Περὶ αἱρέσεων ἐν συντομίᾳ ἑκατόν, ὅθεν ἤρξαντο καὶ πόθεν γέγοναν. Πασῶν αἱρέσεων μητέρες καὶ πρωτότυποι τέσσαρες: αʹ οἷον Βαρβαρισμός, βʹ Σκυθισμός, γ

 Βαρβαρισμός, ἥτις καθ' ἑαυτήν ἐστι διαρκέσασα ἀπὸ ἡμερῶν τοῦ Ἀδὰμ ἐπὶ δέκα γενεὰς τοῦ Νῶε. Βαρβαρισμὸς δὲ κέκληται ἀπὸ τοῦ μὴ τοὺς τότε ἀνθρώπους ἀρχη

 Σκυθισμός, ἀπὸ τῶν ἡμερῶν τοῦ Νῶε καὶ μετέπειτα ἄχρι τῆς τοῦ πύργου οἰκοδομῆς καὶ Βαβυλῶνος καὶ μετὰ τὸν τοῦ πύργου χρόνον ἐπὶ ὀλίγοις ἔτεσιν, τουτέστ

 Ἑλληνισμός, ἀπὸ τῶν χρόνων Σεροὺχ ἐναρξάμενος τῆς εἰδωλολατρείας, καὶ ὡς ἐστοίχουν ἕκαστος τὸ τηνικαῦτα κατά τινα δεισιδαιμονίαν ἐπὶ τὸ μάλιστα πολιτι

 Καὶ μετέπειτα Ἰουδαϊσμός, ἀπὸ τῶν χρόνων Ἀβραὰμ τὸν χαρακτῆρα διὰ περιτομῆς εἰληφὼς καὶ ἐν Μωσῇ, ἑβδόμῳ ἀπὸ Ἀβραάμ, διὰ τοῦ δοθέντος νόμου ὑπὸ τοῦ θεο

 Ἑλλήνων διαφοραί.

 Πυθαγόρειοι ἤτοι Περιπατητικοί, τὴν μονάδα καὶ πρόνοιαν καὶ τὸ κωλύειν θύεσθαι τοῖς δῆθεν θεοῖς Πυθαγόρας ἐδογμάτισεν, ἐμψύχων δὲ μὴ μεταλαμβάνειν, ἀπ

 Πλατωνικοὶ θεὸν καὶ ὕλην καὶ εἶδος καὶ τὸν κόσμον γενητὸν καὶ φθαρτὸν ὑπάρχειν, τὴν δὲ ψυχὴν ἀγένητον καὶ ἀθάνατον καὶ θείαν. Εἶναι δὲ αὐτῆς τρία μέρη

 Στωϊκοὶ σῶμα τὸ πᾶν δογματίζοντες καὶ τὸν αἰσθητὸν τοῦτον κόσμον θεὸν νομίζοντες, τινὲς δὲ ἐκ τῆς τοῦ πυρὸς οὐσίας τὴν φύσιν ἔχειν αὐτὸν ἀπεφήναντο. Κ

 Ἐπικούρειοι ἄτομά τε καὶ ἀμερῆ σώματα, ὁμοιομερῆ τε καὶ ἄπειρα τὴν ἀρχὴν εἶναι ὑπεστήσαντο καὶ τέλος εἶναι εὐδαιμονίας τὴν ἡδονὴν ἐδογμάτισαν καὶ μήτε

 Σαμαρειτισμὸς καὶ οἱ ἀπὸ τούτου Σαμαρεῖται. Οὗτός ἐστιν ἀπὸ Ἰουδαίων, πρὸ μὲν τοῦ καταστῆναι αἱρέσεις εἰς Ἕλληνας καὶ πρὸ τοῦ συστῆναι αὐτῶν τὰ δόγματ

 Σαμαρειτῶν ἔθνη τέσσαρα:

 Γοροθηνοί, οἱ ἄλλοις καιροῖς τὰς ἑορτὰς ἄγοντες παρὰ τοὺς Ἰεβουσαίους.

 Ἰεβουσαῖοι διὰ τὴν αὐτὴν αἰτίαν τῶν ἑορτῶν πρὸς τοὺς Γοροθηνοὺς διαφερόμενοι.

 Ἐσσηνοί, οἱ μηδ' ὁποτέροις ἐναντιούμενοι, τοῖς δὲ παρατυγχάνουσι συνεορτάζοντες ἀδιαφόρως.

 Δοσθηνοὶ τοῖς αὐτοῖς ἔθεσιν, οἷα δὴ Σαμαρεῖται ἐμπολιτευόμενοι, περιτομῇ τε καὶ σαββάτῳ καὶ τοῖς ἄλλοις χρώμενοι καὶ τῇ πεντατεύχῳ: περισσότερον δὲ τῶ

 Ἰουδαίων αἱρέσεις ἑπτά.

 Γραμματεῖς, οἵτινες νομικοὶ μὲν ἦσαν καὶ δευτερωταὶ παραδόσεων τῶν παρ' αὐτοῖς πρεσβυτέρων τῇ περιττοτέρᾳ ἐθελοθρησκείᾳ ἔθη φυλάττοντες, ἃ οὐ διὰ τοῦ

 Φαρισαῖοι, οἱ ἑρμηνευόμενοι ἀφωρισμένοι: οἱ τὸ ἀκρότατον βιοῦντες καὶ δῆθεν τῶν ἄλλων δοκιμώτεροι, παρ' οἷς καὶ νεκρῶν ἀνάστασις, ὃ καὶ παρὰ τοῖς γραμ

 Σαδδουκαῖοι, οἱ ἑρμηνευόμενοι δικαιότατοι, οἳ ἐκ γένους μὲν ἦσαν Σαμαρειτῶν ὁμοῦ καὶ ἱερέως Σαδοὺκ ὀνόματι, νεκρῶν μὲν ἀνάστασιν ἀρνούμενοι καὶ μὴ παρ

 Ἡμεροβαπτισταί, οἳ μὲν κατὰ πάντα Ἰουδαῖοι ἦσαν, ἔφασκον δὲ μηδένα ζωῆς αἰωνίου τυγχάνειν, εἰ μή τι ἂν καθ' ἑκάστην ἡμέραν βαπτίζοιτο.

