομαι τῇ πηκτίδι, τὰ δέ μοι πρόβατα τάξει κατακείσεται, τῶν μελῶν ἀκροώμενα. τότε μᾶλλον ὁ Πᾶν τὴν Ἠχὼ βοήσει κόρην οὔτε φθεγγομένην οὔτε σιγῶσαν, πλησίον δὲ δοκοῦσαν ἀεὶ καὶ λανθάνουσαν, καὶ νόθῳ φωνῇ παραμυθουμένην τὸν ἐραστήν. νῦν κύκνοι καὶ χελιδόνες ὑπὲρ κεφαλῆς ᾄδουσι, τὸν αἰθέρα περιπλανώμενοι. ὁ δὲ Ἀπόλλων ἥδεται, δάφνῃ στεψάμενος καὶ φυτὸν ἔχων ἣν κόρην ἔχειν ἠβούλετο. νῦν τοῖς λειμῶσιν ἐπιβομβοῦσιν αἱ μέλιτται· ἄξω τὰ πολλὰ τῶν κηρίων, καὶ τούτων ἀμέλγων τὸ μέλι ἐγκαταμίξω τῷ γάλακτι. καὶ τί μοι πρὸς τοῦτο νέκταρ ἐκεῖνο, τὸ μάτην θρυλούμενον πόμα; νῦν ἀγέλαις Ἔρωτες ἐγχορεύουσι, καὶ ταῦρος μὲν ἐρωτικὸν ἐμυκήσατο, κριοὶ δὲ φριμαξάμενοι τῶν ἀρνῶν ἐπιβαίνουσιν. οὐδ' ἐγὼ νῦν μάτην ἑστήξομαι. ἀργεῖν γὰρ μόνον ἐστὶν ἀφόρητον. ἄξω τὴν ἐρωμένην καὶ τὴν ἀγέλην μιμήσομαι. ἀντὶ δὲ στρωμνῆς πόα μαλακή τις ὑποκείσεται. ἐπιπάσω δὲ ταύτῃ τῶν ἴων καὶ κρίνων πολλά, μᾶλλον δὲ ῥόδων, ἵνα καὶ τὴν Ἀφροδίτην τιμήσωμεν. οὐ γὰρ αὕτη διαφυγεῖν ἠδυνήθη τὸν Ἔρωτα· σοβαρὸν γὰρ τὸ παιδάριον καὶ θρασύ, καὶ κατὰ τοῦ τυχόντος ὁπλίζεται. λυπεῖ καὶ τὴν Ἀφροδίτην, οὐδὲ τὴν τεκοῦσαν αἰδούμενος, ἵνα μὴ μέγα φρονῇ μόνη καὶ τεκοῦσα καὶ διαφυγοῦσα τὸν Ἔρωτα. τί οὖν ἐκεῖνος; αἴρει τὸ τόξον καὶ προσγελᾷ τὴν τεκοῦσαν, καὶ βέλος τι σμικρὸν ἐγκατέθηκε. καὶ Ἄδωνις ἐξαίφνης ἐδόκει καλός· καὶ ῥᾷον ἄν τις εἶδεν αἰγὸς συζύγου τράγον αὐτὸν ἀφιστάμενον ἢ τὴν Ἀφροδίτην Ἀδώνιδος. σιωπῶ τὸ πάθος τῇ θεῷ χαριζόμενος, μὴ καὶ λυπήσω λέγων καί μοι δείξῃ τὴν ἀγέλην ἀνέραστον. πλὴν αἵματι τῆς Ἀφροδίτης τὸ ῥόδον ἡμῖν ἠρυθαίνετο. Τοιαῦτα τῆς ὥρας ἀπολαύων εὔξομαι μετὰ τῆς ἀγέλης καὶ θέρος ἰδεῖν καὶ σιωπᾶν τὸν χειμῶνα καὶ ἔαρ αὖθις ἡμῖν ἀναλάμψαι. 5 μερξατορ Εἶδον ὅπερ εὐχόμην, καὶ προῆλθεν εἰς ἔργον ἡ γνώμη. οἴχεται πόλεμος ἐκ τῶν νεφῶν ἀπειλούμενος καὶ νεάζει τὸ φῶς, καὶ πάλιν ἥλιος