Γοροθηνοί, οἱ ἄλλοις καιροῖς τὰς ἑορτὰς ἄγοντες παρὰ τοὺς Ἰεβουσαίους.
Ἰεβουσαῖοι διὰ τὴν αὐτὴν αἰτίαν τῶν ἑορτῶν πρὸς τοὺς Γοροθηνοὺς διαφερόμενοι.
Ἐσσηνοί, οἱ μηδ' ὁποτέροις ἐναντιούμενοι, τοῖς δὲ παρατυγχάνουσι συνεορτάζοντες ἀδιαφόρως.
Ναζωραῖοι, οἳ Χριστὸν ὁμολογοῦσιν Ἰησοῦν υἱὸν θεοῦ, πάντα δὲ κατὰ νόμον πολιτευόμενοι.
Αὕτη καὶ ἡ τοῦ δευτέρου τόμου τοῦ πρώτου βιβλίου τῶν δεκατριῶν αἱρέσεων ἀνακεφαλαίωσις.
Τάδε ἔνεστι καὶ ἐν τῷ τρίτῳ τοῦ πρώτου βιβλίου τόμῳ, ἐν ᾧ εἰσιν αἱρέσεις δεκατρεῖς.
Ἀγγελικοί. Οὗτοι παντελῶς ἐξέλιπον, αὐχοῦντες ἀγγελικὴν ἔχειν τάξιν ἢ διὰ τὸ ἀγγέλοις προσκεκλῆσθαι.
Αὗται τοῦ τετάρτου τόμου, δευτέρου δὲ βιβλίου αἱρέσεις ιηʹ.
Τάδε ἔνεστιν ἐν τῷ πέμπτῳ τόμῳ, δευτέρου δὲ βιβλίου, αἱρέσεις πέντε.
Αὗται τοῦ πέμπτου τόμου, δευτέρου δὲ βιβλίου, αἱρέσεις πέντε.
Τάδε ἔνεστιν ἐν τῷ πρώτῳ τόμῳ βιβλίου τρίτου, αἱρέσεις ἑπτά.
Αὗταί εἰσιν ὁμοίως τοῦ ἕκτου τόμου, τρίτου δὲ βιβλίου αἱρέσεις ἑπτά.
Τάδε ἔνεστι ἐν τῷ ἑβδόμῳ τόμῳ, τρίτου δὲ βιβλίῳ, αἱρέσεις τέσσαρες.
The Basilidians follow the same obscene doctrine. They originate with Basilides, who with Saturnilus, was a disciple both of the Simonians and of the Menandrianists. He held similar opinions, although he differs in some things. Thus, he says that there are 365 heavens and to these he assigns angelic names. It is for this reason that the year has this same number of days, and the name Abrasax, which is 365, is a holy name.
Βασιλειδιανοί, τῆς αὐτῆς αἰσχρουργίας τελεσταί, ἀπὸ Βασιλείδους, τοῦ ἅμα Σατορνίλῳ, καὶ Σιμωνιανοῖς καὶ Μενανδριανοῖς μαθητευομένου καὶ τὰ ὅμοια μὲν φρονοῦντος, κατά τι δὲ διαφερομένου: λέγει γὰρ τξεʹ οὐρανοὺς εἶναι καὶ τούτοις ὀνόματα ἀγγελικὰ ἐπιτίθησι. Διὸ καὶ τὸν ἐνιαυτὸν τοσούτων ἡμερῶν εἶναι, καὶ τὸ Ἀβρασὰξ ὄνομα εἶναι τξεʹ, καὶ εἶναι τοῦτό φησιν ἅγιον ὄνομα.