 Ὀσσηνοί, οἳ δὴ ἰταμώτατοι ἑρμηνεύονται. Ἦσαν δὲ οὗτοι κατὰ νόμον τὰ πάντα τελοῦντες, ἐχρῶντο δὲ καὶ γραφαῖς ἑτέραις μετὰ τὸν νόμον, τοὺς δὲ πλείους τῶ

 Νασσαριαῖοι, οἱ ἑρμηνευόμενοι ἀφηνιασταί, οἳ πᾶσαν σαρκοφαγίαν ἀπαγορεύουσιν, ἐμψύχων τε οὐδ' ὅλως μεταλαμβάνουσιν, ἄχρι δὲ Μωσέως καὶ Ἰησοῦ τοῦ Ναυῆ

 Ἡρωδιανοὶ Ἰουδαῖοι μὲν ἦσαν κατὰ πάντα, Ἡρώδην δὲ Χριστὸν προσεδόκουν καὶ αὐτῷ τὸ τοῦ Χριστοῦ γέρας ἀπεδίδουν καὶ ὄνομα.

 Οὗτος ὁ πρῶτος τόμος περιέχων κατὰ τῶν εἴκοσι τούτων αἱρέσεων: ἐν αὐτῷ δὲ ἡ περὶ τῆς Χριστοῦ ἐπιδημίας ὑπόθεσις καὶ ἡ τῆς ἀληθείας ὁμολογία.

 Τάδε ἔνεστιν ἐν τῷ δευτέρῳ τόμῳ τοῦ πρώτου βιβλίου, ἐν ᾧ περὶ αἱρέσεων δεκατριῶν αἱ παρὰ Χριστιανοῖς αἱρέσεις.

 Σιμωνιανοί, οἱ ἀπὸ Σίμωνος τοῦ μάγου τοῦ ἐπὶ Πέτρου τοῦ ἀποστόλου, κώμης Γιτθῶν τῆς Σαμαρείας. Οὗτος ἀπὸ Σαμαρειτῶν ὡρμᾶτο Χριστοῦ ὑποδὺς ὄνομα μόνον.

 Μενανδριανοί, οἱ ἀπὸ τούτου τοῦ Σίμωνος διὰ Μενάνδρου τινὸς ἐναρξάμενοι, διαφερόμενοι δὲ πρὸς τοὺς Σιμωνιανοὺς κατά τι, οἳ ἀπὸ ἀγγέλων ἔλεγον τὸν κόσμ

 Σατορνιλιανοί, οἱ κατὰ τὴν Συρίαν τὴν τῶν Σιμωνιανῶν κρατύναντες αἰσχρουργίαν, ἕτερα δὲ παρὰ τοὺς Σιμωνιανοὺς εἰς ἔκπληξιν περισσοτέραν κηρύσσοντες, ἀ

 Βασιλειδιανοί, τῆς αὐτῆς αἰσχρουργίας τελεσταί, ἀπὸ Βασιλείδους, τοῦ ἅμα Σατορνίλῳ, καὶ Σιμωνιανοῖς καὶ Μενανδριανοῖς μαθητευομένου καὶ τὰ ὅμοια μὲν φ

 Νικολαῗται, ἀπὸ Νικολάου τοῦ ἐπὶ ταῖς χρείαις ὑπὸ τῶν ἀποστόλων ταχθέντος, ὃς διὰ ζῆλον τῆς ἰδίας γαμετῆς τὴν αἰσχρουργίαν ἅμα τοῖς ἄλλοις ἐπιτελεῖν τ

 Γνωστικοί, οἱ τὰς αἱρέσεις διαδεξάμενοι, πλέον δὲ τούτων πάντων τὴν αἰσχρότητα ἐμμανῶς ἐργαζόμενοι, ἐν Αἰγύπτῳ δὲ Στρατιωτικοὶ καλούμενοι καὶ Φιβιωνῖτ

 Καρποκρατιανοί, οἱ ἀπὸ Καρποκράτους τινὸς τῶν ἐν τῇ Ἀσίᾳ. Οὗτος ἐδίδασκε πᾶσαν αἰσχρουργίαν ἐκτελεῖν καὶ πᾶν ἐπιτήδευμα ἁμαρτίας. Καὶ εἰ μή τις, φησί,

 Κηρινθιανοί, οἱ καὶ Μηρινθιανοί. Οὗτοι ἀπὸ Κηρίνθου καὶ Μηρίνθου Ἰουδαῖοί τινες τὴν περιτομὴν αὐχοῦντες, τὸν δὲ κόσμον ὑπ' ἀγγέλων γεγενῆσθαι, Ἰησοῦν

 Ναζωραῖοι, οἳ Χριστὸν ὁμολογοῦσιν Ἰησοῦν υἱὸν θεοῦ, πάντα δὲ κατὰ νόμον πολιτευόμενοι.

 Ἐβιωναῖοι, παραπλήσιοι τοῖς προειρημένοις Κηρινθιανοῖς καὶ Ναζωραίοις, συνήφθη δὲ κατά τι ἡ τῶν Σαμψαίων καὶ Ἑλκεσαίων αἵρεσις, οἳ Χριστόν φασιν ἐκτίσ

 Οὐαλεντινιανοί, οἳ σαρκὸς μὲν ἀπαγορεύουσιν ἀνάστασιν, παλαιὰν δὲ ἀθετοῦσι διαθήκην, καὶ προφήτας ἀναγινώσκοντες καί, ὅσα ἄλλα εἰς ὁμοίωσιν δύναται τρ

 Σεκουνδιανοί, οἷς συνάπτεται Ἐπιφάνης καὶ Ἰσίδωρος, ταῖς αὐταῖς κεχρημένοι συζυγίαις, τὰ ὅμοια Οὐαλεντίνῳ πεφρονηκότες, ἕτερα δὲ παρ' αὐτὸν ποσῶς διηγ

 Πτολεμαῖοι, μαθηταὶ καὶ αὐτοὶ ὄντες Οὐαλεντίνου, οἷς συνάπτεται ἡ Φλώρα: τὰ αὐτὰ δὲ περὶ τῶν συζυγιῶν καὶ οὗτοι λέγουσι καθάπερ Οὐαλεντινιανοὶ καὶ Σεκ

 Αὕτη καὶ ἡ τοῦ δευτέρου τόμου τοῦ πρώτου βιβλίου τῶν δεκατριῶν αἱρέσεων ἀνακεφαλαίωσις.

 Τάδε ἔνεστι καὶ ἐν τῷ τρίτῳ τοῦ πρώτου βιβλίου τόμῳ, ἐν ᾧ εἰσιν αἱρέσεις δεκατρεῖς.

