Γοροθηνοί, οἱ ἄλλοις καιροῖς τὰς ἑορτὰς ἄγοντες παρὰ τοὺς Ἰεβουσαίους.
Ἰεβουσαῖοι διὰ τὴν αὐτὴν αἰτίαν τῶν ἑορτῶν πρὸς τοὺς Γοροθηνοὺς διαφερόμενοι.
Ἐσσηνοί, οἱ μηδ' ὁποτέροις ἐναντιούμενοι, τοῖς δὲ παρατυγχάνουσι συνεορτάζοντες ἀδιαφόρως.
Ναζωραῖοι, οἳ Χριστὸν ὁμολογοῦσιν Ἰησοῦν υἱὸν θεοῦ, πάντα δὲ κατὰ νόμον πολιτευόμενοι.
Αὕτη καὶ ἡ τοῦ δευτέρου τόμου τοῦ πρώτου βιβλίου τῶν δεκατριῶν αἱρέσεων ἀνακεφαλαίωσις.
Τάδε ἔνεστι καὶ ἐν τῷ τρίτῳ τοῦ πρώτου βιβλίου τόμῳ, ἐν ᾧ εἰσιν αἱρέσεις δεκατρεῖς.
Ἀγγελικοί. Οὗτοι παντελῶς ἐξέλιπον, αὐχοῦντες ἀγγελικὴν ἔχειν τάξιν ἢ διὰ τὸ ἀγγέλοις προσκεκλῆσθαι.
Αὗται τοῦ τετάρτου τόμου, δευτέρου δὲ βιβλίου αἱρέσεις ιηʹ.
Τάδε ἔνεστιν ἐν τῷ πέμπτῳ τόμῳ, δευτέρου δὲ βιβλίου, αἱρέσεις πέντε.
Αὗται τοῦ πέμπτου τόμου, δευτέρου δὲ βιβλίου, αἱρέσεις πέντε.
Τάδε ἔνεστιν ἐν τῷ πρώτῳ τόμῳ βιβλίου τρίτου, αἱρέσεις ἑπτά.
Αὗταί εἰσιν ὁμοίως τοῦ ἕκτου τόμου, τρίτου δὲ βιβλίου αἱρέσεις ἑπτά.
Τάδε ἔνεστι ἐν τῷ ἑβδόμῳ τόμῳ, τρίτου δὲ βιβλίῳ, αἱρέσεις τέσσαρες.
The Egyptians, who are also called Schematics and Monophysites, separated from the orthodox Church on the pretext of that document [approved] at Chalcedon [and known as] the Tome. They have been called Egyptians because of the fact that during the reign of Emperors Marcian and Valentian the Egyptians were the first authors of this particular kind of heresy. Because of their strong attachment to Dioscorus of Alexandria, who was deposed by the Council of Chalcedon for defending the teachings of Eutyches, they opposed this council and to the limit of their ability fabricated innumerable charges against it, which charges we have already taken up in this book and sufficiently refuted by showing them to be clumsy and stupid. Their leaders were Theodosius of Alexandria, from whom come the Theodosians, and James of Syria, from whom come the Jacobites. Privy to these as champions and strong defenders were Severus, the seducer from Antioch, and John the Tritheite, who expended his efforts on vain things. Both of these last denied the mystery of salvation. They wrote many things against the inspired council of the 630 Fathers of Chalcedon, and they set many snares, so to speak, and laid stumbling blocks by the wayside for those who are lost in their pernicious heresy. Although they hold individual substances, they destroy the mystery of the Incarnation. We have considered it necessary to discuss their impiety in brief and to add short explanations in refutation of their godless and most abominable heresy. Hence, I shall present the teachings, or ravings, rather, of their champion John, in which they take so much pride.
Αἰγυπτιακοί, οἱ καὶ Σχηματικοί, μονοφυσῖται, οἱ προφάσει τοῦ ἐν Χαλκηδόνι συντάγματος τοῦ τόμου ἀποσχίσαντες τῆς ὀρθοδόξου ἐκκλησίας. Αἰγυπτιακοὶ δὲ προσείρηνται διὰ τὸ πρώτους Αἰγυπτίους κατάρξασθαι τούτου τοῦ σχήματος ἐπὶ Μαρκιανοῦ καὶ Οὐαλεντινιανοῦ τῶν βασιλέων, τὰ δὲ ἄλλα πάντα ὀρθόδοξοι ὑπάρχοντες. Οὗτοι δὲ προσπαθείᾳ τῇ πρὸς τὸν ἐν Ἀλεξανδρείᾳ Διόσκορον ὑπὸ τῆς ἐν Χαλκηδόνι συνόδου καθαιρεθέντα ὡς τῶν Εὐτυχοῦς δογμάτων συνήγορον ἀντεπάθησαν τῇ συνόδῳ καὶ μυρίας τότε ἐπ' αὐτοῖς μέμψεις κατ' αὐτῆς ἀνεπλάσαντο, ἃς προλαβόντως ἐν τῇ παρούσῃ βίβλῳ ἱκανῶς διελύσαμεν σκαιοὺς αὐτοὺς καὶ ματαιόφρονας ἀποδείξαντες. Ὧν ἀρχηγοὶ Θεοδόσιος ὁ Ἀλεξανδρεύς, ἐξ οὗ Θεοδοσιανοί, Ἰάκωβος ὁ Σύρος, ἐξ οὗ Ἰακωβῖται. Τούτων δὲ συνίστορες καὶ βεβαιωταὶ καὶ ὑπέρμαχοι Σευῆρος, ὁ τῆς Ἀντιοχέων φθορεύς, καὶ ὁ τὰ μάταια πονέσας Ἰωάννης ὁ Τριθεΐτης, οἱ τὸ τῆς κοινῆς ἀρνούμενοι σωτηρίας μυστήριον. Πολλὰ μὲν τῆς ἐν Χαλκηδόνι θεοπνεύστου τῶν ἑξακοσίων τριάκοντα πατέρων διδασκαλίας κατέγραψαν, πολλὰ δὲ τοῖς ἀπολλυμένοις ἐπολέθρῳ ἑαυτῶν ἐχόμενα τρίβου τεθείκασι σκάνδαλα, καὶ μερικὰς δὲ δογματίζοντες οὐσίας τὸ τῆς οἰκονομίας συγχέουσι μυστήριον.