1

 2

 3

 4

 5

 6

 7

 8

8

ὁ δὲ πρεσβύτης ἐγώ, οὐ γὰρ ἔχω λέγειν διδάσκαλοςἐπὶ τούτοις εἰπεῖν οὐδὲν ἔσχον πιθανόν, οὐ πολιάν, οὐ λόγους, οὐ δάκρυα. παρεμυθεῖτο δέ με τοῦ παιδὸς τὸ φιλότιμον, καὶ τὸ δοκεῖν εὐκλείας μᾶλλον ἢ κόρης ἐρᾶν. νῦν δὲ μετέστραπται πάντα, καὶ ταύτην βλέπων ὑπέκυψε. τί δὲ μὴ μεθ' ἡμῶν αὐτὴν λαβόντες ἐδείξαμεν Ἀχιλλεῖ; ἀκοῆς γὰρ κρείττων εἰς πόθον ἡ θέα. τοιγαροῦν οὐκ ἀντέσχεν ἰδών. περιβαλὼν δὲ τὼ χεῖρε καὶ δακρύσας ὑφ' ἡδονῆς ὁ γεννάδας "διὰ σέ" φησὶν "ὠργίσθην, διὰ σὲ διαλλάττομαι". ταυτί σοι Χείρων παρέδωκε; ταῦτα μετ' ἐκεῖνον ἐγώ; ὁ μὲν ἤσκει τὼ πόδε πρὸς δρόμον, ἐγύμναζεν εἰς ὅπλα καὶ βέλη καὶ πολέμου παρασκευήν. κρατεῖν ἐδίδαξε θηρίων. ὡς ὤφελεν ἔρωτος. ἐγὼ δὲ πρὸς λόγον δραμὼν ἀνῆγον τὴν γνώμην, ἐπαίδευον· ἀπέδειξα στρατιώτην τὸν παῖδα καὶ ῥήτορα. "μουσικήν", εἶπον, "ἔγνως, ἵνα μετρῇς τὸν θυμόν, ἵνα ... ῥυθμίζειν οἶσθα πρὸς ἡδονάς, τὴν ψυχήν, ἄτακτα πηδώσας, ἐπιφέρων ἐκ λόγου ζυγόν. ἔχε πρὸς ὕβριν μετρίως, καὶ παροινοῦντα φέρειν ἐπίστασο." τούτων ἀκούων ὑπερέχαιρεν ὁ Πηλεύς, καὶ χρηστὰς εἶχεν ἐπ' ἐμοὶ καὶ τῷ παιδὶ τὰς ἐλπίδας. καί με συνεκπέμπει πρὸς Τροίαν, καὶ μετὰ γῆρας ὤφθην στρατιώτης, ἵνα καὶ σύμβουλος, καὶ τοῖς τοῦ παιδὸς ἐπεγραφόμην καλοῖς καθεῖλε Τήλεφον, ἀλλ' ἐν ἐπαίνοις ἐγώ· ἔπιπτεν ὁ Κύκνος καὶ τῆς εὐκλείας ἀπέλαυον. πόλεις ἠριθμοῦντο πεσοῦσαι, καὶ πάντα ἦν ὁ Φοῖνιξ ἐν ἐπαίνῳ καὶ φήμῃ. νόσος εἶχε τὴν Ἑλλάδα καὶ πέπαυται δι' ἡμῶν. μέχρι τούτων εὐτυχὴς ἐγὼ καὶ τοῖς ἀρίστοις ἐπεγραφόμην. τὰ δὲ μετὰ ταῦτα δακρύω λέγων. ἔρις ἦν καὶ θαύματα καὶ νοσοῦντα τῆς Ἑλλάδος τὰ πρῶτα. ἔλεγον, ἠπείλουν, ἐλοιδοροῦντο. ἠδίκει μὲν Ἀγαμέμνων ὅτι ἀφαιρήσεται ὤπερ ἔδει γέρας λαβεῖν ἐπ' ἀριστείᾳ δοθέν. ἐπ' αὐτῷ δὲ πάσχει τὴν ψυχὴν Ἀχιλλεύς, καὶ πέρας οὐκ ἦν. ἔρως γὰρ ἀδικηθεὶς οὐκ οἶδε σπονδὰς οὐδὲ δίδωσι τῇ γνώμῃ λήθην ὁ πόθος. Ἀχιλλεὺς μὲν ἐπὶ τούτοις ᾖδεν εὖ πίπτουσιν, ὁ δὲ Πρίαμος τῶν Ἑλλήνων τὰ πτώματα, ὁ μὲν ἀποστὰς τῶν Ἑλλήνων ὁ δὲ τρυφῶν τῷ καιρῷ. ἐμοὶ ......... ......... εἰς τὸν παῖδα παροινίαν, τὴν ἄμετρον ὀργὴν Ἀχιλλέως, συμφορὰς ἐπὶ τούτοις Ἑλλήνων πιπτόντων ἄλλων ἐπ' ἄλλοις, καίπερ ἀπειλοῦντος ὅπερ οἶδε ποιεῖν. πλὴν ἀλλ' ἐδόκει· καὶ πρέσβεις ἡμεῖς. καὶ πᾶσα τῆς Ἑλλάδος ἐν ἡμῖν ὑπῆρχεν ἐλπίς. καὶ πολλὰς μηχανὰς εὑρόντες σεῖσαι ψυχὴν ὀργῇ καὶ πόθῳ κρατουμένην οὐκ ἔσχομεν, ἀλλ' ἦν ἄρα μία μηχανὴ ποθοῦντι τῆς ἐρωμένης ἡ θέα. ταύτην οὐκ ἐπῆλθε μαθεῖν οὐκ ἐμοὶ τῷ πρεσβύτῃ, οὐκ Ὀδυσσεῖ τῷ σοφῷ, οὐκ Αἴαντι τῷ γεννάδᾳ. τὸ μὲν πάντων ἀποτυχεῖν, σοφώτερον ἐποίει πρὸς τὸ τυχεῖν Ἀγαμέμνονα. στείλας γὰρ εἰς σχῆμα πένθους τὴν κόρην, ὅπερ ἤθελεν ἔλαβεν. οὐ γὰρ ἤνεγκεν ὁ τοῦ Πηλέως τὸ θέαμα, τὸν δὲ θυμὸν αὐτοῦ διέλυεν ἡδονή. καὶ διδασκάλου κρείττων γυνή, καὶ κόρη σοφοῦ, καὶ συγγενείας αἰχμάλωτος, καὶ τὴν ἐκ λόγου καὶ τέχνης ἐρωτικὴ παρῆλθε πειθώ. λοιπὸν ὁ Θέτιδος νικάτω τοὺς Τρῶας. οὐ γὰρ καλύψει τὴν αἰσχύνην ἡ νίκη. τίς ἡμῖν ἔσται ταῦτα μαθὼν ὁ Πηλεύς; εὐκλεεῖς, ὦ Χείρων, γεγόναμεν. εἴθε κἀγὼ μὴ παρῆν. οὐ γὰρ ὅμοιον αἰσχύνεσθαι παρόντα καὶ πόρρω τούτων ἀκούειν. σὺ δὲ νῦν, Ἀχιλλεῦ, τῆς αἰχμαλώτου μετὰ τῆς ἐντεῦθεν ἀδοξίας ἀπόλαυε.