 Μαρκωσαῖοι. Μάρκος τις γεγένηται Κολορβάσου συμφοιτητής, δύο ἀρχὰς καὶ οὗτος παρεισάγων. Ἀθετεῖ δὲ νεκρῶν ἀνάστασιν, φαντασίας δέ τινας δι' ἐκπωμάτων

 Κολορβασαῖοι. Καὶ οὗτος ὁ Κολόρβασος ὡσαύτως τὰ αὐτὰ διηγούμενος, κατά τι δὲ διαφερόμενος πρὸς ἄλλας αἱρέσεις_φημὶ δὴ πρὸς τὰς περὶ Μάρκον καὶ Οὐαλεντ

 Ἡρακλεωνῖται: καὶ οὗτοι τῇ τῶν ὀγδοάδων φαίνονται μυθολογίᾳ στοιχοῦντες, ἑτέρως παρὰ τὸν Μάρκον καὶ Πτολεμαῖον καὶ Οὐαλεντῖνον καὶ τοὺς ἄλλους. Ἀλλὰ κ

 Ὀφῖται, οἱ τὸν ὄφιν δοξάζοντες καὶ τοῦτον Χριστὸν ἡγούμενοι, ἔχοντες δὲ φύσει ὄφιν τὸ ἑρπετὸν ἐν κίστῃ τινί.

 Καϊανοὶ ἅμα ταῖς ἄλλαις ὡσαύτως ταῖς τὸν νόμον ἀθετούσαις αἱρέσεσιν καὶ τὸν λαλήσαντα ἐν νόμῳ τὰ αὐτὰ φρονοῦσι. Σαρκὸς μὲν ἀνάστασιν ἀρνούμενοι, τὸν δ

 Σηθιανοί. Οὗτοι πάλιν τὸν Σὴθ δοξάζουσιν φάσκοντες αὐτὸν εἶναι ἐκ τῆς ἄνω μητρὸς μεταμεληθείσης, ἐφ' οἷς τοὺς περὶ Κάϊν προεβάλετο, εἶτα μετὰ τὸ τὸν Κ

 Ἀρχοντικοί. Οὗτοι πάλιν εἰς πολλοὺς ἄρχοντας τὸ πᾶν ἀναφέρουσι καὶ τὰ γινόμενα ἐκ τούτων γεγενῆσθαι λέγουσιν: ἁλίσκονται δὲ καὶ ἐπ' αἰσχρότητί τινι. Σ

 Κερδωνιανοί, ἀπὸ Κέρδωνος τοῦ Ἡρακλέωνα διαδεξαμένου τὴν μετοχὴν τῆς πλάνης, προσθέντος δὲ τῇ ἀπάτῃ: ὃς ἀπὸ τῆς Συρίας εἰς τὴν Ῥώμην μεταστὰς τὸ κήρυγ

 Μαρκιωνισταί. Μαρκίων ἀπὸ Πόντου ὁρμώμενος ἐπισκόπου μὲν ἦν υἱός, φθείρας δὲ παρθένον ἀπέδρα διὰ τὸ ἐξεῶσθαι ὑπὸ τοῦ ἰδίου πατρὸς ἀπὸ τῆς ἐκκλησίας. Ο

 Λουκιανισταί. Λουκιανός τις, οὐχ ὁ νῦν ἐν χρόνοις Κωνσταντίνου γενόμενος, ἀλλ' ἀρχαιότερος, πάντα κατὰ τὸν Μαρκίωνα ἐδογμάτισε, πρὸς δὲ τούτοις καὶ ἕτ

 Ἀπελλιανοί. Καὶ οὗτος Ἀπελλῆς τὰ ὅμοια Μαρκίωνι καὶ Λουκιανῷ δογματίζει, κακίζει τὴν πᾶσαν ποίησιν καὶ τὸν πεποιηκότα. Οὐχ ὁμοίως δὲ τούτοις τρεῖς ἀρχ

 Σευηριανοί. Σευῆρός τις πάλιν τῷ Ἀπελλῇ ἐποχούμενος τὸν οἶνον ἀποβάλλεται καὶ τὴν ἄμπελον ἐκ τοῦ δρακοντοειδοῦς Σατᾶν καὶ γῆς μυθολογῶν πεφυκέναι, συν

 Τατιανοί. Τατιανὸς οὗτος συνήκμασεν Ἰουστίνῳ τῷ ἁγιωτάτῳ μάρτυρι καὶ φιλοσόφῳ, μετὰ δὲ τὴν τοῦ ἁγίου Ἰουστίνου τελευτὴν προσεφθάρη τοῖς τοῦ Μαρκίωνος

 Ταῦτα τὰ κεφάλαια τῶν τριῶν τοῦ πρώτου βιβλίου τόμων περὶ τῶν τεσσαράκοντα ἓξ αἱρέσεων. _Ἀνακεφαλαίωσις τοῦ δευτέρου βιβλίου τόμου τετάρτου, ἐν ᾧ εἰσι

 Ἐγκρατῖται, οἳ ἀπόσπασμα τυγχάνοντες Τατιανοῦ τὸν γάμον ἀποβάλλονται, τοῦ Σατανᾶ φάσκοντες εἶναι τοῦτον, πᾶσαν δὲ ἀπαγορεύοντες ἐμψυχοφαγίαν.

 Οἱ Καταφρυγαστῶν καὶ Μοντανιστῶν καὶ Ἀσκοδρουγγητῶν, οἵτινες παλαιὰν καὶ καινὴν διαθήκην δέχονται, ἑτέρους δὲ προφήτας παρεισάγοντες, Μοντανόν τινα αὐ

 Πεπουζιανοί, οἱ καὶ Κυϊντιλλιανοί, οἷς συνάπτονται Ἀρτοτυρῖται, αἱρέσεις δύο. Ἐξ αὐτῶν μέν εἰσι τῶν Καταφρυγαστῶν, ἕτερα δὲ παρ' ἐκείνους δογματίζουσι

 Τεσσαρεσκαιδεκατῖται. Οὗτοι μίαν ἡμέραν τοῦ ἐνιαυτοῦ τὸ πάσχα ἐκτελοῦντες, ἐν ὁποίᾳ ἂν ἡμέρᾳ ἐμπέσοι ἡ τῆς σελήνης τεσσαρεσκαιδεκαταία, ἤτοι ἐν σαββάτ

 Ἄλογοι, ἀφ' ἡμῶν κληθέντες, οἱ τὸ εὐαγγέλιον τὸ κατὰ Ἰωάννην ἀθετοῦντες καὶ τὴν Ἀποκάλυψιν αὐτοῦ διὰ τὸ τὸν ἐλθόντα ἐκ τοῦ πατρὸς θεὸν λόγον ὄντα ἀεὶ

 Ἀδαμιανοὶ παρά τινος Ἀδὰμ ζῶντος καλουμένου χλεύης μᾶλλον ἢ ἀληθείας τὸ δόγμα ἔχουσι. Γίνεται δέ τι τοιοῦτον: Γυμνοὶ συνάγονται ὡς ἐκ μητρὸς ἄνδρες κα

 Σαμψαῖοι καὶ Ἐλκεσαῖοι, ἔτι δεῦρο τὴν Ἀραβίαν κατοικοῦντες καθύπερθεν τῆς νεκρᾶς θαλάσσης κειμένην: οἵτινες ἀπὸ τοῦ Ἠλξαΐ τινος ψευδοπροφήτου ἠπατημέν

 Θεοδοτιανοί, οἱ ἀπὸ Θεοδότου τοῦ σκυτέως ἀπὸ Βυζαντίου. Οὗτος ἐν παιδείᾳ Ἑλληνικῇ ἄκρος γενόμενος, ἅμα δὲ ἄλλοις τῶν ἐν ἡμέραις τοῦ τότε διωγμοῦ μόνος

 Μελχισεδεκιανοί. Οὗτοι τὸν Μελχισεδὲκ γεραίροντες, τινὰ δύναμιν αὐτὸν φάσκοντες καὶ μὴ ἄνθρωπον ψιλὸν καὶ εἰς τὸ τούτου ὄνομα πάντα ἀνάγειν καὶ λέγειν

 Βαρδησιανισταί. Βαρδησιάνης οὗτος ἐκ τῆς Μεσοποταμίας ὡρμᾶτο: τὰ πρῶτα μὲν τῆς ἀληθινῆς πίστεως ὑπάρχων καὶ ἐν φιλοσοφίᾳ διαπρέπων, ἐκκλίνας δὲ τῆς ἀλ

 Νοητιανοί. Νόητος οὗτος ἀπὸ Σμύρνης ὑπῆρχεν τῆς Ἀσίας. Ἐφ' ἅρματι δὲ ἐνεχθεὶς σὺν ἄλλοις φησὶν υἱοπάτορα τὸν Χριστόν: ἐδίδαξε τὸν αὐτὸν εἶναι πατέρα κ

 Οὐαλήσιοι. Οὗτοι, καθὼς ὑπειλήφαμεν, εἰσὶν οἱ τὴν Βάκαθον κατοικοῦντες, μητροκωμίαν τῆς Ἀράβων Φιλαδελφίας, οἱ τοὺς παρεντυγχάνοντας καὶ ἐπιξενουμένου

 Καθαροί, οὗτοι ἅμα Ναυάτῳ συναφθέντες τῷ Ῥωμαίῳ καὶ τοὺς διγάμους παντελῶς ἀποβάλλονται καὶ μετάνοιαν οὐ δέχονται.

 Ἀγγελικοί. Οὗτοι παντελῶς ἐξέλιπον, αὐχοῦντες ἀγγελικὴν ἔχειν τάξιν ἢ διὰ τὸ ἀγγέλοις προσκεκλῆσθαι.

 Ἀποστολικοί, οἱ καὶ Ἀποτακτικοί. Καὶ οὗτοι περὶ τὴν Πισιδίαν, μόνον ἀποτακτικοὺς δεχόμενοι. Παραπλησιάζουσι δὲ τοῖς Ἐγκρατίταις, ἄλλα δὲ παρ' αὐτοὺς φ

 Σαβελλιανοί, οἱ τὰ ὅμοια Νοήτου δοξάζοντες παρὰ τὸ μὴ τὸν πατέρα λέγειν πεπονθέναι, λέγοντες προφορικὸν καὶ πάλιν ἀναχεόμενον τὸν λόγον.

 Ὠριγενιανοί, οἱ ἀπό τινος Ὠριγένους: αἰσχροποιοὶ δὲ οὗτοί εἰσιν, ἀρρητοποιοῦντες καὶ τὰ ἑαυτῶν σώματα φθορᾷ παραδιδόντες.

 Ὠριγενιανοὶ ἄλλοι, Ὠριγένους τοῦ καὶ Ἀδαμαντίου τοῦ συντάκτου, οἱ τὴν τῶν νεκρῶν ἀνάστασιν ἀποβαλλόμενοι, Χριστὸν δὲ κτίσμα καὶ τὸ ἅγιον πνεῦμα εἰσηγο

 Αὗται τοῦ τετάρτου τόμου, δευτέρου δὲ βιβλίου αἱρέσεις ιηʹ.

 Τάδε ἔνεστιν ἐν τῷ πέμπτῳ τόμῳ, δευτέρου δὲ βιβλίου, αἱρέσεις πέντε.

 Παυλιανισταί, ἀπὸ Παύλου τοῦ Σαμοσατέως. Οὗτος ὁ Παῦλος ἀνύπαρκτον τὸν Χριστὸν ὀλίγου δεῖν διαβεβαιοῦται, λόγον προφορικὸν αὐτὸν σχηματίσας, ἀπὸ Μαρία

 Μανιχαῖοι, οἱ καὶ Ἀκονῖται. Οὗτοι Μάνη τοῦ Πέρσου μαθηταὶ Χριστὸν μὲν σχήματι λέγοντες, ἥλιον δὲ σέβοντες καὶ σελήνην ἄστροις τε καὶ δυνάμεσι καὶ δαίμ

 Ἱερακῖται. Οὗτοι ἀπὸ Ἱέρακος τοῦ Λεοντοπολίτου τῆς Αἰγύπτου, ἐξηγητοῦ τινος, σαρκὸς μὲν ἀνάστασιν ἀθετοῦντες, χρώμενοι δὲ παλαιᾷ καὶ νέᾳ διαθήκῃ, ἀπαγ

 Μελετιανοί, οἱ ἐν Αἰγύπτῳ σχίσμα ὄντες, οὐχ αἵρεσις, μὴ συνευχόμενοι τοῖς ἐν τοῖς διωγμοῖς παραπεπτωκόσι, νῦν δὲ Ἀρειανοῖς συναφθέντες.

 Ἀρειανοί, οἱ καὶ Ἀρειομανῖται καὶ Διατομῖται, οἱ τὸν υἱὸν τοῦ θεοῦ κτίσμα λέγοντες καὶ τὸ πνεῦμα τὸ ἅγιον κτίσμα κτίσματος, σάρκα μόνον τὸν σωτῆρα ἀπὸ

 Αὗται τοῦ πέμπτου τόμου, δευτέρου δὲ βιβλίου, αἱρέσεις πέντε.

 Τάδε ἔνεστιν ἐν τῷ πρώτῳ τόμῳ βιβλίου τρίτου, αἱρέσεις ἑπτά.

 Αὐδιανοί, σχίσμα καὶ ἀφηνιασμός, οὐ μέντοι αἵρεσις. Οὗτοι διαγωγὴν μὲν καὶ βίον εὖ τεταγμένον κέκτηνται, εἰσὶν δὲ κατὰ πάντα τὴν πίστιν ἔχοντες ὡς ἡ κ

 Φωτεινιανοί. Φωτεινὸς οὗτος ἀπὸ Σιρμίου ὁρμώμενος τὰ ὅμοια Παύλῳ τῷ Σαμοσατεῖ ἐφρόνησεν, κατά τι δὲ πρὸς αὐτὸν διηνέχθη. Καὶ οὗτος δὲ ἀπὸ Μαρίας καὶ δ

 Μαρκελλιανοί, οἱ ἀπὸ Μαρκέλλου τοῦ ἀπ' Ἀγκύρας τῆς Γαλατίας. Οὗτος ἐν ἀρχῇ παραπλησίως Σαβελλίῳ φρονήσας διεφημίσθη: εἰς ἀπολογίαν δὲ πολλάκις ἐλθὼν κ

 Ἡμιάρειοι: οἱ Χριστὸν μὲν κτίσμα ὁμολογοῦντες, εἰρωνείᾳ δὲ κτίσμα αὐτὸν φάσκοντες οὐχ ὡς ἓν τῶν κτισμάτων. Ἀλλά, φασίν, υἱὸν αὐτὸν λέγομεν, διὰ δὲ τὸ

 Πνευματομάχοι. Οὗτοι μὲν περὶ Χριστοῦ καλῶς λέγουσι παρά τι, τὸ πνεῦμα δὲ τὸ ἅγιον βλασφημοῦσι, κτιστὸν αὐτὸ ὁριζόμενοι καὶ οὐκ ὂν ἐκ τῆς θεότητος, μᾶ

 Ἀεριανοί. Οὗτος ὁ Ἀέριος ἀπὸ Πόντου ὡρμᾶτο: ἔτι δὲ δεῦρο πειρασμός ἐστιν οὗτος τῷ βίῳ. Γέγονε δὲ πρεσβύτερος τοῦ ἐπισκόπου Εὐσταθίου τοῦ ἐν Ἀρειανοῖς

 Ἀετιανοὶ οἱ ἀπὸ Ἀετίου τοῦ Κίλικος διακόνου γενομένου ὑπὸ Γεωργίου τοῦ τῶν Ἀρειανῶν ἐπισκόπου τῆς Ἀλεξανδρείας, οἱ καὶ Ἀνόμοιοι καλούμενοι, παρά τισι

 Αὗταί εἰσιν ὁμοίως τοῦ ἕκτου τόμου, τρίτου δὲ βιβλίου αἱρέσεις ἑπτά.

 Τάδε ἔνεστι ἐν τῷ ἑβδόμῳ τόμῳ, τρίτου δὲ βιβλίῳ, αἱρέσεις τέσσαρες.

 Διμοιρῖται, οἱ καὶ Ἀπολλινάριοι, οἱ μὴ τελείαν τὴν Χριστοῦ παρουσίαν ἤγουν ἐνανθρώπησιν ὁμολογοῦντες, ὡς τινὲς ὁμοούσιον τὸ σῶμα τῇ θεότητι ἐτόλμησαν

 Ἀντιδικομαριαμῖται, οἱ τὴν ἁγίαν Μαρίαν τὴν ἀειπαρθένον μετὰ τὸ τὸν σωτῆρα γεννῆσαι τῷ Ἰωσὴφ συνῆφθαι λέγοντες.

 Κολλυριδιανοί, οἱ εἰς ὄνομα τῆς αὐτῆς Μαρίας ἐν ἡμέρᾳ τινὶ τοῦ ἔτους ἀποτεταγμένῃ κολλυρίδα τινὰ προσφέροντες, οἷς ἐπεθέμεθα Κολλυριδιανοί.

 Μασσαλιανοί, οἱ ἑρμηνευόμενοι Εὐχῆται. Συνάπτονται δὲ τούτοις καὶ τῶν ἀπὸ Ἑλλήνων ἐπιτετηδευμένων αἱρέσεων οὗτοι οἱ λεγόμενοι Εὐφημῖται καὶ Μαρτυριανο

 Αὕτη τοῦ ἑβδόμου τόμου ἀνακεφαλαίωσις.

 Κεφάλαια τοῦ τῶν Μασσαλιανῶν δυσσεβοῦς δόγματος ἀναληφθέντα ἐκ τοῦ βιβλίου αὐτῶν. Ὅτι συνοικεῖ τῷ ἀνθρώπῳ ἐνυποστάτως ὁ σατανᾶς καὶ κατὰ πάντα κυριεύε

 Ἔτι δὲ ἀποστρέφονται καὶ τὴν ἐκ τῶν χειρῶν ἐργασίαν ὡς οὐ πρέπουσαν χριστιανοῖς. Κατὰ μέρος δὲ καὶ τὴν περὶ τοὺς πτωχοὺς ἀπανθρωπίαν εἰσάγοντες φάσκον

 Τούτοις προσετίθεσαν τῶν ἐκκλησιῶν καὶ τῶν θυσιαστηρίων ὑπεροψίαν, ὡς δέον τοὺς ἀσκητὰς ἐκκλησιαστικαῖς μὲν μὴ παραμένειν συνάξεσιν, ἀρκεῖσθαι δὲ ταῖς

 Πολλὰ δὲ καὶ ἕτερα πρὸς τοῖς εἰρημένοις τερατεύονται, ὡς καὶ γάμους ἐνθέσμους ἀδιαφορώτατα διαλύειν αὐτοὺς καὶ τοὺς τῶν γάμων ἀφισταμένους ὡς ἀσκητὰς

 Ἔτι περὶ τῆς εἰρημένης αἱρέσεως τῶν Μασσαλιανῶν τῶν ἐν μοναστηρίοις μάλιστα εὑρισκομένων ἐκ τῆς ἱστορίας Θεοδωρήτου. Κατὰ τοὺς χρόνους Οὐαλεντινιανοῦ

 Φλαβιανὸς δέ, ὁ πολυθρύλλητος τῆς Ἀντιοχέων ἀρχιερεύς, ἐν Ἐδέσσῃ τούτους διάγειν μαθών, τὸν οἰκεῖον τοῖς πελάζουσιν ἐγχεῖν προιεμένους ἰόν, συμμορίαν

 Αὗται μὲν ἕως Μαρκιανοῦ αἱ αἱρέσεις: ἀπὸ δὲ Μαρκιανοῦ μικρὸν πρὸς καὶ δεῦρο καὶ ἐπὶ Λέοντος ἀνεφύησαν αἱ αἱρέσεις αὗται.

 Νεστοριανοί, οἱ ἰδίως καὶ κεχωρισμένως ὑπάρχειν τὸν θεὸν λόγον δογματίζοντες καὶ ἰδίως τὸν ἄνθρωπον αὐτοῦ καὶ τὰ μὲν ταπεινότερα τῶν πραχθέντων ὑπὸ το

 Εὐτυχιανισταί, οἱ ἀπὸ Εὐτυχέως τοὔνομα τῆς αἱρέσεως ἐσχηκότες, οἱ μὴ λέγοντες ἐκ τῆς ἁγίας παρθένου Μαρίας εἰληφέναι τὴν σάρκα τὸν κύριον ἡμῶν Ἰησοῦν

 Αἰγυπτιακοί, οἱ καὶ Σχηματικοί, μονοφυσῖται, οἱ προφάσει τοῦ ἐν Χαλκηδόνι συντάγματος τοῦ τόμου ἀποσχίσαντες τῆς ὀρθοδόξου ἐκκλησίας. Αἰγυπτιακοὶ δὲ π

 Περὶ φύσεως καὶ ὑποστάσεως, ὅπως οἱ ἐκ Σευήρου δοξάζουσι καὶ πῶς τὰς μερικὰς δογματίζουσιν οὐσίας. Ἰωάννου γραμματικοῦ τοῦ τριθεΐτου τοῦ λεγομένου Φιλ

 Ἐκ τοῦ αὐτοῦ Διαιτητοῦ κεφάλαιον ζʹ. Ἕβδομος ἔστω λόγος ὁ, ἐξ ὧν οἱ τἀναντία πρεσβεύοντες ὑποτίθενται, τὴν ἰδίαν ἐπισφραγίζειν ἀλήθειαν: δύο γὰρ εἶναι

 Τοῦ γὰρ ζῴου εἰς τὸ λογικὸν διαιρουμένου καὶ τὸ ἄλογον, καὶ τοῦ λογικοῦ πάλιν εἰς ἄνθρωπον καὶ ἄγγελον καὶ δαίμονα, τὰ εἰς ἃ λοιπὸν ὑποτέμνεται ἐσχάτω

 Αὕτη δὴ οὖν ἡ κοινὴ φύσις, ἡ ἀνθρώπου, καθ' ἣν οὐδεὶς ἄνθρωπος οὐδενὸς διενήνοχεν, ἐν ἑκάστῳ τῶν ἀτόμων γινομένη ἰδία λοιπὸν ἐκείνου καὶ οὐδενὸς ἑτέρο

 Οὐ γὰρ δὴ τὴν κοινὴν ἐπὶ τῆς ἁγίας τριάδος νοουμένην τῆς θεότητος σεσαρκῶσθαί φαμεν: οὕτω γὰρ ἂν τοῦ πατρὸς καὶ τοῦ ἁγίου πνεύματος κατηγοροῦμεν τὴν ἐ

 Πολλάκις δὲ τὸ πρόσωπον τῆς ὑποστάσεως διακρίνουσι, πρόσωπον καλοῦντες τήν τινων σχέσιν πρὸς ἄλληλα, οὐκ ἀγνοούσης οὐδὲ τῆς συνήθους χρήσεως τοῦτο τοῦ

 Προδιηγείσθω δὲ ἡμῖν μετὰ τῶν ἄλλων καὶ τοῦτο, ὡς εἰ καὶ τὰ μάλιστα μηδὲ τὸν τυχόντα χρόνον χωρὶς τῆς πρὸς τὸν λόγον ἑνώσεως τὸ ἀνθρώπινον ὑπέστη τοῦ

 Τούτων οὕτω διευκρινημένων σαφῶς καὶ ὑπὸ πάντων, οἶμαι, συμφωνουμένων, λεγέτωσαν ἡμῖν οἱ δύο εἶναι τὰς τοῦ Χριστοῦ φύσεις, μίαν δὲ τὴν ὑπόστασιν ὑποτι

 Καὶ μεθ' ἕτερα πάλιν, ἐν οἷς γυμνάζει, ὅτι τὸ μᾶλλον καὶ ἧττον ἡ οὐσία οὐκ ἐπιδέχεται, φησὶ πάλιν ἐν τῷ αὐτῷ κεφαλαίῳ οὕτως: Μίαν μὲν γὰρ φύσιν πλειόν

 Ἀλλ' ἐπειδὴ τὸ ἀνθρώπινον τοῦ Χριστοῦ, φασίν, ἐν τῷ λόγῳ τὴν ὑπόστασιν ἔσχε καὶ οὐ προϋπέστη τῆς τοῦ λόγου ἑνώσεως, διὰ τοῦτο μίαν φαμὲν εἶναι τὴν τοῦ

 Ἀφθαρτοδοκῆται, οἱ ἀπὸ Ἰουλιανοῦ τοῦ Ἁλικαρνασέως καὶ Γαϊανοῦ τοῦ Ἀλεξανδρέως, οἱ καὶ Γαϊανῖται λεγόμενοι, ἐν τοῖς ἄλλοις μὲν ἅπασι τοῖς ἐκ Σευήρου συ

 Ἀγνοῆται, οἱ καὶ Θεμιστιανοί, οἱ ἀγνοεῖν ἀσεβῶς καταγγέλοντες τὸν Χριστὸν τὴν ἡμέραν τῆς κρίσεως καὶ δειλίαν αὐτοῦ καταγράφοντες. Οὗτοι δὲ ἀπόσχισμα τ

 Βαρσανουφῖται, οἱ καὶ Σεμιδαλῖται, σύμφρονες μὲν τῶν Γαϊανιτῶν καὶ τῶν Θεοδοσιανῶν, ἔχουσι δέ τι καὶ πλέον: σεμίδαλιν γὰρ προστιθέασι τοῖς ἀπὸ Διοσκόρ

 Ἡϊκέται, οἵτινες ἀσκηταὶ μὲν ὑπάρχουσιν, ὀρθόδοξοι ἐν τοῖς ἄλλοις ἅπασιν ὄντες, συναγόμενοι δὲ ἅμα γυναιξὶν ἀσκητρίαις ἐν μοναστηρίοις ὕμνους τῷ θεῷ π

 Γνωσιμάχοι, οἱ πάσῃ γνώσει τοῦ χριστιανισμοῦ ἀντιπίπτοντες ἐν τῷ λέγειν αὐτούς, ὅτι περισσόν τι ποιοῦσιν οἱ γνώσεις τινὰς ἐκζητοῦντες ἐν ταῖς θείαις γ

 Ἡλιοτροπῖται, οἱ τὰς λεγομένας ἡλιοτροπίους βοτάνας ταῖς ἀκτῖσι τοῦ ἡλίου συμπεριφερομένας λέγοντες δύναμίν τινα θείαν ἔχειν, τὴν τὰς τοιαύτας περιφορ

 Θνητοψυχῖται, οἱ τὴν ἀνθρωπείαν ψυχὴν εἰσάγοντες ὁμοίαν τῆς τῶν κτηνῶν καὶ τῷ σώματι λέγοντες συναπόλλυσθαι αὐτήν.

 Ἀγονυκλῖται, οἱ ἐν παντὶ καιρῷ τῶν προσευχῶν αὐτῶν γόνυ μὴ θέλοντες κλίνειν, ἀλλ' ἑστῶτες ἀεὶ τὰς προσευχὰς ποιούμενοι.

 Θεοκαταγνῶσται, οἱ καὶ Βλάσφημοι, οἱ ἔν τισι λόγοις καὶ πράγμασι τοῦ δεσπότου ἡμῶν θεοῦ τῶν τε ἀνακειμένων αὐτῷ ἁγίων προσώπων καὶ τῶν θείων γραφῶν πε

 Χριστολύται, οἱ λέγοντες τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν τὸ ἔμψυχον σῶμα αὐτοῦ κάτω λελοιπέναι καὶ γυμνῇ τῇ θεότητι ἀνεληλ

 Ἐθνόφρονες, οἱ ταῖς συνηθείαις τῶν ἐθνῶν ἐπακολουθοῦντες, χριστιανοὶ τἄλλα ὑπάρχοντες, οἵτινες παρεισάγουσι γένεσιν καὶ τύχην καὶ εἱμαρμένην, πᾶσάν τε

 Δονατικοί, ἀπὸ Δονάτου τινὸς ἐν τῇ Ἀφρικῇ ἐναρξάμενοι, τοῦ παραδεδωκότος αὐτοῖς ὀστοῦν τι, ἐπὶ τῆς χειρὸς αὐτῶν κρατοῦντας τοῦτο πρότερον ἀσπάζεσθαι κ

 Ἠθικοπροσκόπται, οἱ ἐν τῇ ἠθικῇ ἤγουν πρακτικῇ προσκόπτοντες καὶ ἔνια μὲν δόγματα αὐτῆς ἐπαινετὰ ὑπάρχοντα διαβάλλοντες, τινὰ δὲ ψεκτὰ ὄντα ὡς χρηστὰ

 Παρερμηνευταί, οἵ τινα κεφάλαια τῶν θείων γραφῶν τῆς τε παλαιᾶς καὶ νέας διαθήκης παρερμηνεύοντες καὶ πρὸς τὸν οἰκεῖον σκοπὸν ταῦτα μεθοδεύοντες: ἐμφι

 Λαμπετιανοί, οἱ ἀπὸ Λαμπετίου τινὸς οὕτω προσαγορευόμενοι, οἵτινες τοῖς βουλομένοις ἐπὶ τὸ αὐτὸ ζῆν καὶ ἐν κοινοβίοις διάγειν ἐπιτρέπουσιν ἑκάστῳ, οἵα

 Μονοθελῆται, οἱ ἀπὸ τοῦ Ἀλεξανδρείας Κύρου τὴν ἀρχὴν εἰληφότες, ὑπὸ δὲ τοῦ Κωνσταντινουπόλεως Σεργίου βεβαιωθέντες. Οὗτοι δύο μὲν ἐπὶ Χριστοῦ φύσεις π

 Αὐτοπροσκόπται, πάντα μὲν ὀρθόδοξοι τυγχάνοντες , ἀδεῶς δὲ τῆς καθολικῆς ἐκκλησίας καὶ κοινωνίας, σφᾶς αὐτοὺς προφάσεώς τινος εὐτελοῦς ἕνεκα, εἰ τύχοι

 Ἔστι δὲ καὶ ἡ μέχρι τοῦ νῦν κρατοῦσα λαοπλανὴς θρησκεία τῶν Ἰσμαηλιτῶν πρόδρομος οὖσα τοῦ ἀντιχρίστου. Κατάγεται δὲ ἀπὸ τοῦ Ἰσμαὴλ τοῦ ἐκ τῆς Ἄγαρ τεχ

 Οὗτοι μὲν οὖν εἰδωλολατρήσαντες καὶ προσκυνήσαντες τῷ ἑωσφόρῳ ἄστρῳ καὶ τῇ Ἀφροδίτῃ, ἣν δὴ καὶ Χαβὰρ τῇ ἑαυτῶν ἐπωνόμασαν γλώσσῃ, ὅπερ σημαίνει μεγάλη

 Λέγει ἕνα θεὸν εἶναι ποιητὴν τῶν ὅλων, μήτε γεννηθέντα μήτε γεγεννηκότα. Λέγει τὸν Χριστὸν λόγον εἶναι τοῦ θεοῦ καὶ πνεῦμα αὐτοῦ, κτιστὸν δὲ καὶ δοῦλο

 Καὶ ἄλλα πολλὰ τερατολογῶν ἐν τῇ τοιαύτῃ συγγραφῇ γέλωτος ἄξια, ταύτην πρὸς θεοῦ ἐπ' αὐτὸν κατενεχθῆναι φρυάττεται. Ἡμῶν δὲ λεγόντων: Καὶ τίς ἐστιν ὁ

 Πάλιν ἡμῶν ἐρωτώντων: Πῶς αὐτοῦ ἐντειλαμένου ὑμῖν ἐν τῇ γραφῇ ὑμῶν μηδὲν ποιεῖν ἢ δέχεσθαι ἄνευ μαρτύρων, οὐκ ἠρωτήσατε αὐτόν, ὅτι πρῶτον αὐτὸς ἀπόδει

 Καλοῦσι δὲ ἡμᾶς ἑταιριαστάς, ὅτι, φησίν, ἑταῖρον τῷ θεῷ παρεισάγομεν λέγοντες εἶναι τὸν Χριστὸν υἱὸν θεοῦ καὶ θεόν. Πρὸς οὕς φαμεν, ὅτι τοῦτο οἱ προφῆ

 Πάλιν δέ φαμεν πρὸς αὐτούς: Ὑμῶν λεγόντων, ὅτι ὁ Χριστὸς λόγος ἐστὶ τοῦ θεοῦ καὶ πνεῦμα, πῶς λοιδορεῖτε ἡμᾶς ὡς ἑταιριαστάς Ὁ γὰρ λόγος καὶ τὸ πνεῦμα

 Διαβάλλουσι δὲ ἡμᾶς ὡς εἰδωλολάτρας προσκυνοῦντας τὸν σταυρόν, ὃν καὶ βδελύττονται. Καί φαμεν πρὸς αὐτούς: Πῶς οὖν ὑμεῖς λίθῳ προστρίβεσθε κατὰ τὸν Χα

 Οὗτος ὁ Μάμεδ πολλάς, ὡς εἴρηται, ληρωδίας συντάξας ἑκάστῃ τούτων προσηγορίαν ἐπέθηκεν, οἷον ἡ γραφὴ »τῆς γυναικὸς« καὶ ἐν αὐτῇ τέσσαρας γυναῖκας προφ

 Πάλιν γραφὴ τῆς καμήλου τοῦ θεοῦ, περὶ ἧς λέγει, ὅτι ἦν κάμηλος ἐκ τοῦ θεοῦ καὶ ἔπινεν ὅλον τὸν ποταμὸν καὶ οὐ διήρχετο μεταξὺ δύο ὀρέων διὰ τὸ μὴ χωρ

 Πάλιν φησὶν ὁ Μάμεδ: ἡ γραφὴ »τῆς τραπέζης« λέγει δέ, ὅτι ὁ Χριστὸς ᾐτήσατο παρὰ τοῦ θεοῦ τράπεζαν, καὶ ἐδόθη αὐτῷ. Ὁ γὰρ θεός, φησίν, εἶπεν αὐτῷ, ὅτι

 Πάλιν γραφὴν »βοιδίου« λέγει καὶ ἄλλα τινὰ ῥήματα γέλωτος ἄξια, ἃ διὰ τὸ πλῆθος παραδραμεῖν οἴομαι δεῖν. Τούτους περιτέμνεσθαι σὺν γυναιξὶ νομοθετήσας

 Provenance unknown

 Provenance unknown

 Provenance unknown

To all this they have added a contempt for churches and altars, alleging that ascetics have no need to frequent church services, since their prayers in their own oratories are quite sufficient. For such, they were accustomed to say, was the power of prayer as to make the Holy Ghost sensibly manifest to themselves and their disciples. They have this strange idea that those who would be saved must, without engaging in any other occupation whatsoever, pray until such time as they feel the sin being perceptibly driven out by the force of their prayers like some sort of smoke, or fire, or serpent, or other such beast; and until they sensibly experience the return of the Holy Ghost and have in their soul a manifest perception of His entrance. And this, they say, is the true communion of Christians. For those who have been baptized do by no means all participate in the Holy Ghost through the baptism of the Church or by the ordinations of clerics, unless they most assiduously have communion by their own prayers and, apart from baptism, receive the communion of the Holy Ghost, and unless they be willing to remain with them and be instructed in their doctrines. Thus, when certain priests said to them that ‘we confess that we possess the Holy Ghost in faith but not sensibly, they promised them that they, too, by praying with them should receive a share of the sensation of the Spirit. Such is the absurdity of their humbug that those of them who have supposedly participated in the sensation of the Spirit are held to be blessed, as being perfect, free of all sin, and superior. These they treat with great respect and venerate as being no longer subject to the dangers of sin. And besides all this they are indulged and exempted in the matter of food and they are shown every sort of attention, honor, and luxury. Yet, many of them, after so great a recognition of their perfection on the part of their own, have, when among outsiders, whom they do not even consider worthy to be called Christians, been observed committing various disgraceful actions, thefts of money, and fornication.

Τούτοις προσετίθεσαν τῶν ἐκκλησιῶν καὶ τῶν θυσιαστηρίων ὑπεροψίαν, ὡς δέον τοὺς ἀσκητὰς ἐκκλησιαστικαῖς μὲν μὴ παραμένειν συνάξεσιν, ἀρκεῖσθαι δὲ ταῖς ἐν τοῖς εὐκτηρίοις αὐτῶν εὐχαῖς: τοσαύτην γὰρ ἔλεγον εἶναι τῆς προσευχῆς αὐτῶν δύναμιν, ὥστε αὐτοῖς τε καὶ τοῖς παρ' αὐτῶν μαθητευθεῖσιν αἰσθητῶς τὸ πνεῦμα τὸ ἅγιον ἐπιφαίνεσθαι. Τερατεύονται γάρ, ὡς χρὴ τοὺς σωθῆναι βουλομένους ἐπὶ τοσοῦτον προσεύχεσθαι, οὐδὲν τὸ παράπαν ἕτερον διαπραττομένους, ἕως ἂν τῆς μὲν ἁμαρτίας αἴσθωνται καθάπερ καπνοῦ τινος ἢ πυρὸς ἢ δράκοντος ἤ τινος τοιούτου θηρίου διὰ τῆς προσευχῆς ἐξελαυνομένης καὶ αἰσθητῶς διὰ τῶν προσευχῶν ἐξιούσης, τοῦ πνεύματος δὲ τοῦ ἁγίου πάλιν τὴν εἴσοδον αἰσθητῶς ὑποδέξωνται καὶ φανερὰν ἐν τῇ ψυχῇ ἔχωσιν αἴσθησιν τῆς εἰσόδου τοῦ πνεύματος. Καὶ ταύτην εἶναι τὴν ἀληθινὴν χριστιανῶν κοινωνίαν: οὐδὲ γὰρ ἐν τῷ βαπτίσματι τῆς ἐκκλησίας ἢ ταῖς τῶν κληρικῶν χειροτονίαις ἁγίου πνεύματος πάντως μεταλαμβάνειν τοὺς βαπτιζομένους, εἰ μὴ ταῖς αὐτῶν προσευχαῖς φιλοπονώτερον κοινωνήσειεν, καὶ λαβεῖν ἄν τινα καὶ δίχα τοῦ βαπτίσματος ἁγίου πνεύματος κοινωνίαν, εἰ παραμένειν αὐτοῖς ἐθελήσειε καὶ τοῖς ἐκείνων μαθητεύεσθαι δόγμασιν, ὡς καὶ πρεσβυτέρων τινῶν εἰπόντων αὐτοῖς, ὅτι ἐν πίστει τὸ πνεῦμα τὸ ἅγιον ὁμολογοῦμεν ἔχειν καὶ οὐκ αἰσθήσει, ἐπαγγείλασθαι καὶ αὐτοῖς διὰ τῆς σὺν αὐτοῖς προσευχῆς μεταδοθήσεσθαι τῆς αἰσθήσεως τοῦ πνεύματος. Τοσοῦτος δέ ἐστιν αὐτῶν τῆς ἀλαζονείας ὁ τῦφος, ὡς τοὺς μετασχόντας παρ' αὐτοῖς δῆθεν τῆς τοῦ πνεύματος αἰσθήσεως μακαρίζεσθαι ὑπ' αὐτῶν ὡς τελείους καὶ πάσης ἁμαρτίας ἐλευθέρους καὶ κρείττονας καὶ περιέπειν καὶ σέβεσθαι ὡς μὴ ὑποκειμένους ἔτι κινδύνοις ἁμαρτίας, ἀλλὰ λοιπὸν ἄνεσιν καὶ βρωμάτων ἄδειαν καὶ πᾶσαν ὑπάρχειν αὐτοῖς δορυφορίαν καὶ τιμὴν καὶ τρυφήν, ὧν πολλοὶ καὶ μετὰ τὴν τοιαύτην παρ' αὐτοῖς μαρτυρίαν τῆς τελειότητος εἰς τοὺς ἐκτὸς ὄντας οὔτε χριστιανοὺς προσαγορεύειν ἀξιοῦσιν: αἰσχρουργίαις διαφόροις καὶ χρημάτων κλοπαῖς καὶ πορνείαις περιπεσόντες ὤφθησαν.